- 底本
- Simplicius, In Aristotelis Physicorum Libros Commentaria. Commentaria in Aristotelem Graeca IX, ed. H. Diels, Berlin: Reimer 1882, pp. 1-800; Commentaria in Aristotelem Graeca X, ed. H. Diels, Berlin: Reimer 1895, pp. 801-1366. Transcribed by Humanitext from the page images.
- 翻译
- AI 生成(gemini-3.8-flash) — 机器翻译,可能包含错误
- 语言
- 日本語 · English · 简体中文 · 한국어
- CTS URN
- urn:cts:greekLit:tlg4013.tlg004.humanitext-grc1:235.10-236.12
- 输出
- Humanitext Reader · reader.humanitext.ai · 2026-11-23
辛普里丘探讨亚里士多德在质料与形式之外将缺乏确立为本原的合理性,检视了古自然哲学家否定生成与消灭的疑难(既不能从存在亦不能从非存在生成)及其导致的一元论荒谬后果。
" Ὅτι δὲ μοναχῶς οὕτως λύεται καὶ ἡ τῶν ἀρχαίων ἀπορία λέγομεν μετὰ ταῦτα ἕως τοῦ ὑποκεῖσθαι γάρ τι δεῖ." Ὅτι καλῶς πρὸς τῇ ὕλῃ καὶ τὴν στέρησιν ἐν ταῖς ἀρχαῖς ἔθετο, δείκνυσιν ἐκ τοῦ τινὰς τῶν ἀρχαίων φιλοσόφων μὴ ἐννοήσαντας αὐτὴν ἀναιρεῖν τὴν γένεσιν καὶ τὴν φθορὰν ὑπὸ ἀπορίας τινὸς ἡττηθέντας καὶ ἄλλοις ἀτόποις περιπεσεῖν. πρώτους δὲ κατὰ φιλοσοφίαν λέγει οὐ μόνον τοὺς τῷ χρόνῳ προειληφότας, ἀλλὰ τοὺς πρώτως τὴν ἀλήθειαν ἐζητηκότας. οὐ περὶ πάντων δὲ λέγει νῦν, ἀλλὰ περὶ ἐκείνων ὅσοι γένεσιν ἀνῄρουν. διῄρηνται δὲ οὗτοι διχῇ, μᾶλλον δὲ τριχῇ. οἱ μὲν γὰρ αὐτῶν ἓν τὸ ὂν ἔλεγον καὶ ἀγένητον τοῦτο, οἱ δὲ πολλὰ μέν, ἐνυπάρχοντα δὲ ἐκκρίνεσθαι ἔλεγον, τὴν γένεσιν ἀναιροῦντες ὡς Ἀναξίμανδρος καὶ Ἀναξαγόρας, οἱ δὲ συγκρίσει καὶ διακρίσει τῶν πρώτων στοιχείων τὴν γένεσιν ἐποίουν, ὡς Δημόκριτος καὶ Ἐμπεδοκλῆς. οὐ γάρ ἐστι γένεσις, φησίν, ἀλλὰ μόνον μῖξίς τε διάλλαξίς τε μιγέντων. Ἀνεῖλον δὲ οὗτοι τὴν γένεσίν φησιν ὑπό τινος συσχεθέντες ἀπορίας, ἣν διαλῦσαι οὐκ ἴσχυσαν. λύεται δὲ τῶν ἀρχῶν τῶν φυσικῶν τοιούτων ὑποτεθεισῶν, οἵας ἡμεῖς ὑπεθέμεθα. θεὶς δὲ πρῶτον τὴν ἀπορίαν, ὑφ’ ἧς ἀπωσθέντες τῆς ἐπὶ τὴν ἀλήθειαν ἀγούσης ὁδοῦ τὴν γένεσιν ἀνῄρουν, καὶ τὸ τῇ ἀπορίᾳ ἑπόμενον ἄτοπον, τότε τὴν λύσιν ἐπάγει. καὶ ἔστιν ἡ ἀπορία τοιαύτη· τὸ γινόμενον ἀνάγκη ἢ ἐξ ὄντος ἢ ἐκ μὴ ὄντος γίνεσθαι· εἰ οὖν ἄμφω ἀδύνατα, οὐκ ἂν εἴη γένεσις· ὅτι δὲ ἄμφω ἀδύνατα, δῆλον· οὔτε γὰρ ἐξ ὄντος τὸ ὂν γίνεσθαι (εἶναι γὰρ ἤδη τὸ ὂν πρὸ τοῦ γενέσθαι) οὔτε ἐκ μὴ ὄντος (δεῖ γὰρ εἶναί τι τὸ ἐξ οὗ) καὶ ὅλως τὸ μὴ ὂν οὐδέν ἐστι. καὶ ἡ μὲν ἀπορία τοιαύτη. τὸ δὲ ἐφεξῆς συμβὰν ἐπάγει καὶ οὕτω δὴ τὸ ἐφεξῆς συμβαῖνον ἕως τοῦ ἐκεῖνοι μὲν ταύτην ἔλαβον τὴν δόξαν διὰ τὰ εἰρημένα. ὑπὸ τῆς ἀπορίας ἡττηθέντες, ὡς δοκοῦσί τινες, εἰς ἣν ἐξήγαγεν ἡ τοῦ ὄντος καὶ μὴ ὄντος ἔννοια τὸ κυρίως ὂν καὶ κυρίως μὴ ὂν μόνον εἶναι καὶ μὴ εἶναι εἰδυῖα, καὶ ἐπὶ τὸ ἑξῆς συμβαίνειν δοκοῦν ἡ ἀπορία προῆλθε.1 τοῦτο δέ ἐστι τὸ ἓν εἶναι τὸ ὄν, ὥσπερ Μέλισσος καὶ Παρμενίδης ἔλεγον τὸ παρὰ τὸ ὂν οὐκ ὂν λέγοντες. εἰ γὰρ πολλὰ εἴη τὰ ὄντα, δῆλον ὅτι καὶ διαφέροντά ἐστιν ἀλλήλων καὶ ἔσονται παρὰ τὸ ὂν αἱ διαφοραί, εἰ δέ τι παρὰ τὸ ὂν εἴη, ἢ ὂν ἔσται ἢ οὐκ ὄν· ἀλλ’ οὔτε ὂν εἶναι τὸ παρὰ τὸ ὂν δυνατὸν οὔτε τὸ οὐκ ὂν εἶναι. ὡς ἀτοπώτερον δὲ τοῦ μὴ εἶναι γένεσιν τὸ ἓν εἶναι τὸ ὂν ἀπὸ τῆς ἀπορίας καὶ τοῦτο αὐτοῖς ἐπελθὸν ἐπήγαγεν.2
“古人的疑难也唯有以这种方式得以化解,我们在这些之后说”直至“因为必须有某种底层”。 他将缺乏与质料并列置于本原之中是妥当的,这一点从以下事实得到证明:古代哲学家中的某些人由于未曾考虑到它[缺乏],在被某种疑难压倒之后取消了生成与消灭,并陷入了其他荒谬之中。而他所说的“哲学上的先驱”,不仅是指时间上居先的人,而且是指最先探求真理的人。但他现在并非谈论所有人,而是谈论那些取消生成的人。这些人被区分为两类,或者说三类。因为他们中的一些人说存在是一,且这是未生成的;另一些人则说存在是多,但它们内在存在着而被分离析出,从而取消了生成,如阿那克西曼德与阿那克萨戈拉;还有一些人通过第一元素的结合与分离来造成生成,如德谟克利特与恩培多克勒。因为他[恩培多克勒]说:“并无生成,而唯有混合以及被混合物的交换。”他说,这些人由于受困于某种他们无力化解的疑难而取消了生成。但是,如果假定自然本原是我们所假定的这类东西,这一疑难便得以化解。他在首先提出了使他们偏离通向真理之路而取消生成的疑难,以及伴随该疑难的荒谬后果之后,随后便引出了化解。疑难是这样的:生成之物必然要么从存在生成,要么从非存在生成;因此,如果两者皆不可能,生成便不会存在;而两者皆不可能则是显而易见的:因为存在既不会从存在生成(因为在生成之前,存在已经“存在”了),也不会从非存在生成(因为那由之生成的某物必须是某种存在),并且总体而言非存在是无。疑难便是如此。随后,他引出了接下来发生的事情:“由此确实将接踵而来的事”直至“由于前述原因,他们便接受了这种意见”。正如某些人所认为的,他们被疑难所压倒,而“存在”与“非存在”的概念将他们引向了这一疑难,这种概念只知晓本义的存在是“存在”而本义的非存在是“不存在”,于是疑难也推进到了似乎接踵而来的后果上。这也就是存在为一,正如梅利梭斯与巴门尼德所说的那样,他们说在存在之外的事物是非存在。因为,如果存在物是多数,显然它们彼此相异,并且诸差异将存在于存在之外;但如果在存在之外有某种东西,它要么是存在要么是非存在;然而在存在之外的事物既不可能是存在,非存在也不可能存在。而且,由于存在为一也是从疑难中临到他们身上的,他便将其作为比不存在生成更为荒谬之事补充了进来。
- 1.67ὑπὸ τῆς ἀπορίας ἡττηθέντες, ὡς δοκοῦσί τινες, εἰς ἣν ἐξήγαγεν ἡ τοῦ ὄντος καὶ μὴ ὄντος ἔννοια τὸ κυρίως ὂν καὶ κυρίως μὴ ὂν μόνον εἶναι καὶ μὴ εἶναι εἰδυῖα, καὶ ἐπὶ τὸ ἑξῆς συμβαίνειν δοκοῦν ἡ ἀπορία προῆλθε.
句首阳性复数主格分词 ὑπὸ τῆς ἀπορίας ἡττηθέντες 在逻辑上以此前述及的古代哲学家为主语,但由于主句的主语转变成了 ἡ ἀπορία,从而构成了破格句(主格悬空)。该句的骨干在于表达被疑难击倒之后,疑难又进一步推演到了接踵而至的荒谬后果。
- 1.67ὡς ἀτοπώτερον δὲ τοῦ μὴ εἶναι γένεσιν τὸ ἓν εἶναι τὸ ὂν ἀπὸ τῆς ἀπορίας καὶ τοῦτο αὐτοῖς ἐπελθὸν ἐπήγαγεν.
主动词 ἐπήγαγεν(以亚里士多德为主语)支配宾语 τὸ ἓν εἶναι τὸ ὄν,而 ὡς ἀτοπώτερον τοῦ μὴ εἶναι γένεσιν 作宾语补足语(“作为比不存在生成更为荒谬之事”)。分词短语 ἀπὸ τῆς ἀπορίας καὶ τοῦτο αὐτοῖς ἐπελθόν 与宾语同格修饰(“这也是从疑难中临到他们身上的”),构成了倒装与隔置结构。
