- 底本
- Simplicius, In Aristotelis Physicorum Libros Commentaria. Commentaria in Aristotelem Graeca IX, ed. H. Diels, Berlin: Reimer 1882, pp. 1-800; Commentaria in Aristotelem Graeca X, ed. H. Diels, Berlin: Reimer 1895, pp. 801-1366. Transcribed by Humanitext from the page images.
- 翻译
- AI 生成(gemini-3.8-flash) — 机器翻译,可能包含错误
- 语言
- 日本語 · English · 简体中文 · 한국어
- CTS URN
- urn:cts:greekLit:tlg4013.tlg004.humanitext-grc1:231.30-233.10
- 输出
- Humanitext Reader · reader.humanitext.ai · 2026-11-23
辛普里修论证可感觉之物的大小与体积乃是对于理知形式原理的质料性偏离,引用《物理学》第四卷处所论表明亚里士多德与毕达哥拉斯学派质料观的一致性,并探讨了191a7文本的语法异读。
καὶ γὰρ ὁ τοῦ τριπήχεος μεγέθους λόγος καὶ ὁ τῆς τριάδος ἀδιάστατός τε καὶ ἀμερής ἐστι καὶ ἀσώματος. ταῦτα μέντοι τὰ τῶν αἰσθητῶν οἰκεῖα ἄλογα καὶ σωματικὰ καὶ μεμερισμένα καὶ εἰς ὄγκον καὶ διασπασμὸν ὑπελθόντα διὰ τὴν εἰς γένεσιν καὶ εἰς τὸ ἔσχατον πρόοδον, ταὐτὸν δὲ εἰπεῖν εἰς ὕλην. ὑποστάθμη γὰρ καὶ ὕλη ὄντως ἐστὶν ἀεὶ τὸ ἔσχατον. διὸ καὶ Αἰγύπτιοι τὴν τῆς πρώτης ζωῆς, ἣν ὕδωρ συμβολικῶς ἐκάλουν, ὑποστάθμην τὴν ὕλην ἔλεγον οἷον ἰλύν τινα οὖσαν. καὶ ἔστιν οἷον χώρα αὕτη τῶν γενητῶν τε καὶ αἰσθητῶν οὐκ εἶδός τι ἀφωρισμένον ὑπάρχον, ἀλλ’ ὑποστάσεως κατάστημα,1 ὥσπερ τὸ ἀμερὲς καὶ ἀδιάστατον καὶ ἄυλον καὶ ὄντως ὂν καὶ τὰ τοιαῦτα κατάστημά ἐστι τῆς νοητῆς φύσεως, πάντων μὲν ὄντων τῶν εἰδῶν καὶ ἐκεῖ καὶ ἐνταῦθα, ἀλλ’ ἐκεῖ μὲν ἀύλως, ἐνταῦθα δὲ ὑλικῶς, ταὐτὸν δὲ εἰπεῖν, ἐκεῖ μὲν ἀμερίστως καὶ ἀληθῶς, ἐνταῦθα δὲ μεριστῶς καὶ σκιοειδῶς. διὸ καὶ ἕκαστον εἶδος ἐνταῦθα διέστη κατὰ τὴν ὑλικὴν διάστασιν. Ἀλλὰ πῶς ταῦτα τῷ Ἀριστοτέλει συμφωνήσεται καὶ τῷ Πλάτωνι ὑποκείμενόν τι τῇ ἐναντιώσει τὴν ὕλην εἶναι βουλομένοις; ἢ τὰ μὲν ὑπὸ τῶν ἄλλων περὶ ὕλης λεγόμενα εἰς τὸ σῶμα ἔσχατον ἀπάγει τῷ ὄντι. οὐ γάρ ἐστί τι τῷ σώματι ἀντικείμενον. καὶ οὕτως ἀγένητον ἔσται καὶ ἄφθαρτον οὐ τὸ οὐράνιον σῶμα μόνον, ἀλλὰ καὶ τὸ ὑπὸ σελήνην. ἡ δὲ νῦν ῥηθεῖσα ἔννοια καὶ τὴν σωματικὴν διάστασιν τῶν ὑπὸ σελήνην γινομένην καὶ φθειρομένην σὺν τῷ εἴδει τῷ διεστῶτι φυλάττει οἷον ἀνθρώπῳ ἢ ἵππῳ. ἢ ὅταν οὐσία ᾖ τὸ γινόμενον,2 καὶ ἡ μεταβολὴ περὶ τὴν ὑλικὴν γίνεται παράλλαξιν μένουσαν ἀεί. τὰ μὲν γὰρ συμβεβηκότα περὶ τὰς οὐσίας μεταβάλλεται, αἱ δὲ οὐσίαι περὶ τὸ εἰρημένον ὑπὸ τῶν Πυθαγορείων ποσὸν ἢ κατὰ στέρησιν ἤτοι περὶ τὴν ἀπὸ τοῦ ὄντος παράλλαξιν, ταὐτὸν δὲ εἰπεῖν περὶ τὴν διάστασιν καὶ τὸν ὄγκον τὸν ὑλικόν. ἐκ γὰρ ὕδατος ἀὴρ γίνεται οὐ μόνον τῶν ποιοτήτων μεταβαλλουσῶν, ἀλλὰ καὶ τοῦ μεγέθους τοῦ εἰδητικοῦ· ἄλλο γὰρ ἑκατέρωθι μέγεθος. καὶ οὐκ ἔστι τὸ ἔλαττον μέρος τοῦ μείζονος, ἀλλ’ εἶδος ἀφωρισμένον ἑκάτερον, † κἂν ἐκμενούσης δὲ τῆς ὑλικῆς διαστάσεως ἑκατέρωθι. ὑλικὰ γὰρ ὁμοίως ἄμφω καὶ ὁμοίως μεριστὰ καὶ αἰσθητὰ καὶ ἀδιάφορα κατὰ τὴν ὕλην. αἱ γὰρ διαφοραὶ κατὰ τὰ εἴδη θεωροῦνται. ὅτι δὲ καὶ αὐτὸς Ἀριστοτέλης τοιαύτην ἔχει περὶ τῆς ὕλης ἔννοιαν οἵαν καὶ οἱ Πυθαγόρειοι τὴν κατὰ διάστασιν καὶ τὸ ἀόριστον ποσόν, ἀπὸ τῶν ἐν τῷ τετάρτῳ βιβλίῳ τῆσδε τῆς πραγματείας λεγομένων ἔστι μαθεῖν. λέγει γὰρ ἐν ἐκείνοις· “ᾗ δὲ δοκεῖ ὁ τόπος εἶναι τὸ διάστημα τοῦ μεγέθους, ταύτῃ ἡ ὕλη δόξει· τοῦτο γὰρ ἕτερον τοῦ μεγέθους· τοῦτο δέ ἐστι τὸ περιεχόμενον ὑπὸ τοῦ εἴδους καὶ ὡρισμένον οἷον ὑπὸ ἐπιπέδου καὶ πέρατος. ἔστι δὲ τοιοῦτον ἡ ὕλη καὶ τὸ ἀόριστον.” ὅσοι δὲ κατὰ τὸ ὂν τὸ χεῖρον τῶν εἰδῶν ἢ κατὰ τὸ ἓν τὸ τοῦ πρωτίστου ἑνὸς ἀπήχημα τὴν ὕλην νοεῖν ἀξιοῦσιν, οὐκ οἶδα ὅπως κατορθοῦσι. τὸ μὲν γὰρ ἓν καὶ τὸ ὂν ὅταν μηδὲν ἄλλο ἢ ἓν καὶ ὂν θεωρῶνται, κυρίως ἐστὶν ὅπερ λέγονται καὶ πρώτως· ἡ δὲ ὕλη τὸ ἔσχατόν ἐστι καὶ τοῦ ὄντος ἐκβαῖνον καὶ πολλῷ μᾶλλον τοῦ ἑνὸς καὶ ἐν τῇ παραλλάξει καὶ παρεκτροπῇ τῇ πρὸς τὸ ὄν ὑφέστηκεν, ἐπειδὴ διὰ τὴν γόνιμον τοῦ ὄντος δύναμιν ἔδει καὶ τὴν ἔμφασιν τοῦ ὄντος ὑποστῆναι. ἀλλὰ ταῦτα μὲν διὰ τὴν κρατοῦσαν περὶ τῆς ὕλης ἔννοιαν οὐκ ἀρεστὴν ἐμοὶ ἐπὶ πλέον μηκῦναι προήχθην. κατὰ δὲ τὴν λέξιν τὸ μία δὲ ἡ ὁ λόγος3 σημαίνει μὲν τὸ μία ἄλλην εἶναι τὴν κατὰ τὸν λόγον καὶ κατὰ τὸ εἶδος ἀρχήν, ἀσάφειαν δὲ ποιεῖ τὸ ἡ τῷ ὁ λόγος προσκείμενον καὶ θηλυκὸν ἄρθρον τῷ ἀρσενικῷ συντεταγμένον. συντέτακται δὲ οὐ τῷ ὁ λόγος, ἀλλὰ τῇ ἀρχῇ, ὡς εἶναι ἴσον τῷ μία δὲ ἡ κατὰ τὸν λόγον, ἢ μᾶλλον μία ἀρχὴ ὁ λόγος καὶ τὸ εἶδος. γράφεται δέ, ὥς φησιν Ἀλέξανδρος, καὶ χωρὶς τοῦ ἡ, τινῶν ἴσως διὰ τὴν ἀσάφειαν ἀφελόντων αὐτό, καίτοι μετ’ αὐτοῦ τῆς ἑρμηνείας ἀρχαιοπρεπεστέρας οὔσης.
因为三肘长大小的原理和三的原理都是无广度的、不可分的、非物体的。然而,属于可感觉之物的这些特有之物,则是无理的、物体的、被分割的,并且由于向生成以及向最下层的行进而进入了体积与分散——这也就是说是进入了质料。因为真正的最下层始终是沉淀物与质料。因此埃及人也把原初生命——他们象征性地称之为水——的沉淀物称为质料,认为它是某种泥浆。这好比是生成之物与可感觉之物的场所,它并不是作为某种被限定的形式而存在,而是作为持存的一种状态存在,正如同不可分、无广度、无质料、真实存在及此类事物是理知本性的状态一样;一切形式在彼处[理知界]与此处[可感觉界]皆存在,但彼处是无质料地,此处是质料地,这也就是说是,彼处是不可分且真实地,此处是可分且如阴影般地。因此此处的每一形式都依照质料性广度而分离开来。 但是,这些说法如何能与希望质料成为对立之底层的亚里士多德与柏拉图相协调呢?或者说,其他人关于质料所说的话,在事实上把质料归结为了最终的物体吗?因为并没有任何事物与物体相对立。这样一来,不仅属天的物体,而且月下的物体也将是不生不灭的了。然而现在所陈述的这一概念,甚至把月下事物的物体性广度,也与诸如人或马这种分离开的形式一起,保持为生成和毁灭的。抑或当生成之物是实体时,变化也是围绕着始终留存的质料性偏离而发生的呢?因为偶性是围绕着实体而变化的,而实体则是围绕着毕达哥拉斯学派所说的依缺乏态的量变化的,即围绕着偏离存在而变化,这也就是说是围绕着质料性广度与体积而变化。因为水生成空气,不仅是由于性质发生变化,而且形式性大小也发生变化;因为两处的大小是不同的。较小的并非较大的部分,而是各自都是限定的形式,即便质料性广度在二者中皆留存。因为二者同样是具质料的,同样是可分的和可感觉的,并且就质料而言毫无差别;因为差别是依诸形式来考察的。而亚里士多德本人关于质料也持有与毕达哥拉斯学派相似的依广度与不定之量的观念,这一点可以从本论著第四卷中所说的话中得知。因为他在那些段落中说:“就处所被视为大小的间隔而言,在这一方面它将被视为质料;因为这与大小不同;而这就是被形式所包容且如同被平面与界限所规定的东西。质料与不定之物正是这样的东西”。至于那些主张应当依照劣于诸形式的存在、或依照第一一者之回声的一来设想质料的人,我不知道他们怎么能是对的。因为一与存在当被考察为无非是一与存在时,它们在本真且首要的意义上就是它们所被称呼的东西;而质料则是最下层者,偏离了存在,更远地偏离了一,并且持存于相对于存在的偏离与脱轨之中,因为由于存在的繁衍潜能,存在的投影也必须得以存立。然而由于当下盛行却不合我意的质料观念,我才被迫把这些问题展开得更长了。 就字面而言,在“而一则是那、那原理”这一词句中,“一”意指依原理和依形式的本原是另一个〔本原〕;但是附加在“那原理”之前的阴性冠词“那”,作为与阳性名词相连的阴性冠词,造成了晦涩。然而它并不是与“那原理”相连,而是与“本原”相连,从而等同于“而一则是那依原理的[本原]”,或者更确切地说是“一个本原乃是原理和形式”。正如亚历山大所说,此句也有不带阴性冠词的写法,某些人或许因其晦涩而删去了它,尽管带有该冠词的行文风格更为古朴。
- 1.64ἀλλ’ ὑποστάσεως κατάστημα
与 οὐκ εἶδός τι ἀφωρισμένον ὑπάρχον(非作为某种被限定的形式存在)相对比的述语成分,表明质料并非特定的形式,而是持存的一种状态或样态。
- 1.64ἢ τὰ μὲν ὑπὸ τῶν ἄλλων ... ἢ ὅταν οὐσία ᾖ τὸ γινόμενον
紧接在关于与亚里士多德和柏拉图学说协调的疑问句(Ἀλλὰ πῶς...)之后,两个 ἤ 提出了应对难问的替代性解释假设:前者指出他人的学说是否在实际上将质料归结为物体,后者则提出在实体变化中质料性偏离作为底层而留存。
- 1.64τὸ μία δὲ ἡ ὁ λόγος
引自亚里士多德的文本(191a7)。辛普里修解释了句中看似不一致的性配合:阴性冠词 ἡ 并非与阳性名词 ὁ λόγος 搭配,而是指涉省略的阴性名词 ἀρχή(本原),因此意为“另一个[本原]乃是原理”。
