- 底本
- Simplicius, In Aristotelis Physicorum Libros Commentaria. Commentaria in Aristotelem Graeca IX, ed. H. Diels, Berlin: Reimer 1882, pp. 1-800; Commentaria in Aristotelem Graeca X, ed. H. Diels, Berlin: Reimer 1895, pp. 801-1366. Transcribed by Humanitext from the page images.
- 翻译
- AI 生成(gemini-3.8-flash) — 机器翻译,可能包含错误
- 语言
- 日本語 · English · 简体中文 · 한국어
- CTS URN
- urn:cts:greekLit:tlg4013.tlg004.humanitext-grc1:233.11-233.28
- 输出
- Humanitext Reader · reader.humanitext.ai · 2026-11-23
辛普利丘阐释了亚里士多德在《物理学》第一卷第七章(191a18)中对本原间关系与底层本性的概括,阐明缺乏态并非某种独立本性,而是在天然适格的主体中的缺失,并论述了缺乏态与其对应的形式属于同一范畴。
" Καὶ πῶς ἔχουσιν αἱ ἀρχαὶ πρὸς ἀλλήλας, καὶ τί τὸ ὑποκείμενον." Πῶς ἔχουσιν αἱ ἀρχαὶ ἢ τὰ ἐναντία λέγει, ὅτι ἀπουσία τῆς ἑτέρας ἡ ἑτέρα, καὶ τί τὸ ὑποκείμενον, ὅτι τὸ κατὰ ἀναλογίαν λαμβανόμενον καὶ ὃ μὴ ἔχει ἐναντίον. εἴρηκε δὲ αὐτῶν τὰς διαφοράς, ὅτι ἄλλο μὲν τὸ ὃ γίνεται, ἄλλο δὲ τὸ γινόμενον καὶ ἄλλο τὸ ἐξ οὗ. καὶ ὅτι ἡ μὲν ὕλη ὑπομένει καὶ ἐνυπάρχει ἐν τῷ γινομένῳ ἡ δὲ στέρησις οὔ. καὶ δῆλον ἐκ πάντων τῶν εἰρημένων, ὅτι ἡ στέρησις οὐκ ἔστι φύσις τις κατὰ Ἀριστοτέλην, ἀλλ’ ἀπουσία ἐν τῷ πεφυκότι. ὅταν οὖν συμβεβηκὸς τῇ ὕλῃ λέγηται ἡ στέρησις, οὐχ ὡς εἶδος λέγεται, ἀλλ’ ὡς ἐμοὶ συμβέβηκε τὸ μὴ εἶναι ἐν ἀγορᾷ. εἰ δέ ἐστι τοιοῦτον ἡ στέρησις, ἐπιζητήσειεν ἄν τις εὐλόγως, ὑπὸ ποίαν κατηγορίαν ταχθήσεται. ἢ εἰ τὸ εἶδος οὐσία, καὶ ἡ στέρησις οὐσία ἔσται· ὑφ’ ὃ γὰρ τὸ ἕτερον1 τῶν ἀντικειμένων, ὑπὸ τοῦτο καὶ τὸ ἕτερον. οὐχ ὡς τὰ ἐναντία μέντοι (ταῦτα γὰρ ὄντα τι) ὑπὸ τὸ αὐτὸ γένος ἐστίν, ἀλλ’ ὅτι αἱ στερήσεις τινῶν ἐν τοῖς αὐτοῖς εἰσι γένεσιν ἐκείνοις.2 εἰδοποιοῦνται γάρ πως καὶ αὗται καὶ χαρακτηρίζονται ἀπὸ τῶν εἰδῶν. διὸ καὶ αὐτὸς εἰς τοῦτο βλέψας “εἶδος γάρ πως καὶ ἡ στέρησις” φησίν.
“以及本原彼此如何相互关联,并且底层是什么。” 关于本原即诸对立物如何相互关联,他说:一个乃是另一个的缺失;关于底层是什么,他说:乃是依类比而被把握之物,以及没有对立面的东西。并且他也陈述了它们的差异:〔某物〕所成为之物是一回事,生成之物是另一回事,从中生成之物又是另一回事;质料在生成物中持存且内在存在,而缺乏态则不然。从所说的一切中显而易见的是,依照亚里士多德,缺乏态并不是某种本性,而是在天然具接受能力之物中的缺失。因此,当缺乏态被说成是质料的偶性时,它并不是作为形式而被述说的,而是如同我没有在广场上这一情况作为偶性发生在我身上一样。但如果缺乏态是这样的东西,人们可以合乎情理地探究,它应当被归入哪一个范畴之下。或者说,如果形式是实体,缺乏态也将是实体。因为对立双方中的一方归于哪个[范畴]之下,另一方也归于这个[范畴]之下。然而,这并不是像诸相反者(因为这些是某种实在之物)处于同一属之下那样,而是因为某些事物的缺乏态处于与那些事物相同的诸属之中。因为这些缺乏态在某种意义上也由形式赋予形相并规定其特征。因此他本人也是着眼于此而说:“因为缺乏态在某种意义上也是形式。”
- 1.65ὑφ’ ὃ γὰρ τὸ ἕτερον τῶν ἀντικειμένων, ὑπὸ τοῦτο καὶ τὸ ἕτερον
关系代词短语 ὑφ’ ὅ 与指示代词短语 ὑπὸ τοῦτο 的关联结构。省略了先行词的关系分句“对立双方中的一方在哪个[范畴]之下”,与主句的“另一方也在这之下”相呼应,两个分句中均省略了谓语动词(如 ἐστί 或 τάττεται)。
- 1.65ἐν τοῖς αὐτοῖς εἰσι γένεσιν ἐκείνοις
与格 ἐκείνοις 由 τοῖς αὐτοῖς 引领,作表示相同/伴随的与格,意为“在与那些[事物](即前文 τινων 所指的被剥夺的形式)相同的诸属之中”。
