- 底本
- Simplicius, In Aristotelis Physicorum Libros Commentaria. Commentaria in Aristotelem Graeca IX, ed. H. Diels, Berlin: Reimer 1882, pp. 1-800; Commentaria in Aristotelem Graeca X, ed. H. Diels, Berlin: Reimer 1895, pp. 801-1366. Transcribed by Humanitext from the page images.
- 翻译
- AI 生成(gemini-3.8-flash) — 机器翻译,可能包含错误
- 语言
- 日本語 · English · 简体中文 · 한국어
- CTS URN
- urn:cts:greekLit:tlg4013.tlg004.humanitext-grc1:243.20-244.21
- 输出
- Humanitext Reader · reader.humanitext.ai · 2026-11-23
辛普利丘分析了亚里斯多德对柏拉图的批评,考察了柏拉图对巴门尼德前提的接纳以及在《智者篇》中对非存在的处理,进而评估早期注解家的看法并提示其与《巴门尼德篇》的关联。
” οὐ μέντοι οὐδὲ ὁ Ἀριστοτέλης εἶπεν ὅτι ὁμολογοῦσιν ἁπλῶς γίνεσθαι ἐκ μὴ ὄντος, καθὸ Παρμενίδην ὀρθῶς λέγειν ὁμολογοῦσι. μήποτε οὖν ἐκείνῳ μᾶλλον ἐπισκήπτει τῷ δέχεσθαι1 τὴν ἐλάττονα τοῦ Παρμενίδου πρότασιν τὴν λέγουσαν τὸ παρὰ τὸ ὂν οὐκ ὂν καὶ ταύτῃ τὸ μὴ ὂν εἶναι συγχωρεῖν. τὸ γὰρ ἕτερον τοῦ καλοῦ παρὰ τὸ καλὸν ὂν οὐ καλὸν εἶναί φησι καὶ τὸ ἕτερον τοῦ μεγάλου παρὰ τὸ μέγα ὂν οὐ μέγα εἶναι λέγει καὶ ἄλλα τοιαῦτα προσθεὶς ἐπάγει· “οὐκοῦν, ὡς ἔοικεν, ἡ τῆς θατέρου μορίου φύσεως καὶ τῆς τοῦ ὄντος πρὸς ἄλληλα ἀντικειμένων ἀντίθεσις οὐθὲν ἧττον, εἰ θέμις εἰπεῖν, αὐτοῦ τοῦ ὄντος οὖσά ἐστιν,2 οὐκ ἐναντίον ἐκείνῳ σημαίνουσα, ἀλλὰ τοσοῦτον μόνον ἕτερον ἐκείνου; Σαφέστατά γε. Τίνα οὖν αὐτὴν προσείπωμεν; Δῆλον ὅτι τὸ μὴ ὄν, ὃ διὰ τὸν σοφιστὴν ἐζητοῦμεν, αὐτό ἐστι τοῦτο”. δῆλον δὲ ὅτι ὁ μὲν Παρμενίδης εἰς τὸ ἁπλῶς μὴ ὂν ἀποβλέπων ἀνῄρει τὸ μὴ ὂν λέγων· οὐ γὰρ μήποτε τοῦτο δαμῇ εἶναι μὴ ὄντα ἀλλὰ σὺ τῆσδ’ ἀφ’ ὁδοῦ διζήσιος εἶργε νόημα. ὁ μέντοι Πλάτων πρὸς τὸ κατὰ ἑτερότητα μὴ ὂν βλέπων τῇ ἐλάττονι προτάσει συνεχώρει, πρὸς δὲ τὴν μείζονα ἐνίστατο τὴν τὸ οὐκ ὂν εἶναι λέγουσαν οὐδέν. ἀλλ’ εἰ καὶ τοῦτο οὕτως ἔχοι, οὐκ ἂν ἐνεκάλει τῷ Πλάτωνι νῦν Ἀριστοτέλης ὡς ἐκ τοῦ παντελῶς μὴ ὄντος τὴν γένεσιν λέγοντι, ἐπειδὴ Παρμενίδην ὀρθῶς λέγειν ὁμολογεῖ. οὔτε γὰρ ὁ Πλάτων τὸ παντελῶς μὴ ὂν εἶναι συγχωρεῖ οὔτε πολλῷ μᾶλλον ὁ Παρμενίδης. μήποτε δὲ καὶ βιαζόμεθα λέγοντες, ὅτι Πλάτων ἀποδέχεται Παρμενίδην τὸ μὴ ὂν εἶναι λέγοντα. κἂν γὰρ συγχωρῇ τῇ ἐλάττονι προτάσει τῇ λεγούσῃ τὸ παρὰ τὸ ὂν οὐκ ὄν, ἀλλ’ οὐχ ὡς Παρμενίδου τὸ μὴ ὂν τιθέντος. ἐπάγει γὰρ ἐκεῖνος τὸ μὴ ὂν οὐδέν. καὶ ὅλως ἐν Σοφιστῇ ὡς πρὸς Παρμενίδην ἀντιλέγων ἀδιορίστως ἀναιροῦντα τὸ μὴ ὄν, αὐτὸς εἰσάγει τὸ μὴ ὄν. ἵνα οὖν καὶ οἱ ἐξηγηταὶ μὴ παρὰ θύρας ἐξηγῶνται, τάχα λέγωμεν ὅτι πρὸς τὰ ἐν τῷ διαλόγῳ τῷ Παρμενίδῃ παρὰ τοῦ Πλάτωνος εἰρημένα ἀπετείνατο νῦν ὁ Ἀριστοτέλης, ἐν οἷς τὸ ἓν ὂν ὑποτιθέμενον τὸν Παρμενίδην καὶ ἀποδεικνύντα θαυμάζειν ἔοικεν ὁ Πλάτων. δῆλον δὲ ὅτι καὶ πολλὰ δείκνυσι τὸ ἓν ὂν ἐκεῖνο κατ’ ἄλλην καὶ ἄλλην αὐτὸ τάξιν θεωρῶν. ταῦτα μὲν οὖν ὑπὸ ἀπορίας ἐγὼ περιφερόμενος γέγραφα· εἰ δέ τις προσφυέστερον ἀπολογίζοιτο, πῶς ἐκ τοῦ μὴ ὄντος λέγει τὴν γένεσιν ὁ Πλάτων, διότι Παρμενίδην ὀρθῶς λέγειν ὁμολογεῖ, φίλος ὢν οὗτος ἀλλ’ οὐκ ἐχθρὸς κρατεῖ.3
”然而,亚里斯多德也并没有说,由于他们承认巴门尼德说得正确,他们就承认[生成]单纯地从非存在发生。那么,难道他[亚里斯多德]不是更有可能在责备那一点,即接纳巴门尼德说“在存在之外的乃是非存在”的小前提,并在此意义上承认非存在存在吗?因为他[柏拉图]说,与美不同的他者,因在美之外而乃是非美,与大不同的他者,因在大之外而乃是非大,并且在补充了其他诸如此类的事情之后推论道:“因此,看来,他者部分之本性与存在之本性相互对立的这种对立,如果允许这样说的话,丝毫不少于存在本身地存在着,它并不意指与那一者相反之物,而仅仅意指与那一者不同的他者?——显然极为明白。——那么我们应当把它称作什么呢?——显然,我们为了智者所探求的非存在,正是此物本身。”显然,巴门尼德由于着眼于单纯的非存在,否定了非存在,说道:“因为这绝不会屈服,以致非存在者存在;而你须使思想远离这条探求之路。”然而柏拉图由于着眼于依他者性而言的非存在,同意了小前提,却抵制了说非存在乃是无的大前提。但即使情况如此,亚里斯多德现在也不会责难柏拉图说他由于承认巴门尼德说得正确便是在谈论从完全的非存在而来的生成。因为柏拉图既不承认完全的非存在存在,巴门尼德则更不承认。抑或我们在说柏拉图接纳主张非存在存在的巴门尼德时,甚至是在强词夺理?因为即使他同意说“在存在之外的乃是非存在”的小前提,但也绝不是把巴门尼德视作确立了非存在〔而同意的〕。因为那个人紧接着得出非存在乃是无。而且总体而言在《智者篇》中,他是通过反驳不加区分地取消非存在的巴门尼德,自己引入了非存在的。因此,为了注解家们也不至于做出不着边际的注解,我们也许可以说,亚里斯多德现在是针对柏拉图在对话录《巴门尼德篇》中所说的事情而言的;在其中,柏拉图似乎对假定了并论证着一存在者的巴门尼德表示赞赏。而且显然,他也在不同的层级中考察那一存在者,并表明它也是多数。这些事情是我在疑难的摆布下写下的;但如果有人能更妥当地说明,柏拉图如何因为承认巴门尼德说得正确而主张从非存在而来的生成,那么作为朋友而非敌人,他便赢得了胜利。
- 1.73ἐκείνῳ μᾶλλον ἐπισκήπτει τῷ δέχεσθαι
动词 ἐπισκήπτει(责难、归咎)支配与格指示代名词 ἐκείνῳ 以及与其同位的带冠词不定式短语 τῷ δέχεσθαι(接纳……)。其后的不定式短语 καὶ ταύτῃ ... συγχωρεῖν 亦由冠词 τῷ 并列管辖。
- 1.73οὐθὲν ἧττον, εἰ θέμις εἰπεῖν, αὐτοῦ τοῦ ὄντος οὖσά ἐστιν
引自柏拉图《智者篇》(258b)。οὖσά ἐστιν 为迂说法(periphrastic)结构,αὐτοῦ τοῦ ὄντος 作为比较属格由 οὐθὲν ἧττον(绝不少于)支配。插入句 εἰ θέμις εἰπεῖν 为惯用条件句(“如果允许这样说的话”)。
- 1.73φίλος ὢν οὗτος ἀλλ’ οὐκ ἐχθρὸς κρατεῖ
结尾的断语。主语为 οὗτος,分词短语 φίλος ὢν ... ἀλλ’ οὐκ ἐχθρός 用作主语的表语性说明(“作为朋友而非敌人”)。动词 κρατεῖ(获胜、得胜)表达了注解者对更妥当学理说明的欢迎态度。
