- 底本
- Simplicius, In Aristotelis Physicorum Libros Commentaria. Commentaria in Aristotelem Graeca IX, ed. H. Diels, Berlin: Reimer 1882, pp. 1-800; Commentaria in Aristotelem Graeca X, ed. H. Diels, Berlin: Reimer 1895, pp. 801-1366. Transcribed by Humanitext from the page images.
- 翻译
- AI 生成(gemini-3.8-flash) — 机器翻译,可能包含错误
- 语言
- 日本語 · English · 简体中文 · 한국어
- CTS URN
- urn:cts:greekLit:tlg4013.tlg004.humanitext-grc1:237.21-238.28
- 输出
- Humanitext Reader · reader.humanitext.ai · 2026-11-23
辛普里丘借助医生的比喻阐明了“从非存在生成”在凭自身与依附随性质上的区分,指出了古人否定生成的逻辑谬误。他还讨论了亚历山大提出的两种语法解释,并引用柏拉图《智者篇》以表明前人对非存在双重涵义的先驱性理解。
καὶ δῆλον ὅτι κυρίως ποιεῖν ἢ πάσχειν τὸν ἰατρὸν λέγομεν, ὅταν καθὸ ἰατρὸς ποιῇ τι ἢ πάσχῃ. οὕτως οὖν καὶ τὸ ἐκ μὴ ὄντος γίνεσθαί τι διχῶς λέγεται· ἢ γὰρ ἐκ μὴ ὄντος καθὸ μὴ ὂν ἢ ἐκ μὴ ὄντος κατὰ συμβεβηκός, ὅτι τῷ ἐξ οὗ γίνεται οἷον τῇ ὕλῃ συμβέβηκε τὸ μὴ ὄν, τουτέστιν ἡ στέρησις· οὐ γὰρ ἐκ παντός, ἀλλ’ ἐκ τοῦ μὴ τοιούτου πεφυκότος δὲ γίνεται τὸ γινόμενον. καὶ δῆλον ὅτι ὥσπερ ἐπὶ τοῦ ἰατροῦ κυρίως τότε λέγομεν τὸν ἰατρὸν ποιεῖν τι ἢ πάσχειν, ὅταν καθὸ ἰατρὸς ποιῇ τι ἢ πάσχῃ, οὕτω καὶ ἐπὶ τοῦ μὴ ὄντος κυρίως τότε λέγομεν ἐκ μὴ ὄντος γίνεσθαί τι, ὅταν ᾗ μὴ ὂν λαμβάνηται. οἱ οὖν ἀρχαῖοι μονοτρόπως τὸ μὴ ὂν κατὰ τὸ κυρίως καὶ καθὸ μὴ ὂν λαβόντες καὶ μὴ διελόντες τό τε καθ’ αὑτὸ καὶ ᾗ μὴ ὂν καὶ τὸ κατὰ συμβεβηκὸς ἀπέστησαν τοῦ γίνεσθαί τι ἐξ ὄντος ἢ ἐκ μὴ ὄντος· καὶ διὰ τὴν ἄγνοιαν τοῦ καθ’ αὑτὸ καὶ τοῦ κατὰ συμβεβηκὸς προσηγνόησαν καὶ ἄλλα, ὥστε μηδὲν οἴεσθαι γίνεσθαι, εἴπερ ἐκ μὴ ὄντος ἢ μὴ ὂν μηθὲν γίνεται· εἶναι γὰρ δεῖ τὸ ἐξ οὗ. δῆλον δὲ ὅτι οὐδὲ ἐξ ὄντος ᾗ ὄν· ἤδη γὰρ ἔστι. καὶ ἔτι μέντοι προσηγνόησαν τὸ μηδὲν εἶναι τῶν ἄλλων, ἀλλ’ ἓν εἶναι τὸ ὄν, εἴπερ μὴ γίνεται τι ἐκ τοῦ ὄντος. ἡμεῖς δὲ τὸ μὲν ἁπλῶς ἐκ μὴ ὄντος, τουτέστι καθὸ μὴ ὄν, μὴ γίνεσθαί τι ὁμολογοῦμεν, κατὰ συμβεβηκὸς δὲ λέγομεν γίνεσθαι ἐκ μὴ ὄντος· ἐκ γὰρ τῆς ὕλης, καθόσον ἐνυπάρχει αὐτῇ στέρησις, ἥτις ἐστὶ καθ’ αὑτὸ μὴ ὄν, γίνεται τι. Ταύτην μὲν οὖν ἐγκρίνει τὴν ἐξήγησιν ὁ Ἀλέξανδρος τὴν τὸ μὴ ὂν διαιροῦσαν εἴς τε τὸ μὴ ὄν, τουτέστι τὸ κυρίως μὴ ὄν, καὶ εἰς τὸ κατὰ συμβεβηκός, προστίθησι δὲ καὶ ἄλλην. “δύναται γάρ, φησί, τις καὶ ἐκ τῶν λεγομένων ἀκούειν, ὅτι καὶ τὸ μὴ ὂν μοναχῶς λέγεται κατὰ τὸ κυρίως καὶ ᾗ μὴ ὄν. ἀλλὰ τὸ ἐκ τούτου γίνεσθαι διχῶς δυνατὸν λέγειν· ἢ γὰρ καθ’ αὑτὸ ἢ κατὰ συμβεβηκός· καὶ γὰρ ἡμεῖς ἐκ τῆς στερήσεως, ἥτις ἐστὶ καθ’ αὑτὸ μὴ ὄν, λέγομεν γίνεσθαι, ἀλλὰ κατὰ συμβεβηκός· οὐ γὰρ διὰ τὸ ἐνυπάρχειν αὐτὴν τῷ γινομένῳ, ἀλλὰ διὰ τὸ μὴ ἐνυπάρχειν. ἐξ ὧν δὲ καθ’ αὑτὸ γίνεται τι, ταῦτα ἐνυπάρχειν τῷ γινομένῳ”.1 καὶ δῆλον ὅτι κἂν καθ’ αὑτὸ λέγηται μὴ ὂν ἡ στέρησις, ἀλλ’ ἔχει τὴν ὁποιανοῦν ὑπόστασιν. εἰ γὰρ τὸ μηδαμῇ μηδαμῶς ἦν, οὐκ ἂν οὐδὲ κατὰ συμβεβηκός τι ἐγένετο ἐξ αὐτῆς. ὥστε καὶ τὸ ἡμεῖς δὲ καὶ αὐτοί φαμεν γίνεσθαι μὲν μηθὲν ἁπλῶς ἐκ μὴ ὄντος διχῶς ἀκουστέον·2 ἢ γὰρ μηδὲν ἐκ τοῦ ἁπλῶς μὴ ὄντος γίνεσθαι ἢ μηθὲν κυρίως καὶ ἁπλῶς γίνεσθαι ἐκ μὴ ὄντος. κυρίως γὰρ καὶ ἁπλῶς ἔκ τινος γίνεται τὸ ἐξ ὑπομένοντος γινόμενον. οὕτως δὲ ἐκεῖνοι ᾤοντο ὀφείλειν γίνεσθαι τὸ ἐκ μὴ ὄντος καὶ ἐνυπάρχοντος τῷ γινομένῳ. τοῦτο δὲ ἀδύνατον. ὅτι δὲ καὶ Πλάτων διττὸν οἶδε τοῦ μὴ ὄντος τὸ σημαινόμενον πρὸ τοῦ Ἀριστοτέλους δηλοῖ τὰ ἐν τῷ Σοφιστῇ δεδειγμένα, οἷς ἐπήγαγε “τὴν γὰρ θατέρου φύσιν ἀποδείξαντες οὖσάν τε καὶ κατακεκερματισμένην ἐπὶ πάντα τὰ ὄντα πρὸς ἄλληλα, τὸ πρὸς τὸ ὂν ἕκαστον μόριον αὐτῆς ἀντιτιθέμενον ἐτολμήσαμεν εἰπεῖν, ὡς αὐτὸ τοῦτό ἐστιν ὄντως τὸ μὴ ὄν. Καὶ παντάπασι μὲν ἔδοξε τἀληθέστατά μοι δοκοῦμεν εἰρηκέναι.
显而易见,当我们说医生施行或遭受某事时,严格说来是指他在作为医生的范围内施行或遭受某事。因此,在这一方式下,“某物从非存在生成”也有两种说法:要么是从作为非存在的非存在生成,要么是依附随性质从非存在生成,因为非存在——即缺乏——乃是作为附随性质发生于那由之生成之物(例如质料)的;因为生成之物并非从任何事物生成,而是从并非如此但生来适于如此的事物生成的。并且显而易见,正如就医生而言,只有当医生在作为医生的范围内施行或遭受某事时,我们才严格说来是在说医生施行或遭受某事,在非存在的情况下也是如此,只有当非存在作为非存在被理解时,我们才严格说来是在说某物从非存在生成。因此,古人单向度地按照严格意义且在作为非存在的范围内把握非存在,没有区分凭自身且作为非存在的事物与依附随性质的事物,从而放弃了某物从存在或从非存在生成的看法;并且由于对凭自身者与依附随性质者的无知,他们还进一步忽略了其他事情,以至于认为没有任何事物生成,若说确实没有任何事物从非存在或作为非存在生成的话;因为那由之生成的某物必定存在。而显然,某物也不会从作为存在的存在生成;因为它已经是存在了。此外,他们还进一步因无知而误认其他事物一概不存在、存在乃是唯一的,若说确实没有任何事物从存在生成的话。然而我们虽然承认没有任何事物单单从非存在——亦即在其作为非存在的范围内——生成,但我们主张某物依附随性质从非存在生成;因为从质料中,在其内在包含着缺乏——缺乏凭自身是非存在——的限度内,某种事物得以生成。 因此,亚历山大认可这种将非存在划分为非存在(即严格意义上的非存在)与依附随性质的非存在的解释,但他同时也补充了另一种解释。“因为人们也可以,”他说,“从所说的话中理解为:非存在也按照严格意义且在作为非存在的范围内只有一种说法;但‘从它生成’却可以有两种说法:要么凭自身,要么依附随性质。因为我们也是说从缺乏——它凭自身是非存在——生成,但却是依附随性质生成的;因为这不是由于它内在存在于生成之物中,而是由于它不内在存在。而某物凭自身由之生成的那些事物,乃是内在存在于生成之物中的。”并且显而易见,即使缺乏被说成凭自身是非存在,它依然具有某种持存。因为如果它是在任何方面、以任何方式都不〔存在〕之物,那么甚至依附随性质也不会有任何事物从它生成。因此,“我们自己也说没有任何事物单纯地从非存在生成”这句话也必须以两种方式来理解:要么是指没有任何事物从单纯的非存在生成,要么是指没有任何事物严格且单纯地从非存在生成。因为从持存者生成的事物,才是严格且单纯地从某物生成。然而他们却认为,从非存在生成之物应当以这种方式、且从内在存在于生成之物中的东西生成。但这是不可能的。而柏拉图在亚里士多德之前就已知道非存在的双重涵义,这由《智者篇》中所展示的内容所显明,他在那里补充道:“因为我们证明了‘异者’的本性既存在,又被分割在彼此相关的所有存在者之上,我们敢于指出,它相对于存在者而对置的每一个部分,正是真正意义上的非存在。而且完全可以说,在我看来我们已经说出了最真实的话。”
- 1.68ἐξ ὧν δὲ καθ’ αὑτὸ γίνεται τι, ταῦτα ἐνυπάρχειν τῷ γινομένῳ
依赖于支配间接引语的动词(前文的 λέγομεν 或 φησί)的“宾格加不定式”结构。指示代词 ταῦτα 作为主格性宾格,同时担任关系从句 ἐξ ὧν ... τι 的先行词,不定式 ἐνυπάρχειν 表明这些本原内在存在于生成之物中的判断。
- 1.68ὥστε καὶ τὸ ἡμεῖς δὲ καὶ αὐτοί φαμεν γίνεσθαι μὲν μηθὲν ἁπλῶς ἐκ μὴ ὄντος διχῶς ἀκουστέον
由定冠词名词化的从句“τὸ ἡμεῖς δὲ καὶ αὐτοί φαμεν γίνεσθαι μὲν μηθὲν ἁπλῶς ἐκ μὴ ὄντος”构成了动词性形容词 ἀκουστέον 的主语。副词 ἁπλῶς 的修饰对象存在两种可能的句法结合:正如后文所阐明的,它既可以 (1) 修饰介词短语 ἐκ μὴ ὄντος,理解为“从单纯的非存在[生成]”(ἐκ τοῦ ἁπλῶς μὴ ὄντος);也可以 (2) 修饰动词 γίνεσθαι,理解为“单纯地生成”(ἁπλῶς γίνεσθαι)。辛普里丘在下文中明确分析了这一句法双重性。
