← 辛普里丘

亚里士多德《物理学》注释

§236.13-237.21

依自身与依附随的区分化解生成疑难

辛普里丘注解了亚里士多德如何通过区分“凭自身/依附随性质”以及“潜能/现实”来化解古人取消生成的疑难。在阐明质料与缺乏的关系之后,他释义了亚里士多德运用医生的例子来说明施行、遭受与生成具有凭自身和依附随性质的双重含义。

显示 ▾
显示
译文
字体
AI ↗
← 上一节下一节 →
§1.68#1

" — 191 b 26 Ἡμεῖς δὲ λέγομεν ἕως τοῦ τὸ γὰρ ἐκ μὴ ὄντος εἴρηται ἡμῖν, τί σημαίνει, ὅτι ᾗ μὴ ὄν." Οἱ μὲν ἀρχαῖοι διὰ τὸ μήτε ἐξ ὄντος μήτε ἐκ μὴ ὄντος δύνασθαι γενέσθαι τὸ ὂν ἀνῄρουν τὴν γένεσιν. αὐτὸς δὲ τὴν ἀπορίαν λύει διωρισμένως δεικνὺς ὅτι ἀνάγκη τὸ γινόμενον ἐξ ὄντος καὶ μὴ ὄντος γίνεσθαι, τουτέστι πῇ μὲν ὄντος πῇ δὲ μὴ ὄντος. τοῦτο δὲ διχῶς δυνατὸν λέγειν. ἢ γὰρ τῷ καθ’ αὑτὸ καὶ κατὰ συμβεβηκὸς διαφέρει ταῦτα ἢ τῷ δυνάμει καὶ ἐνεργείᾳ. οἱ μὲν οὖν λέγοντες μήτε ἐξ ὄντος μήτε ἐκ μὴ ὄντος δυνατὸν εἶναι γίνεσθαι, ὂν μὲν ἔλεγον τὸ αὐτὸ τῷ γινομένῳ (ἤδη γάρ, φασίν, ἔστι τοῦτο), μὴ ὂν δὲ τὸ πάντῃ μὴ ὄν. εἶναι γὰρ δή φασι τὸ ἐξ οὗ. καὶ τῷ ὄντι οὕτως οὔτε ἐξ ὄντος οὔτ’ ἐκ μὴ ὄντος δυνατὸν γίνεσθαι τὸ γινόμενον. εἰ μέντοι τις τὴν στέρησιν μὴ ὂν οὖσαν ἐν ταῖς ἀρχαῖς ἐκ ταύτης λέγοι γίνεσθαι τὸ γινόμενον μὴ καθ’ αὑτὸ ἀλλὰ κατὰ συμβεβηκός1 (οὐ γὰρ τῷ ἐνυπάρχειν, ἀλλὰ τῷ μὴ ἐνυπάρχειν τὴν στέρησιν ἐξ αὐτῆς γίνεται τὸ γινόμενον), οὕτως ἐκ τοῦ καθ’ αὑτὸ μὴ ὄντος οὐ καθ’ αὑτό, ἀλλὰ κατὰ συμβεβηκὸς λέγει γίνεσθαι ὄν. οὐ καθὸ οὖν ὂν ἡ ὕλη, γίνεται ἐξ αὐτῆς τὸ ὄν, ἀλλὰ κατὰ συμβεβηκός, διότι συμβέβηκεν αὐτῇ μὴ εἶναι τοῦτο τὸ ὂν ὃ γίνεται τῆς στερήσεως αὐτῇ τοῦ ὄντος ὃ γίνεται παρούσης. ὥστε οὔτε ἐξ ὄντος καθὸ ὂν οὔτε τὸ ὂν καθὸ ὂν γίνεται, ἀλλ’ ἐξ ὄντος κατὰ συμβεβηκός. καὶ ἐκ τινὸς ὄντος τὸ τὶ ὄν. οὕτως οὖν οὐκ ἐξ ὄντος οὐδὲ ἐκ μὴ ὄντος καθ’ αὑτὸ ἡ γένεσις, ἀλλὰ κατὰ συμβεβηκὸς καὶ ἐκ τοῦ πῇ μὲν ὄντος πῇ δὲ μὴ ὄντος. ἡ γὰρ ὕλη ἔστι μέν, οὐκ ἐκεῖνο δὲ ὃ γίνεται. ὁ μέντοι Ἀριστοτέλης ἐπὶ τὰ σαφέστερα καὶ καθολικώτερα μεταγαγὼν τὸν λόγον, οὕτως λύει τὴν ἀπορίαν· τὸ γὰρ ἐξ ὄντος, φησί, γίνεσθαι ἴσον ἐστὶ τῷ τὸ ὂν γίνεσθαι καὶ τὸ ἐκ μὴ ὄντος γίνεσθαι τῷ τὸ μὴ ὂν γίνεσθαι. ταὐτὸν γάρ ἐστιν εἰπεῖν ἐξ ἀμούσου γίνεσθαι μουσικὸν καὶ ἄμουσον γίνεσθαι μουσικόν. εἶτα καθολικώτερον ἐπήνεγκεν, ἐν οἷς περιέχεται καὶ ταῦτα, τὸ ἢ τὸ ὂν ἢ τὸ μὴ ὂν ποιεῖν τι ἢ πάσχειν. κοινότερον γὰρ τὸ μὲν ποιεῖν τι ἢ πάσχειν τοῦ πάσχειν μόνου καὶ τὸ ὁτιοῦν τόδε γίνεσθαι κοινότερόν ἐστι τοῦ κυρίως γίνεσθαι· καὶ γὰρ τὸ λευκὸν γινόμενον καὶ περιπατοῦν καὶ ὁτιοῦν ἄλλο περιέχεται ἐν τούτῳ. ταῦτα οὖν, φησί, τὸ ἐξ ὄντος ἢ ἐκ μὴ ὄντος ἢ τὸ ὂν ἢ τὸ μὴ ὂν γίνεσθαι ἢ ποιεῖν ἢ πάσχειν, ἅπερ ἐπὶ παραδείγματος ἐκτιθέμενος λέγει μηδὲν διαφέρειν τοῦ τὸν ἰατρὸν ποιεῖν τι ἢ πάσχειν ἢ ἐξ ἰατροῦ εἶναί τι ἢ γίνεσθαι. ταῦτα οὖν διχῶς λέγεσθαί φησι,2 διότι τῶν πλεοναχῶς λεγομένων ἐστί. καὶ πρῶτον ἐπὶ τοῦ ἰατροῦ τὸ διττὸν δείκνυσιν, εἶθ’ οὕτως ἐπὶ τὸ μὴ ὂν καὶ τὸ ὂν μεταφέρει τὸν λόγον. ὁ γὰρ ἰατρὸς ποιεῖν τι λέγεται ἢ πάσχειν ἢ καθὸ ἰατρός ἐστιν ἢ κατὰ συμβεβηκός· καθὸ μὲν ἰατρὸς ποιεῖ ὅταν ἰατρεύῃ καὶ θεραπεύῃ, πάσχει δὲ καθὸ ἰατρὸς ὅταν ἀνίατρος γίνηται· κατὰ συμβεβηκὸς δὲ ποιεῖ ὅταν οἰκοδομῇ, διότι τῷ ἰατρῷ συμβέβηκεν οἰκοδόμῳ εἶναι, πάσχει δὲ κατὰ συμβεβηκὸς ὅταν λευκὸς ἐκ μέλανος γίνηται, διότι τῷ ἰατρῷ συμβέβηκε τὸ μέλανι εἶναι.

“而我们则说”直至“因为对我们而言,‘从非存在[生成]’意味着什么已经被说出了,即〔从〕作为非存在[的非存在生成]”[191b26]。 古人由于存在既不能从存在生成,也不能从非存在生成,从而取消了生成。但他自己则通过明确作出区分来化解这一疑难,表明生成之物必然从存在与非存在生成,亦即在某一意义上是存在,而在另一意义上是非存在。而这可以有两种说法:因为这些要么凭自身与依附随性质而区分,要么凭潜能与现实而区分。因此,那些声称既不能从存在也不能从非存在生成的人,将与生成之物相同的东西称为“存在”(因为他们说,这已经是“存在”了),而将完全非存在之物称为“非存在”;因为他们确实声称,那由之生成的某物必定存在。而事实上,若依此理解,生成之物确实既不可能从存在生成,也不可能从非存在生成。然而,如果有人就本原之中作为非存在的缺乏而言,主张生成之物是从它[缺乏]生成的,但不是凭自身而是依附随性质(因为并不是由于“缺乏”内在存在,而是由于它不内在存在,生成之物才从它生成),那么以此方式,他便是在说,存在从凭自身非存在之物生成,不是凭自身而是依附随性质。因此,质料并不是在其作为存在的范围内使得存在从它生成,而是依附随性质,因为生成着的存在的缺乏现前于它,从而“并非是这一生成着的存在”乃是作为附随性质发生于它的。因此,既不是从作为存在的存在生成,也不是作为存在的存在生成,而是从附随性的存在生成;并且特定的存在是从某种特定的存在生成的。因此,生成并不是凭自身从存在或从非存在发生,而是依附随性质,并且是从某一意义上是存在而另一意义上是非存在的事物发生的;因为质料虽然存在,但并不是生成的那个东西。然而亚里士多德将论证转换至更为明晰且更为普遍的事情上,从而化解了这一疑难:因为他说,“从存在生成”等同于“存在生成”,而“从非存在生成”等同于“非存在生成”。因为说“从无文才者生成有文才者”,与说“无文才者变成有文才者”是同一回事。随后他又作为更具普遍性的东西补充了——这些情况也包含在其中——“要么存在要么非存在在施行或遭受某事”。因为“施行或遭受某事”比单纯的“遭受”更为普遍,而“生成为任何特定的事物”比本义的“生成”更为普遍;因为变白、变成散步者以及变成任何其他事物都包含在其中。因此他说,这些事情——即从存在或从非存在生成、施行或遭受,或者存在与非存在生成、施行或遭受——正如他在例子中所陈述的,与医生施行或遭受某事,或者某种事物来自医生而存在或生成毫无区别。因此他说,这些事情有两种说法,因为它们属于多义表达之列。他首先在医生的例子上展示了这种双重性,然后依此将论述转移至非存在与存在之上。因为医生被说成施行或遭受某事,要么在其作为医生的范围内,要么依附随性质:在其作为医生的范围内,他在行医与治愈时施行,在丧失医术时遭受;但当他建房时,他是依附随性质而施行,因为成为建筑师对于医生而言是附随的;当他由黑变白时,他是依附随性质而遭受,因为处于黑色对于医生而言是附随的。

语法注2 条
  1. 1.68εἰ μέντοι τις τὴν στέρησιν μὴ ὂν οὖσαν ἐν ταῖς ἀρχαῖς ἐκ ταύτης λέγοι γίνεσθαι τὸ γινόμενον μὴ καθ’ αὑτὸ ἀλλὰ κατὰ συμβεβηκός

    置于句首的宾格短语 τὴν στέρησιν μὴ ὂν οὖσαν ἐν ταῖς ἀρχαῖς 是一种前置(前取结构),随后被介词短语 ἐκ ταύτης 重新指代复指。句子的核心结构为:“如果有人就本原中作为非存在的缺乏而言,说生成之物从缺乏生成,不是凭自身而是依附随性质”(εἰ λέγοι τὸ γινόμενον γίνεσθαι ἐκ τῆς στερήσεως...)。

  2. 1.68ταῦτα οὖν, φησί, τὸ ἐξ ὄντος ἢ ἐκ μὴ ὄντος ἢ τὸ ὂν ἢ τὸ μὴ ὂν γίνεσθαι ἢ ποιεῖν ἢ πάσχειν, ἅπερ ἐπὶ παραδείγματος ἐκτιθέμενος λέγει μηδὲν διαφέρειν τοῦ τὸν ἰατρὸν ποιεῖν τι ἢ πάσχειν ἢ ἐξ ἰατροῦ εἶναί τι ἢ γίνεσθαι. ταῦτα οὖν διχῶς λέγεσθαί φησι

    这是一个带有同位语定冠词不定式短语及插入关系从句的复合结构。句首的 ταῦτα 被紧接着的不定式短语(τὸ ... γίνεσθαι ἢ ποιεῖν ἢ πάσχειν)同位具体阐述;在插入了从 ἅπερ 到 γίνεσθαι 的关系从句后,又被 ταῦτα οὖν διχῶς λέγεσθαί φησι 重新接引,构成了主句的“宾格加不定式”结构(φησὶ ταῦτα διχῶς λέγεσθαι)。

翻译:Gemini 3.8 Flash・中文译文与原文无修订urn:cts:greekLit:tlg4013.tlg004.humanitext-grc1:236.13-237.21