← 辛普里丘

亚里士多德《物理学》注释

§241.19-242.14

对生成的否定与质料及缺乏的本性

辛普里丘探讨了亚里士多德《物理学》第一卷第八章末尾(191b30–33)关于古人“取消所言之事物中的某些事物”以及“若被看清便能消解无知之本性”的表述,援引并审视叙利亚努斯与亚历山大的注疏,阐明所涉及的对象究竟是质料、缺乏,抑或是依附随性质与按潜能的区分。

显示 ▾
显示
译文
字体
AI ↗
← 上一节下一节 →
§1.71

" Ὥστε (ὅπερ ἐλέγομεν) αἱ ἀπορίαι λύονται, δι’ ἃς ἀναγκαζόμενοι ἀναιροῦσι τῶν εἰρημένων ἔνια.1" Ὁ μὲν Ἀλέξανδρος τουτὶ τὸ ῥησείδιον ἀνεξήγητον οἶμαι καταλέλοιπεν, ὁ δὲ μέγας Συριανὸς τῶν εἰρημένων ἔνια ἀναιρεῖν φησιν αὐτοὺς διὰ τὴν ἀπορίαν, ἐπειδὴ γένεσιν ἀναιροῦντες δι’ αὐτὴν καὶ τὴν ὕλην καὶ τὴν στέρησιν συναναιροῦσιν, ἅπερ ἔνια τῶν εἰρημένων ἀρχῶν ἐστι. διὰ γὰρ τὴν ἀπορίαν ἀναιροῦντες τὴν γένεσιν προυπάρχειν λέγουσι τὰ ὄντα ἢ τὸ ὂν ἓν εἶναι. καὶ διὰ τοῦτο μήτε ὕλην εἶναι μήτε στέρησιν, ἐξ ὧν ἄν γένοιτο τὰ γινόμενα. καὶ ὅτι ταῦτα λέγει τῶν εἰρημένων ἔνια δηλοῖ καὶ τὰ ἑξῆς ἐπαγόμενα. δυνατὸν δὲ ἴσως τῶν εἰρημένων ἔνια μὴ τῶν ἀρχῶν ἀκούειν (καὶ γὰρ καὶ τὸ εἶδος ἀναιροῦσιν οἱ οὕτως λέγοντες τὸ μεταβαλλόμενον, ὥστε οὐκ ἔνια τῶν ἀρχῶν) ἀλλὰ τῶν περὶ φύσεως εἰρημένων, ὧν ἡ γένεσις καὶ ἡ φθορά. ταύτας γὰρ προσεχῶς ἀναιρεῖν ἐδόκουν ὑπὸ τῆς ἀπορίας συμποδιζόμενοι τῆς λεγούσης ἐξ ὄντος ἢ ἐκ μὴ ὄντος γίνεσθαι τὸ γινόμενον καὶ ἑκάτερον ἀδύνατον δεικνύσης. ἀλλ’ ἡ στέρησις ἐπινοηθεῖσα καὶ τὸ καθ’ αὑτὸ καὶ κατὰ συμβεβηκὸς καὶ δυνάμει καὶ ἐνεργείᾳ τὴν ἀπορίαν ταύτην διέλυσαν καὶ χώραν τῇ γενέσει καὶ τῇ φθορᾷ δεδώκασιν, ἅπερ ἀνῄρουν ἐκεῖνοι. δηλοῖ δὲ ταῦτα καὶ τὰ ἐφεξῆς εἰρημένα.

“因此(正如我们所说的),那些难关得到了解决,正是由于受其迫使,他们才取消了所言之事物中的某些事物。” 亚历山大我想是对这句简短的话未加解释,而伟大的叙利亚努斯则说,他们因这一疑难而取消了“所言之事物中的某些事物”,因为他们在因其而取消生成时,连同取消了质料与缺乏,而这些乃是所言之诸原理中的某些。因为由于这一疑难,他们在取消生成时主张诸存在者预先存在,或者存在是一。因之[他们便认为]既没有质料也没有缺乏,而生成之物本应从它们生成。而他说这些是“所言之事物中的某些事物”,接下去所引入的话也表明了这一点。不过或许也可以不把“所言之事物中的某些事物”理解为诸原理(因为如此论及变化之物的人,也取消了形式,因而不是原理中的某些),而是理解为关于自然所说的事情,生成与毁灭便属于其中。因为他们似乎直接取消了这些,受困于那断言生成之物必从存在或从非存在生成并证明二者皆不可能的疑难。但缺乏之被设想出来,以及凭自身与依附随性质、按潜能与按现实的区分,消解了这一疑难,并为他们所取消的生成与毁灭提供了立足之地。接下去所说的话也阐明了这一点。

§1.72

"Αὕτη γὰρ ἂν ὀφθεῖσα ἡ φύσις ἅπασαν ἔλυσεν αὐτῶν τὴν ἄγνοιαν.2" “Τὴν στέρησίν φησιν ὀφθεῖσαν πάσης τῆς κατὰ τὸν λόγον ἀπορίας λύσιν ἔχειν. εἰ γὰρ τὸ κατὰ συμβεβηκὸς ὂν καὶ μὴ ὂν διὰ τὴν στέρησιν (κατὰ συμβεβηκὸς μὲν γὰρ ὂν ἡ στέρησις, διότι συμβέβηκε τῷ ὄντι, κατὰ συμβεβηκὸς δὲ αὖ πάλιν μὴ ὂν ἡ ὕλη, διότι συμβέβηκεν αὐτῇ ἡ στέρησις οὖσα μὴ ὂν καθ’ αὑτὴν καὶ τὸ δυνάμει δὲ ὂν διὰ τὴν στέρησιν), τούτοις διέλυσε τοῖς δύο τὴν ἀπορίαν”. οὕτως μὲν ὁ Ἀλέξανδρος ἐξηγήσατο. μήποτε δὲ αὕτη ὀφθεῖσα ἡ φύσις εἶπεν3 οὐχὶ ἡ τῆς στερήσεως μόνον, ἀλλὰ καὶ ἡ τῆς ὕλης (τοῦτο γὰρ καὶ αὐτὸς ὁ Ἀλέξανδρος προϊὼν ἐφιστάνει) καὶ μέντοι καὶ ἐκείνη, περὶ ἧς ἔλεγε προσεχῶς, ἥ τε τοῦ καθ’ αὑτὸ καὶ κατὰ συμβεβηκὸς καὶ ἡ τοῦ δυνάμει καὶ ἐνεργείᾳ.

“因为这一本性若是被看清,本会消解他们全部的无知。” “他说缺乏若是被看清,就掌握了论证中一切疑难的解决。因为如果依附随性质的存在与非存在是由于缺乏(因为缺乏乃是依附随性质的存在,因其附随于存在者;而质料反过来又是依附随性质的非存在,因缺乏附随于它,缺乏凭自身是非存在;而按潜能的存在也是由于缺乏),那么借由这两点他便消解了疑难。”亚历山大是这样解释的。但或许他说“这被看清的本性”,指的不仅是缺乏的本性,而且也是质料的本性(因为亚历山大自己在下文中也提到了这一点),甚至也是他刚才所谈到的那些本性,即凭自身与依附随性质的本性,以及按潜能与按现实的本性。

语法注3 条
  1. 1.71τῶν εἰρημένων ἔνια

    部分属格。叙利亚努斯将其理解为“所言及的诸原理(质料、缺乏等)中的某些”,而辛普里丘则提出另一种可能,即理解为“关于自然所论及的诸事物(生成与毁灭)中的某些”。辛普里丘指出,如果按前者理解,主张变化不存在的人同样取消了形式,因而取消的便非原理中的“某些”;故此语更应指直接被他们取消的生成与毁灭。

  2. 1.72Αὕτη γὰρ ἂν ὀφθεῖσα ἡ φύσις ἅπασαν ἔλυσεν αὐτῶν τὴν ἄγνοιαν.

    非真实条件句(与过去事实相反)的归结分句。ἄν 与直陈式不定过去时 ἔλυσεν 连用,一致分词 ὀφθεῖσα 起条件从句的作用(“假若它被看清”)。表达与过去事实相反的假设,即古人正因未能看清这一本性,才在无知中取消了生成。

  3. 1.72μήποτε δὲ αὕτη ὀφθεῖσα ἡ φύσις εἶπεν

    μήποτε 引导委婉的审慎推测(“或许……”)。εἶπεν 的省略主语是亚里士多德,句中的 αὕτη ὀφθεῖσα ἡ φύσις 作为被引用的宾语短语。整个句子的主干为:“或许他说‘这被看清的本性’不仅是指……而且是指……”。

翻译:Gemini 3.8 Flash・中文译文与原文无修订urn:cts:greekLit:tlg4013.tlg004.humanitext-grc1:241.19-242.14