← 辛普里丘

亚里士多德《物理学》注释

§240.11-241.18

矛盾律的保留与基于潜能的原理解释

辛普利丘注解《物理学》第一卷第八章(191b26–27),阐明第一种解决方式并没有废除矛盾律或排中律,随后引入基于潜能与现实区分的第二种解决方式,并解释了质料与缺乏的作用。

显示 ▾
显示
译文
字体
AI ↗
← 上一节下一节 →
§1.69

" Ἔτι δὲ καὶ τὸ εἶναι ἅπαν ἢ μὴ εἶναι οὐκ ἀναιροῦμεν." Ἐπειδὴ τὸ γινόμενον ἐδείχθη μήτε ἐξ ὄντος ἁπλῶς μήτε ἐκ μὴ ὄντος γινόμενον, ἀλλ’ ἐκ τοῦ ὄντος ἅμα καὶ μὴ ὄντος, πάντως ἦν ἐφιστάνειν,1 πῶς τὸ αὐτὸ εἶναί τε καὶ μὴ εἶναι λέγοντες, ἐξ οὗ λέγομεν γίνεσθαι τὸ γινόμενον, οὐκ ἀναιροῦμεν τὸ τῆς ἀντιφάσεως ἀξίωμα, ἢ πῶς λέγοντες ἔκ τινος γίνεσθαι τὸ γινόμενον οὐκ ἀναγκαζόμεθα ἢ ἐξ ὄντος ἢ ἐκ μὴ ὄντος αὐτὸ λέγειν γίνεσθαι. λέγει οὖν ὅτι οὐκ ἀναιροῦμεν. οὐ γὰρ κατὰ τὸ αὐτὸ εἶναί τι καὶ μὴ εἶναι λέγομεν, ἀλλ’ ἐκ τοῦ καθ’ αὑτὸ μὲν ὄντος, κατὰ συμβεβηκὸς δὲ μὴ ὄντος τὴν γένεσίν φαμεν· τοιοῦτον γὰρ ἡ ὕλη. δυνατὸν δὲ τὸ οὐκ ἀναιροῦμεν τὸ εἶναι ἅπαν ἢ μὴ εἶναι εἰπεῖν δηλοῦντα,2 ὅτι τὴν μὲν διαίρεσιν οὐδὲ ἡμεῖς ἀθετοῦμεν τὴν λέγουσαν τὸ γινόμενον πᾶν ἢ ἐξ ὄντος ἢ ἐκ μὴ ὄντος γίνεσθαι (ἴσμεν γὰρ ὅτι ἐπὶ παντὸς ἀληθὲς ἢ τὸ εἶναι ἢ τὸ μὴ εἶναι), ἀλλὰ καὶ τηροῦντες τοῦτο σῴζομεν ἅμα γένεσιν καὶ φθορὰν τῷ καθ’ αὑτὸ καὶ τῷ κατὰ συμβεβηκὸς διελόντες τὸ ὂν καὶ τὸ μὴ ὄν. καὶ οὕτως μὲν καθ’ ἕνα τρόπον ἡ ἀπορία λυθήσεται· τὸν δὲ ἕτερον ἐφεξῆς ἐπάγει.

“此外,我们也没有取消凡物皆存在或不存在。” 既然生成之物已被证明既非单纯地从存在生成,亦非单纯地从非存在生成,而是从同时既是存在又是非存在之物生成,那么就完全有必要驻足考虑:当我们说作为生成之物所由以生成的那同一事物既存在又不存在时,我们如何不曾取消矛盾律公理;或者,当我们说生成之物从某物生成时,我们如何不被迫说它要么从存在生成,要么从非存在生成。因此他说我们并未取消它。因为我们并不是在同一方面说某物既存在又不存在,而是主张生成来自于凭自身存在但依附随性质不存在之物;因为质料就是这种性质的。同样也可以把“我们没有取消凡物皆存在或不存在”这句话理解为他在阐明:即使我们也没有废弃那声称凡生成之物必从存在或从非存在生成的划分(因为我们知道,对于一切事物而言,要么存在要么不存在乃是真实的),相反,我们在维持这一点的同时,通过将存在与非存在区分为凭自身与依附随性质,从而一并保全了生成与毁灭。这样,在一种方式下,疑难便得到了解决;至于另一种方式,他接下去引入。

§1.70

"Ἄλλος δὲ ὅτι ἐνδέχεται ταὐτὰ λέγειν3 ἕως τοῦ τοῦτο δὲ ἐν ἄλλοις διώρισται δι’ ἀκριβείας μᾶλλον." Εἰπὼν πρὸ ὀλίγου ὅτι “τὸ ἐξ ὄντος ἢ ἐκ μὴ ὄντος γίνεσθαι ἕνα μὲν τρόπον οὐδὲν διαφέρει ἢ τὸ τὸν ἰατρὸν ποιεῖν τι ἢ πάσχειν,” ὅπερ διχῶς λέγεται ἢ καθ’ αὑτὸ ἢ κατὰ συμβεβηκός, καὶ συμπερανάμενος διὰ τοῦ “εἷς μὲν τρόπος οὗτος” ἐστὶ τῆς λύσεως, ἐπάγει λοιπὸν τὸν ἄλλον. οὗτος δέ ἐστιν ὅτι τὸ ὂν ἐνδέχεται δυνάμει καὶ ἐνεργείᾳ λέγειν, ὁμοίως δὲ καὶ τὸ μὴ ὄν. ὅταν οὖν εἴπωμεν ‘τὸ γινόμενον ἐξ ὄντος γίνεται’, ἐκ τοῦ δυνάμει ὄντος φαμὲν τὸ ἐνεργείᾳ γίνεσθαι· οὐ γὰρ δὴ ἐκ τοῦ ἐνεργείᾳ· ἤδη γάρ ἐστι τοῦτο. ἀνάπαλιν δὲ καὶ ὅταν λέγωμεν ἐκ τοῦ μὴ ὄντος, οὕτως λέγομεν ὡς ἐκ τοῦ ἐνεργείᾳ μὴ ὄντος, ὅπερ δυνάμει εἶναι οὐ κωλύεται. ἐκ μὲν γὰρ τοῦ δυνάμει μὴ ὄντος ὡς ἐκ στοιχείου οὐδὲν ἂν γένοιτο. δεῖ γὰρ πεφυκέναι τὸ ἐξ οὗ γίνεται τὸ γινόμενον. ἐκ δὲ τοῦ δυνάμει μὲν ὄντος ἐνεργείᾳ δὲ μὴ ὄντος τὰ γινόμενα γίνεται. λύεται οὖν οὕτως ἡ τῶν ἀρχαίων ἀπορία ἡ μήτε ἐξ ὄντος μήτε ἐκ μὴ ὄντος γίνεσθαί τι συναναγκάζουσα. γίνεται γὰρ ἐκ τοῦ δυνάμει μὲν ὄντος ἐνεργείᾳ δὲ μὴ ὄντος· ἡ γὰρ ὕλη δυνάμει μέν ἐστιν ὅπερ γίνεται, ἐνεργείᾳ δὲ οὔ. καὶ εἴληπται μὲν ἀπὸ τῆς ὕλης οὗτος ὁ διορισμός· αὕτη γάρ ἐστιν ἡ δυνάμει μὲν οὖσα, ἐνεργείᾳ δὲ μὴ οὖσα τοῦτο ὅπερ γίνεται. αἰτία δὲ τῇ ὕλῃ τῆς τοιαύτης φύσεώς ἐστιν ἡ στέρησις ἀπουσία οὖσα ἐν τῷ πεφυκότι καὶ διὰ μὲν τὸ ἀπουσία εἶναι ποιεῖ μὴ εἶναι ἐνεργείᾳ, διὰ δὲ τὸ ἐν τῷ πεφυκότι τὸ δυνάμει εἶναι παρέχεται. διώρισται δὲ περὶ τοῦ δυνάμει καὶ ἐνεργείᾳ τελεώτερον ἐν τῷ Θ τῶν Μετὰ τὰ φυσικά.

“‘另一种则是可以对同样的事物加以言说’直至‘但这在别处已被更为精确地规定了’。” 在不久前说了“从存在生成或从非存在生成,在一种方式下与医者施受某种动作毫无二致”——此语可以在凭自身或依附随性质这两种意义上被言说——并用“这是[解决的]一种方式”作结之后,他接着引入了剩下的一种方式。这种方式就是:存在物,以及同样地非存在物,都可以按潜能与按现实来言说。因此,当我们说“生成之物从存在生成”时,我们是说按现实的存在是从按潜能的存在生成的;因为显然不是从按现实的存在生成的,因为这早已存在了。反过来,当我们说“从非存在”时,我们也是在指从按现实而言的非存在生成,而这并不妨碍它按潜能存在。因为从哪怕按潜能也不存在之物出发,不可能像从元素那样生成出任何东西。因为生成之物所由以生成的东西,必须天生具有成为它的本性。生成之物乃是从按潜能存在但按现实不存在之物生成的。因此,古人那强使人得出既无物从存在生成亦无物从非存在生成之结论的疑难,就这样得到了解决。因为它正是从按潜能存在但按现实不存在之物生成的;因为质料在潜能上乃是生成出来的当体,但在现实中却不是。这一规定也是从质料中得来的;因为按潜能存在但在现实中不是生成之当体的,正是质料。而质料具有此种本性的原因乃是缺乏,即在天生具有受纳能力之物中的缺失;因其为缺失,它使得质料在现实中不存在,又因其存在于天生具有受纳能力之物中,它提供了质料按潜能的存在。关于潜能与现实,在《形而上学》第九卷(Theta)中已经得到了更完善的规定。

语法注3 条
  1. 1.69πάντως ἦν ἐφιστάνειν

    非人称的 ἦν 与不及物用法的动词不定式 ἐφιστάνειν(“注意”、“留心”、“驻足思考”)构成表必然性的结构(“完全有必要驻足考虑”)。其后由两个 πῶς 引导的间接疑问从句充当这一思考的内容。

  2. 1.69δυνατὸν δὲ τὸ οὐκ ἀναιροῦμεν τὸ εἶναι ἅπαν ἢ μὴ εἶναι εἰπεῖν δηλοῦντα

    该句由 δυνατόν [ἐστι] 支配不定式 εἰπεῖν 构成。阳性宾格分词 δηλοῦντα 修饰不定式的逻辑主语(即亚里士多德),引文 τὸ οὐκ ἀναιροῦμεν... 作为言说的内容(“也可以认为他在说‘我们没有取消……’时阐明了……”)。

  3. 1.70Ἄλλος δὲ ὅτι ἐνδέχεται ταὐτὰ λέγειν

    从前文脉络(即前面的 εἷς μὲν τρόπος οὗτος ἐστὶ τῆς λύσεως)中承前省略了主格名词 τρόπος(“[解决的]方式”),整句结构为“另一种[方式]则是……”。其后的 ὅτι 从句起名词性说明作用。

翻译:Gemini 3.8 Flash・中文译文与原文无修订urn:cts:greekLit:tlg4013.tlg004.humanitext-grc1:240.11-241.18