- 底本
- Simplicius, In Aristotelis Physicorum Libros Commentaria. Commentaria in Aristotelem Graeca IX, ed. H. Diels, Berlin: Reimer 1882, pp. 1-800; Commentaria in Aristotelem Graeca X, ed. H. Diels, Berlin: Reimer 1895, pp. 801-1366. Transcribed by Humanitext from the page images.
- 翻译
- AI 生成(gemini-3.8-flash) — 机器翻译,可能包含错误
- 语言
- 日本語 · English · 简体中文 · 한국어
- CTS URN
- urn:cts:greekLit:tlg4013.tlg004.humanitext-grc1:242.15-243.20
- 输出
- Humanitext Reader · reader.humanitext.ai · 2026-11-23
关于亚里士多德所言“其他人也触及了但并不充分”(191b35),辛普里丘遵循先前的注解家将其解释为针对柏拉图并说明其理由,但对注家们认为柏拉图因接纳巴门尼德一元论而未充分把握该本性的通说提出质疑,并引用《智者篇》证明柏拉图反驳了巴门尼德。
" Ἡμμένοι μὲν οὖν καὶ ἕτεροί τινές εἰσιν αὐτῆς ἀλλ’ οὐχ ἱκανῶς ἕως τοῦ ἢ Παρμενίδην ὀρθῶς λέγειν." Εἴτε ἡ τῆς στερήσεως φύσις ἐστὶ καὶ τῆς ὕλης, ἥτις ὀφθεῖσα πᾶσαν ἂν διέλυσεν ἀπορίαν εἴτε ἡ τοῦ καθ’ αὑτὸ καὶ κατὰ συμβεβηκὸς καὶ τοῦ δυνάμει καὶ ἐνεργείᾳ εἴτε ἡ συναμφότερος (διὰ γὰρ τὴν ἑτέραν ἡ ἑτέρα), ταύτης, φησί, τῆς φύσεως οἱ μὲν οὐδὲ ὅλως ἐφήψαντο,1 ὅσοι τὸ ἓν ποιοῦσιν ἢ ὅσοι πάντα ἐνεργείᾳ προυπάρχειν λέγουσι καὶ ἁπλῶς ὅσοι γένεσιν ἀναιροῦσι, τινὲς δὲ αὐτῆς ἥψαντο μὲν ἀλλ’ οὐχ ἱκανῶς. καὶ δοκεῖ ταῦτα πρὸς Πλάτωνα ἀποτεινόμενος λέγειν· αὐτὸς γὰρ ἐν Τιμαίῳ λέγων μηδὲν τῶν ὄντων ἐνεργείᾳ τὴν ὕλην εἶναι, ἐν οἷς φησιν ὅτι τὸ τοῖς εἴδεσιν ὑποκείμενον οὐκ ἂν εἴη “παρεσκευασμένον εὖ πλὴν ἄμορφον ὂν ἐκείνων πασῶν τῶν ἰδεῶν, ὅσας μέλλει δέχεσθαί ποθεν”, ἐφάψασθαί πως δοκεῖ καὶ τῆς ὕλης καὶ τῆς στερήσεως· τὸ γὰρ πεφυκὸς μὲν δέχεσθαι καὶ μή, μὴ ἔχον δέ, ἐστερῆσθαι ἂν λέγοιτο δικαίως. καὶ τὸ δυνάμει δὲ καὶ ἐνεργείᾳ καὶ τὸ καθ’ αὑτὸ καὶ κατὰ συμβεβηκὸς πρῶτος φαίνεται διορίσας ὁ Πλάτων καὶ τὸ πῇ μὲν ὂν πῇ δὲ μὴ ὄν, ὡς εἴρηται πρότερον. καὶ γὰρ καὶ ἐπὶ τῶν ἄλλων ὁ Πλάτων τὰ πολλαχῶς λεγόμενα διεστείλατο, ὡς καὶ ὁ Εὔδημος ἐν τοῖς Φυσικοῖς μαρτυρεῖ λέγων “Πλάτων τε γὰρ εἰσάγων τὸ δισσὸν πολλὰς ἀπορίας ἔλυσεν ἐπὶ τῶν πραγμάτων”. διὰ ταῦτα μὲν οὖν ἡμμένος ἂν εἴη καὶ ὁ Πλάτων τῆς τοιαύτης φύσεως. οὐχ ἱκανῶς δὲ αὐτῆς ἧφθαι δοκεῖ κατὰ δύο τρόπους ὧν ὁ ἕτερος, καθὸ ἀποδέχεται Παρμενίδην ἓν τὸ ὂν λέγοντα.2 κατὰ τοῦτο γὰρ ἐκ τοῦ ἁπλῶς μὴ ὄντος καὶ ᾗ μὴ ὂν τὴν γένεσιν ποιεῖ. οὐ γὰρ οἷόν τέ ἐστιν ἑνὸς ὄντος τοῦ ὄντος ἄλλο τι εἶναι καθ’ αὑτὸ μὲν ὄν, κατὰ συμβεβηκὸς δὲ μὴ ὄν, καὶ δυνάμει μὲν ὄν, ἐνεργείᾳ δὲ μὴ ὄν, ἐξ οὗ ἔσται τὰ γινόμενα. πᾶν γὰρ ὃ μὴ ἐκεῖνό ἐστιν ἁπλῶς οὐκ ἔστι. τὸ γὰρ παρὰ τὸ ὂν οὐκ ὄν· τὸ δὲ οὐκ ὂν οὐδέν· μόνον δὲ ἐκεῖνο ὄν, ὥστε ἐπαινέσας Παρμενίδην ὡς ἓν τὸ ὂν εἰπόντα ἐκ τοῦ ἁπλῶς μὴ ὄντος φαίνεται ποιῶν αὐτὸς τὴν γένεσιν. Καὶ οὕτως μὲν σχεδόν τι πάντες οἱ ἐξηγηταὶ τὴν λέξιν ἐξηγήσαντο, ὡς τοῦ Πλάτωνος ἀποδεχομένου Παρμενίδην ἓν τὸ ὂν λέγοντα. καὶ θαυμάζω τοῦτο· σαφῶς γὰρ ἐν Σοφιστῇ πρὸς τὸν Παρμενίδου λόγον ὑπήντησε διὰ πολλῶν ἐπιχειρημάτων τὸν ἓν τὸ ὂν λέγοντα καὶ τὰ μὲν ἐπιχειρήματα πρότερον ἐν τοῖς πρὸς Παρμενίδην λόγοις παραγέγραπται, τὸ δὲ συμπέρασμα αὐτῶν ὑπομνήσεως ἕνεκεν ἐκκείσθω καὶ νῦν ἔχον οὕτως· “καὶ τοίνυν ἄλλα μυρία ἀπεράντους ἀπορίας ἕκαστον εἰληφὸς φανεῖται τῷ τὸ ὂν εἴτε δύο τινὲ εἴτε ἓν μόνον εἶναι λέγοντι.
“因此也有其他某些人触及了它,但并不充分……直至:或者巴门尼德说得正确。” 无论是缺乏与质料的本性——这一本性若是被看清,本会消解一切疑难——,还是凭自身与依附随性质、以及按潜能与按现实的本性,抑或二者兼具(因为一者正是借由另一者而成立),他说,对于这一本性,有些人甚至根本没有触及,即凡是把存在归为一的人,或凡是主张一切事物皆按现实预先存在的人,简言之即凡是取消生成的人;而另一些人虽然触及了它,但并不充分。而且他[亚里斯多德]似乎是针对柏拉图说这番话的。因为柏拉图自己在《蒂迈欧篇》中说质料不是任何按现实存在的事物,在其中他说道,诸形式的底层基质就不可能是“妥善准备好的,除非无形于它将要从某处接受的所有那些相”,看来以某种方式既触及了质料,也触及了缺乏;因为本性上适于接受与不接受、却尚未拥有的东西,可以被合理地称为遭受缺乏。而且,正如之前所言,首先界定按潜能与按现实、凭自身与依附随性质、以及在某种意义上存在而在另一种意义上不存在的,似乎也是柏拉图。事实上,在其他事情上柏拉图也区分了多重含义的说法,正如欧德谟在《物理学》中所证实的那样,他说:“柏拉图通过引入双重性,消解了关于事物的诸多疑难。”因此,由于这些原因,柏拉图应当也触及了这样一种本性。但他似乎在两个方面未充分触及它,其中之一在于他接纳了主张存在是一的巴门尼德。因为按照这一点,他便是使生成从单纯的非存在且在其作为非存在的意义上发生。因为如果存在是一,就不可能另有某种事物,它凭自身是存在,但依附随性质是非存在,且按潜能是存在,但按现实是非存在,而生成之物将从它生成。因为凡不是那一者的,就单纯地不存在。因为在存在之外的乃是非存在,非存在乃是无,只有那一者是存在;因而由于赞扬了说存在是一的巴门尼德,他自己似乎便使得生成从单纯的非存在而来。几乎所有的注解家都是这样解释这句字句的,即认为柏拉图接纳了主张存在是一的巴门尼德。而我对这一点感到惊异:因为显然在《智者篇》中,他通过许多论证回应了巴门尼德主张存在是一的论说;虽然这些论证此前在反驳巴门尼德的论说中已被抄录,但为了唤起记忆,其结论现在也列出如下:“因此,对于主张存在或是某种两者、或是仅仅为一的人来说,显然还会呈现出各自带有无穷疑难的成千上万的其他事情。”
- 1.73Εἴτε ἡ τῆς στερήσεως φύσις ἐστὶ καὶ τῆς ὕλης... ταύτης, φησί, τῆς φύσεως οἱ μὲν οὐδὲ ὅλως ἐφήψαντο
在由 εἴτε... εἴτε... εἴτε... 引导的三个并列条件从句之后,主句开头以指示短语 ταύτης τῆς φύσεως 概括并承接前述诸项,作主动词 ἐφήψαντο 的属格宾语(复指前项的远距离结构)。
- 1.73καθὸ ἀποδέχεται Παρμενίδην ἓν τὸ ὂν λέγοντα
καθό 为关系副词(意为“在……的方面/就……而言”),用于具体阐明前文提到的原因与方式(κατὰ δύο τρόπους ὧν ὁ ἕτερος)。ἀποδέχεται 的直接宾语为 Παρμενίδην,现在分词 ἓν τὸ ὂν λέγοντα 作表语性分词修饰之(“作为主张存在是一的人”)。
