← 辛普里丘

亚里士多德《物理学》注释

§233.29-235.9

形式与质料的实体性及消灭问题

针对亚里士多德关于形式与底层质料何者更具有实体性的问题,辛普利丘批判性地考察了亚历山大围绕形式的不可消灭性所作的疑难及其化解,论证是个体性的元素形式确实会消灭,但总有另一形式接替其消灭。

显示 ▾
显示
译文
字体
AI ↗
← 上一节下一节 →
§1.66

" Πότερον δὲ οὐσία τὸ εἶδος ἢ τὸ ὑποκείμενον, οὔπω δῆλον." Ἐν μὲν τῷ τῶν δέκα Κατηγοριῶν βιβλίῳ τὴν οὐσίαν ὁ μὲν Ἀριστοτέλης εἴς τε τὴν πρώτην οὐσίαν καὶ τὴν δευτέραν διεῖλε, τουτέστιν εἴς τε τὴν ἄτομον καὶ τὴν εἰδικήν τε καὶ γενικήν, ὁ δὲ Ἀρχύτας εἴς τε τὴν ὕλην καὶ τὸ εἶδος καὶ τὸ σύνθετον, ᾧ καὶ Ἀριστοτέλης ἐν τῇ Μετὰ τὰ φυσικὰ συνακολουθήσας ἀκριβέστερον ἔδοξε καὶ αὐτὸς τριχῇ διελεῖν καὶ λέγει μάλιστα μὲν οὐσίαν τὸ συναμφότερον ἐπὶ τῶν γενητῶν, δευτέρως δὲ τὸ εἶδος καὶ τὴν ὕλην, ἐξ ὧν τὸ συναμφότερον συνέστηκε. τούτων δὲ κατὰ μὲν τὸ ἀίδιον καὶ ὑποκεῖσθαι τὴν ὕλην μᾶλλον οὐσίαν φησί· καθόσον δὲ τὸ εἶναι ἑκάστῳ τοῦτο ὅ ἐστι κατὰ τὸ εἶδός ἐστι, καθ’ ὃ καὶ διαφέρον τῶν ἄλλων ἐπ’ οἰκείας ἐστὶ φύσεως, κατὰ τοῦτο μᾶλλον οὐσία τὸ εἶδος αὐτῷ δοκεῖ. ταύτην οὖν ἐνδείκνυται νῦν τὴν σύγκρισιν ἀρκούμενος ἐν τῷ περὶ τῶν φυσικῶν ἀρχῶν λόγῳ, πόσαι καὶ τίνες εἰσὶν αἱ ἀρχαί, παραδοῦναι. “Ἀλλ’ εἰ φθείρεται, φησὶν Ἀλέξανδρος, τὸ εἶδος, πῶς ἀρχὴ τοῦτο; ἄφθαρτος γὰρ ἡ ἀρχὴ δοκεῖ εἶναι. “ἀρχῆς γὰρ ἀπολομένης, ὥς φησι Πλάτων, οὔτε αὐτὴ ἔκ του οὔτε ἄλλο ἐξ ἐκείνης γενήσεται”. λύει δὲ τὴν ἀπορίαν ὁ Ἀλέξανδρος λέγων ὅτι “οὐ πᾶσα ἀρχὴ τῶν ἐν γενέσει καὶ φθορᾷ ἄφθαρτος εἶναι δύναται· οὐ γὰρ δὴ καὶ ἡ στοιχειώδης· οὐ γὰρ ἂν ἔτι γένεσις εἴη καὶ φθορά. ἀλλ’ εἶναι μέν τινα καὶ ἄφθαρτον δεῖ, οὐ μὴν οἷόν τε πᾶσαν. καὶ τὸ εἶδος δέ, φησί, κἂν τῷ ἀριθμῷ φθαρτόν ἐστιν, ἀλλὰ τῷ γε εἴδει ἄφθαρτον. ἀεὶ γάρ ἐστι θερμὸν καὶ ψυχρόν, οὐκ ἀεὶ δὲ ταὐτὸν κατ’ ἀριθμόν· οὐ γὰρ ἂν ἦν γένεσις ἐν τοῖς οὖσιν.” ἀλλὰ ταῦτα μὲν εἴρηται μετρίως. ὁ δὲ Πλάτων οὐ τὴν στοιχειώδη τῶν σωμάτων ἀρχὴν τὴν κατὰ τὸ εἶδος ἀγένητον εἶπεν ἐν Φαίδρῳ, ἀλλὰ τὴν ‘ἀρχὴν καὶ πηγὴν τῆς κινήσεως’, ἥτις ἦν τὸ αὐτοκίνητον, καὶ ὅλως τὴν πρωτουργὸν ἐν πᾶσιν ἰδιότητα ποιητικὴν οὖσαν ἀρχὴν ἀλλ’ οὐ στοιχειώδη. ἐπάγει δὲ ὁ Ἀλέξανδρος καὶ ταῦτα· “ἢ οὐδὲ τὸ εἶδος φθείρεται· φθείρεται γὰρ τὸ γινόμενον· γίνεται δὲ οὔτε ἡ ὕλη οὔτε τὸ εἶδος, ἀλλὰ τὸ συναμφότερον· καὶ φθείρεται ἄρα τοῦτο. ὥστε αἱ ἀρχαὶ ἄφθαρτοι. ἀλλ’ οὐκ εἰ ἄφθαρτον, ἤδη καὶ ἀίδιον τὸ κατ’ ἀριθμὸν εἶδος· φθείρεται μὲν γὰρ τὸ συναμφότερον, ἡ δὲ φθορὰ αὐτοῦ κατὰ τὸ ἀποβάλλειν τὸ εἶδος.” ταῦτα δὲ δοκεῖ μὲν εἰρῆσθαι φυσικῶς ὑπὸ τοῦ Ἀλεξάνδρου. ἀπορίαν δὲ παρέχει, πῶς ὃ πρότερον μὴ ὂν ὕστερον ἔστιν, οὐκ ἂν λέγοιτο γίνεσθαι, καὶ ὃ πρότερον ὂν ὕστερον οὐκ ἔστιν, οὐκ ἂν λέγοιτο φθείρεσθαι. πῶς δὲ τὸ μὲν σύνθετον φθείρεσθαι λέγομεν, διότι ἀποβάλλει τὸ εἶδος οὐχὶ σῳζόμενον οὐδὲ ὑφιστάμενον μετὰ τὴν ἀποβολήν, ἀλλ’ εἰς τὸ μὴ ὂν ἀπιόν,1 〈τὸ δὲ εἶδος〉 (οὐ γάρ ἐστι χωριστὸν οὐδὲ τὸ εἶδος δι’ ὃ τὸ σύνθετον ἐφθάρη) οὐκ ἂν λέγοιτο φθαρτόν; πῶς δὲ εἰ ἄφθαρτον, οὐχὶ καὶ ἀΐδιον; κάλλιον οὖν οἶμαι μὴ ὑπεραττικίζειν.2 ἀλλὰ καὶ τὸ εἶδος τὸ ἄτομον καὶ ἐν γενέσει φθαρτὸν λέγομεν καὶ τὸ σύνθετον κατὰ τὸ εἶδος. οὐ γὰρ ἀνάγκη τῶν φθαρτῶν τὰς στοιχειώδεις ἀρχὰς ἀφθάρτους ὑποτίθεσθαι οὐδὲ εὐλαβούμενον τὸ εἶναί τινα εἰς τὸ μὴ ὂν φθειρόμενα τὰ νῦν μὲν ὄντα αὖθις δὲ μὴ ὄντα λέγειν ἄφθαρτα. οὐδὲ γὰρ ταῦτα εἰς τὸ μὴ ὂν ἁπλῶς φθείρεται, ἀλλ’ ἔστι τι ἄλλο πάντως εἶδος τὸ τὴν φθορὰν τοῦ φθειρομένου εἴδους διαδεχόμενον.

“形式与底层何者是实体,尚不清楚。” 在《十范畴》一书中,亚里士多德将实体划分为第一实体与第二实体,即个体以及种和属;而阿尔库塔斯则将其划分为质料、形式与复合物。亚里士多德在《形而上学》中亦追随他,认为自己也将其作三分是更为精确的,并说在可生成物中,最首要的实体是复合物,其次是构成复合物的形式与质料。而在这些之中,他说就作为永恒之物以及作为底层而言,质料在更大程度上是实体;但就每一事物之所以是其所是乃是依凭形式而言——事物亦依凭形式区别于他物且处于其固有的本性之中——在这方面形式对他而言似乎在更大程度上是实体。因此,他在关于自然本原的论述中满足于交代本原有多少以及是何种,现在只是指示出这一比较。亚历山大说:“但如果形式是可消灭的,这如何能是本原呢?因为本原被认为是不可消灭的。正如柏拉图所说:‘因为本原一旦毁灭,它自身既不会从任何东西产生,其他任何东西也不会从它产生。’”但亚历山大化解了这一疑难,他说:“并非处于生成与消灭之中的事物的所有本原都能是不可消灭的;因为元素性的本原绝不能如此,否则就不会再有生成与消灭了。诚然必须有某种不可消灭的本原,但绝不可能全都是。并且形式,”他说,“即使在数量上是可消灭的,但在种上至少是不可消灭的。因为冷与热总是存在,但并非在数量上总是同一的;否则在存在物之中就不会有生成了。”然而这些说法尚属平允。柏拉图在《斐德罗篇》中所说的未生成者并非物体依形式而言的元素性本原,而是“运动的本原与源泉”,即自身运动者,以及总的来说在万物中起初始作用、作为作因性本原而非元素性本原的特性。亚历山大还补充了以下内容:“抑或形式根本没有消灭;因为消灭的是生成之物;但既非质料生成亦非形式生成,而是复合物生成;因此消灭的也是这复合物。所以本原是不可消灭的。但数量上的形式如果不可消灭,并不随即也就是永恒的;因为消灭的是复合物,而它的消灭乃是在于剥除形式。”亚历山大这些话看似是合乎自然学地讲的;但它带来的疑难是:先前不存在而后来存在的东西,如何能不说它是生成的;而先前存在而后来不存在的东西,又如何能不说它是消灭的?并且,我们既然说复合物之所以消灭是因为它剥除了形式——形式在剥除之后既未被保存也未自立存留,而是离去进入非存在——那么〈形式本身〉(因为复合物赖以消灭的形式也并非可分离的)又怎能不说它是可消灭的呢?又,如果不可消灭,怎会不同样是永恒的呢?因此我认为,最好不要过分咬文嚼字。相反,我们既称个体且处于生成中的形式为可消灭的,也称复合物在形式上是可消灭的。因为没有必要假定可消灭之物的元素性本原是不可消灭的,也没有必要因为戒惕于会有某些东西消灭进入非存在,就说现在存在而随后不存在的东西是不可消灭的。因为这些形式也并不是单纯地消灭进入非存在,而是总有某种其他的形式接替那正在消灭的形式之消灭。

语法注2 条
  1. 1.66ἀποβάλλει τὸ εἶδος οὐχὶ σῳζόμενον οὐδὲ ὑφιστάμενον μετὰ τὴν ἀποβολήν, ἀλλ’ εἰς τὸ μὴ ὂν ἀπιόν

    分词 σῳζόμενον、ὑφιστάμενον 和 ἀπιόν 均为中性单数宾格,修饰前面的宾语 τὸ εἶδος。这一分词短语描述了形式自身在被剥除之后既未存留亦未自立持存,而是归于非存在的状态。

  2. 1.66κάλλιον οὖν οἶμαι μὴ ὑπεραττικίζειν

    动词 ὑπεραττικίζειν(“过分雅典化/过分追求雅典风”)是一个惯用表达,指在语言表达或概念界定上过度推敲、咬文嚼字。在此用于批评亚历山大执着于极其严格的术语区分(形式严格来说既非生成亦非消灭),主张不要在字句上过度吹毛求疵。

翻译:Gemini 3.8 Flash・中文译文与原文无修订urn:cts:greekLit:tlg4013.tlg004.humanitext-grc1:233.29-235.9