- 底本
- Simplicius, In Aristotelis Physicorum Libros Commentaria. Commentaria in Aristotelem Graeca IX, ed. H. Diels, Berlin: Reimer 1882, pp. 1-800; Commentaria in Aristotelem Graeca X, ed. H. Diels, Berlin: Reimer 1895, pp. 801-1366. Transcribed by Humanitext from the page images.
- 翻译
- AI 生成(gemini-3.8-flash) — 机器翻译,可能包含错误
- 语言
- 日本語 · English · 简体中文 · 한국어
- CTS URN
- urn:cts:greekLit:tlg4013.tlg004.humanitext-grc1:238.28-240.10
- 输出
- Humanitext Reader · reader.humanitext.ai · 2026-11-23
辛普利丘引用《智者篇》以辨析柏拉图的相异性与亚里士多德的缺乏之间的区别,并借助动物和元素的生成实例论证存在物从存在物生成只能是依附随性质的,而非凭自身的。
Μὴ τοίνυν ἡμᾶς εἴπῃ, ὅτι τὸ ἐναντίον τοῦ ὄντος τὸ μὴ ὂν ἀποφαινόμενοι τολμῶμεν λέγειν ὡς ἔστιν. ἡμεῖς γὰρ περὶ μὲν ἐναντίου τινὸς αὐτῷ χαίρειν πάλαι λέγομεν1 εἴτε ἔστιν εἴτε μή, λόγον ἔχον ἢ καὶ παντάπασιν ἄλογον· ὃ δὲ νῦν εἰρήκαμεν εἶναι τὸ μὴ ὄν, ἢ πεισάτω τις ὡς οὐ καλῶς λέγομεν ἐλέγξας ἢ μέχριπερ ἂν ἀδυνατῇ, λεκτέον καὶ ἐκείνῳ καθάπερ ἡμεῖς λέγομεν.” καὶ ἔστι μὲν καὶ τὸ ὑπὸ τοῦ Πλάτωνος διωρισμένον, πῇ μὲν ὂν πῇ δὲ μὴ ὂν καὶ καθ’ αὑτὸ μὲν μὴ ὄν, κατὰ συμβεβηκὸς δὲ ὄν, ὅτι τῷ ὄντι συμβέβηκε. πλὴν διαφέρει τὸ κατὰ ἑτερότητα μὴ ὂν τοῦ κατὰ στέρησιν, καθόσον τὸ μὲν εἰδῶν ἐστι πρὸς ἄλληλα, τὸ δὲ καὶ τῇ ὕλῃ συνυπάρχει. Ὡσαύτως δὲ οὐδὲ ἐξ ὄντος, φησίν, οὐδὲ τὸ ὂν καθὸ ὂν δυνατὸν γίνεσθαι (ἤδη γὰρ ἔσται πρὶν γενέσθαι τὸ ὄν), ἐξ ὄντος μέντοι κατὰ συμβεβηκὸς οὐδὲν κωλύει γίνεσθαι καὶ τὸ τὶ ὄν. ὡς γὰρ ὁ λέγων ἐκ ζῴου ζῷον γίνεσθαι, οὐ τοῦτο λέγει ὅτι ᾗ ζῷον· οὐδὲ γὰρ τὸ ζῷον καθὸ ζῷον μεταβάλλον εἰς ζῷον ἂν μεταβάλλοι. ἀλλ’ οὐδὲ τὸ γινόμενον ζῷον, ἐὰν καθὸ ζῷον γίνηται, ἐκ ζῴου ἂν γίνοιτο, ἀλλ’ ἢ ἐκ σπέρματος.2 εἰ δὲ καθὸ τὶ ζῷον καὶ ἐκ ζῴου, ᾧ συμβέβηκε ζῴῳ εἶναι, μεταβάλλοντος γίνεται τι, ᾧ καὶ αὐτῷ τὸ ζῴῳ εἶναι ὑπάρχει, τοῦτο δὲ κατὰ συμβεβηκός ἐστιν ἐκ ζῴου ζῷον γίνεσθαι. οὐ γὰρ καθὸ ζῷον μεταβάλλον εἰς ζῷον ᾗ ζῷον μεταβάλλει, ἀλλὰ καθὸ τὸ ζῷον εἰς ἄλλο τι ζῷον ποιεῖται τὴν μεταβολήν· οἷον εἰ κύων ἐξ ἵππου γίνοιτο ἢ μᾶλλον σφῆκες ἐξ ἵππου ἢ μέλισσαι ἐκ ταύρου (ἵπποι γὰρ σφηκῶν γένεσις, ταῦροι δὲ μελισσῶν), λέγοιτο μὲν ἂν ζῷον ἐκ ζῴου γίνεσθαι, οὐ μὴν καθὸ ζῷον, ἀλλὰ κατὰ συμβεβηκός. ἐκ γὰρ ἄλλου τινὸς ζῴου ἄλλο τι ζῷον, ὃ μὴ ἔστι, μεταβάλλοντος γίνεται. ἀμφοτέροις δὲ τῷ τε μεταβάλλοντι καὶ τῷ γινομένῳ ὑπάρχει τὸ ζῴοις εἶναι, ὥστε κατὰ συμβεβηκὸς ζῷον ἐκ ζῴου. οὐ γὰρ περὶ τοῦ ποιητικοῦ αἰτίου, ἀλλὰ περὶ τοῦ ὑλικοῦ ὁ λόγος, ἐφ’ οὗ οὐχ οἷόν τε ἵππον εἶναι τὴν ἵππου ὕλην. ὅταν μέντοι ἐκ σπέρματος γίνηται ζῷον, οὐκέτι κατὰ συμβεβηκὸς ἐκ ζῴου γίνεται, ἀλλ’ ἐκ μὴ ζῴου μόνον. οὕτως οὖν καὶ εἴ τι ὂν μὴ κατὰ συμβεβηκός, ἀλλὰ καθ’ αὑτὸ γίνοιτο, ἐξ οὐκ ὄντος ἂν γίνοιτο. Γράφεται δὲ καὶ οὕτως· οἷον εἰ κύων ἢ ἵππος. κἂν γὰρ ἔκ τινος ζῴου τὶ ζῷον γίνοιτο, οἷον εἰ κύων ἐκ κυνὸς ἢ ἵππος ἐξ ἵππου, οὐχ ᾗ κύων οὐδὲ ᾗ ἵππος γίνεται, ἀλλ’ ᾗ τὶς κύων καὶ τὶς ἵππος· εἰ δὲ καθὸ ζῷόν τι ἔμελλε γίνεσθαι καὶ μὴ κατὰ συμβεβηκός, οὐκ ἐκ ζῴου ἂν ἐγένετο, ἀλλ’ ἐκ μὴ ζῴου οἷον ἐκ σπέρματος, καὶ ᾗ σῶμα οὐκ ἐκ σώματος, ἀλλ’ ἐξ ἀσωμάτου. οὕτως δὲ καὶ εἴ τι ὂν γίνοιτο μὴ κατὰ συμβεβηκὸς ἀλλὰ καθ’ αὑτό, οὐκ ἐξ ὄντος ἂν γίνοιτο, οὐ μέντοι οὐδὲ ἐκ μὴ ὄντος καθὸ μὴ ὄν, ἤδη γὰρ τοῦτο δέδεικται. εἰ οὖν τὸ ὂν ᾗ ὂν οὔτε ἐξ ὄντος γίνεται οὔτε ἐκ μὴ ὄντος, τὸ ὂν ᾗ ὂν οὐ γίνεται ὅλως, οὐδὲ αἱ γενέσεις τῶν γενητῶν ᾗ ὄντα ἐστίν, ἀλλ’ ᾗ πῦρ καὶ ᾗ ἀήρ. μήποτε οὖν οὕτως ἔλεγον3 καὶ οἱ ἀρχαῖοι μηδὲν τῶν ὄντων ᾗ ὂν γίνεσθαι μηδὲ ἀπόλλυσθαι. τὰ γὰρ ὄντα τὰ εἴδη ἐστίν, οἷον ἄνθρωπος λευκόν. οὐδὲν δὲ τούτων γίνεται οὐδὲ ἀπόλλυται, ἀλλὰ τὰ ἄτομα.
“因此,切莫有人说我们宣称非存在是存在的相反者,竟然敢说它‘存在’。因为至于它的某种相反者,无论它存在还是不存在,无论它合乎理路还是全然不合情理,我们早已弃置不顾了;而对于我们现在所断定的非存在,要么有人通过驳斥来说服我们我们言之不当,要么只要他无能为力,他也必须像我们一样这样说。”而由柏拉图所规定的东西,也是在某种意义上存在、在某种意义上不存在的,并且凭自身是非存在,依附随性质则是存在,因为它作为附随性质发生于存在之上。只不过,由相异性而来的非存在与由缺乏而来的非存在有所不同,因为前者属于相与相之间的相互关系,而后者则与质料共同存在。他接着说,同样地,存在物作为存在物也不可能从存在物生成(因为在生成之前,存在物就将早已存在了);然而,特定的存在物依附随性质从存在物生成,却没有任何阻碍。因为就像说动物从动物生成的人,所表达的并不是它在作为动物的范围内生成;因为在作为动物的范围内变化的动物,绝不可能变化为动物。此外,生成出来的动物,如果是作为动物而生成的,也不会从动物生成,而只会从种子生成。但如果它在作为某种特定动物的范围内,并且从那附随地具有动物属性的动物,通过它的变化,某种自身同样具有动物属性之物得以生成,这就是依附随性质从动物生成动物。因为正在变化之物并不是在作为动物的限度内变化为作为动物的动物,而是在这一动物向某种其他动物产生变化的限度内变化的;例如,假使狗从马生成,或者更确切地说,黄蜂从马生成,蜜蜂从公牛生成(因为马是黄蜂的生成来源,公牛是蜜蜂的生成来源),人们可以说动物从动物生成,但这绝不是在作为动物的范围内,而是依附随性质的。因为由于另一种动物的变化,另一种不是它的动物生成了。但对于变化之物与生成之物两者而言,具有动物属性都是属于它们的,所以是依附随性质从动物生成动物。因为这一论述不是关于动力因的,而是关于质料因的,而在质料因的情形下,马的质料不可能就是马。然而,当动物从种子生成时,它就不再是依附随性质从动物生成,而仅仅是从非动物生成。因此,如果任何存在物不是依附随性质而是凭自身生成的话,它就必须从非存在生成了。 也有写成这样的文本:“例如,如果是狗或者马”。因为即使某种动物从某种动物生成,例如狗从狗生成或马从马生成,它也不是在作为狗或作为马的范围内生成的,而是在作为特定的狗和特定的马的范围内生成的;但如果某物注定是在作为动物的范围内而不是依附随性质生成,它就不会从动物生成,而是从非动物(如种子)生成,而若在作为物体的范围内,就不会从物体生成,而是从非物体生成。而同样地,如果任何存在物不是依附随性质而是凭自身生成,它就不会从存在物生成,但也不会从作为非存在的非存在生成;因为这一点已经被证明了。因此,如果存在物作为存在物既不从存在物生成,也不从非存在生成,那么存在物作为存在物就全然不生成,生成之物的生成也不是在其作为存在物的范围内,而是在其作为火和作为空气的范围内。那么,古人是否也曾经正是这样说:凡存在物没有一个在作为存在物的范围内生成或毁灭?因为存在物乃是形式,例如人和白。而这些没有一个会生成或毁灭,生成或毁灭的乃是个体。
- 1.68χαίρειν πάλαι λέγομεν
成语 χαίρειν λέγω 字面意义为“道别”,在此表示“弃置不顾”、“搁置不议”,用于说明中止对存在的绝对相反者(绝对非存在)进行探讨的语境。
- 1.68ἀλλ’ ἢ ἐκ σπέρματος
短语 ἀλλ’ ἤ 承接前面的否定推理(οὐκ ἂν γίνοιτο),意为“除……之外(别无)”,实际上起到了限定和强调“只能从种子生成”的作用。
- 1.68μήποτε οὖν οὕτως ἔλεγον
小品词 μήποτε 与未完成过去直陈式(ἔλεγον)连用,表达委婉的推测或反问(“难道古人不是曾经这样说的吗?”),用以对古人的学说提出审慎而同情的重新解释。
