← 辛普里丘

亚里士多德《物理学》注释

§230.12-231.30

作为不定延展的质料与毕达哥拉斯学派的学说

辛普里丘将物体区分为形式性规定的物体与作为不定延展和弛豫的物体,论证后者才是第一质料。随后他引用莫德拉图斯和波菲利的记载,表明将质料视作不定量的这一概念源自毕达哥拉斯学派和柏拉图。

显示 ▾
显示
译文
字体
AI ↗
← 上一节下一节 →
§1.64#4

ἔτι δὲ τὸ σῶμα πρὸς τὰς ἀσωμάτους ποιότητας ἀντιδιῄρηται, ἡ δὲ ὕλη ὁμοίως ἔχει πρὸς πάντα. ἔτι δὲ τὸ σῶμα τρισὶν ὥρισται διαστάσεσιν, ἡ δὲ ὕλη παντελῶς ἐστιν ἀόριστος. τούτων οὖν οὕτως ἑκατέρωθεν τῶν λόγων φερομένων, ὅτι μὲν εἶδος εἶναι τὸ τοῖς εἴδεσιν ὑποκείμενον οὐ χρή, πρόδηλον. διόπερ εἰ τὸ σῶμα εἶδός ἐστιν, οὐκ ἂν εἴη σῶμα. ὅτι δὲ τὸ κοινῇ πᾶσι τοῖς φυσικοῖς καὶ αἰσθητοῖς ὑπάρχον ὡς τοιούτοις τοῦτο εἶναι χρὴ τὴν ὕλην, καὶ τοῦτο οἶμαι τῶν προδηλοτάτων ἐστί. κοινὸν δὲ πᾶσι τὸ εἰς ὄγκον ἐκτείνεσθαι καὶ διάστασιν. διὸ “ἡ περὶ φύσεως ἐπιστήμη, ὥς φησιν Ἀριστοτέλης, περί τε σώματα καὶ μεγέθη καὶ τὰ τούτων ἐστὶ πάθη”. μήποτε οὖν διττὸν θετέον τὸ σῶμα1 τὸ μὲν ὡς κατὰ εἶδος καὶ κατὰ λόγον ὑφεστὼς καὶ τρισὶν ὡρισμένον διαστάσεσι, τὸ δὲ ὡς πάρεσιν καὶ ἔκτασιν καὶ ἀοριστίαν τῆς ἀσωμάτου καὶ ἀμερίστου καὶ νοητῆς φύσεως, οὐ τρισὶ τοῦτο διαστάσεσιν εἰδητικῶς ὡρισμένον, ἀλλὰ πάντῃ παρειμένον τε καὶ ἐκλελυμένον καὶ πανταχόθεν ἀπὸ τοῦ ὄντος ἀπορρέον εἰς τὸ μὴ ὄν. καὶ τὴν τοιαύτην ἴσως διάστασιν τὴν ὕλην θετέον. ἀλλ’ οὐχὶ τὸ σωματικὸν εἶδος τὸ μετρῆσαν ἤδη καὶ ὁρίσαν τὸ ἄπειρον καὶ ἀόριστον τῆς τοιαύτης διαστάσεως καὶ στῆσαν ἀποφεύγουσαν αὐτὴν ἀπὸ τοῦ ὄντος. ἐπιστῆσαι γὰρ ἄξιον, ὅτι ᾧ διαφέρει τὰ ἔνυλα τῶν ἀύλων, τοῦτο εἶναι προσήκει τὴν ὕλην. διαφέρει δὲ ὄγκῳ καὶ διαστάσει καὶ μερισμῷ καὶ τοῖς τοιούτοις, οὐ τοῖς κατὰ μέτρα ὡρισμένοις, ἀλλὰ τοῖς ἀμέτροις καὶ ἀορίστοις καὶ ὁρίζεσθαι δυναμένοις ὑπὸ τῶν εἰδητικῶν μέτρων. Ταύτην δὲ περὶ τῆς ὕλης τὴν ὑπόνοιαν ἐοίκασιν ἐσχηκέναι πρῶτοι μὲν τῶν Ἑλλήνων οἱ Πυθαγόρειοι, μετὰ δ’ ἐκείνους ὁ Πλάτων, ὡς καὶ Μοδέρατος ἱστορεῖ. οὗτος γὰρ κατὰ τοὺς Πυθαγορείους τὸ μὲν πρῶτον ἓν ὑπὲρ τὸ εἶναι καὶ πᾶσαν οὐσίαν ἀποφαίνεται, τὸ δὲ δεύτερον ἕν, ὅπερ ἐστὶ τὸ ὄντως ὂν καὶ νοητόν, τὰ εἴδη φησὶν εἶναι, τὸ δὲ τρίτον, ὅπερ ἐστὶ τὸ ψυχικόν, μετέχειν τοῦ ἑνὸς καὶ τῶν εἰδῶν, τὴν δὲ ἀπὸ τούτου τελευταίαν φύσιν τὴν τῶν αἰσθητῶν οὖσαν μηδὲ μετέχειν, ἀλλὰ κατ’ ἔμφασιν ἐκείνων κεκοσμῆσθαι, τῆς ἐν αὐτοῖς ὕλης τοῦ μὴ ὄντος πρώτως ἐν τῷ ποσῷ ὄντος οὔσης σκίασμα καὶ ἔτι μᾶλλον ὑποβεβηκυίας καὶ ἀπὸ τούτου. καὶ ταῦτα δὲ ὁ Πορφύριος ἐν τῷ δευτέρῳ Περὶ ὕλης τὰ τοῦ Μοδεράτου παρατιθέμενος γέγραφεν ὅτι “βουληθεὶς ὁ ἑνιαῖος λόγος, ὥς πού φησιν ὁ Πλάτων, τὴν γένεσιν ἀφ’ ἑαυτοῦ τῶν ὄντων συστήσασθαι, κατὰ στέρησιν αὑτοῦ ἐχώρησε τὴν ποσότητα2 πάντων αὐτὴν στερήσας τῶν αὑτοῦ λόγων καὶ εἰδῶν. τοῦτο δὲ ποσότητα ἐκάλεσεν ἄμορφον καὶ ἀδιαίρετον καὶ ἀσχημάτιστον, ἐπιδεχομένην μέντοι μορφὴν σχῆμα διαίρεσιν ποιότητα πᾶν τὸ τοιοῦτον. ἐπὶ ταύτης ἔοικε, φησί, τῆς ποσότητος ὁ Πλάτων τὰ πλείω ὀνόματα κατηγορῆσαι “πανδεχῆ” καὶ ἀνείδεον λέγων καὶ “ἀόρατον” καὶ “ἀπορώτατα τοῦ νοητοῦ μετειληφέναι” αὐτὴν καὶ “λογισμῷ νόθῳ μόλις ληπτήν” καὶ πᾶν τὸ τούτοις ἐμφερές. αὕτη δὲ ἡ ποσότης, φησί, καὶ τοῦτο τὸ εἶδος τὸ κατὰ στέρησιν τοῦ ἑνιαίου λόγου νοούμενον τοῦ πάντας τοὺς λόγους τῶν ὄντων ἐν ἑαυτῷ περιειληφότος παραδείγματά ἐστι τῆς τῶν σωμάτων ὕλης, ἣν καὶ αὐτὴν ποσὸν καὶ τοὺς Πυθαγορείους καὶ τὸν Πλάτωνα καλεῖν ἔλεγεν,3 οὐ τὸ ὡς εἶδος ποσόν, ἀλλὰ τὸ κατὰ στέρησιν καὶ παράλυσιν καὶ ἔκτασιν καὶ διασπασμὸν καὶ διὰ τὴν ἀπὸ τοῦ ὄντος παράλλαξιν, δι’ ἃ καὶ κακὸν δοκεῖ ἡ ὕλη ὡς τὸ ἀγαθὸν ἀποφεύγουσα. καὶ καταλαμβάνεται ὑπ’ αὐτοῦ καὶ ἐξελθεῖν τῶν ὅρων οὐ συγχωρεῖται, τῆς μὲν ἐκτάσεως τὸν τοῦ εἰδητικοῦ μεγέθους λόγον ἐπιδεχομένης καὶ τούτῳ ὁριζομένης, τοῦ δὲ διασπασμοῦ τῇ ἀριθμητικῇ διακρίσει εἰδοποιουμένου”. ἔστιν οὖν ἡ ὕλη κατὰ τοῦτον τὸν λόγον οὐδὲν ἄλλο ἢ ἡ τῶν αἰσθητῶν εἰδῶν πρὸς τὰ νοητὰ παράλλαξις παρατραπέντων ἐκεῖθεν καὶ πρὸς τὸ μὴ ὂν ὑποφερομένων. ὅτι γὰρ ἄλλος ἐστὶν ὁ ὄγκος ὁ τῶν αἰσθητῶν οἰκεῖος καὶ ἄλλο τὸ εἰδητικὸν μέγεθος, καὶ ἄλλος μὲν ὁ διασπασμὸς τῶν αἰσθητῶν εἰδῶν, ἄλλη δὲ ἡ ἀριθμητικὴ διάκρισις, δῆλον ἐκ τοῦ ἐκεῖνα μὲν λόγους εἶναι καὶ εἴδη ἀδιάστατά τε καὶ ἀμέριστα.

再者,物体是与非物体的性质相对区分的,而质料则同等地对待一切事物。再者,物体由三维所规定,而质料则是完全不定的。因此,在双方的论证如此展开的情况下,作为诸形式之底层的绝不应当是形式,这是极其显而易见的;因此,如果物体是形式,质料就不可能是物体。然而,作为此类事物而共同属于一切自然和可感觉之物的东西,必然就是质料,我认为这也是最显而易见的事情之一。而共同属于一切事物的,乃是延展为体积与广度。因此,“正如亚里士多德所说,关于自然之科学乃是关于物体、大小以及这些事物的属性”。那么,难道不应当将物体设想为双重的吗?其一乃是依形式和原理而持存、且由三维所规定的;其二乃是非物体的、不可分的和理知本性的弛豫、伸展与不定性,并非形式性地由三维所规定,而是在所有方面都弛豫且瓦解、从所有方向从存在流逝入非存在。或许应当将这样的广度设想为质料,而不是那已经量度并规定了此类广度的无限与不定、并阻止它从存在中逃离的物体性形式。因为值得注意的是,具质料之物借以有别于无质料之物者,理当就是质料;而它们借以区别的乃是体积、广度、分割及此类事物,并非依尺度所规定者,而是无尺度、不定的、且能够被形式性尺度所规定者。 希腊人中似乎最先是毕达哥拉斯学派持有关于质料的这种观念,其后则是柏拉图,正如莫德拉图斯所记载的那样。因为他依照毕达哥拉斯学派的观点,宣称第一一者超越存在和一切实体,第二一者——即真正存在且可理知者——他说即是诸形式,第三者——即属于灵魂者——分有一者和诸形式,而在这之后的最后本性——即属于可感觉之物的本性——甚至并不分有,而是依照那些事物的投影而被赋予秩序,可感觉之物中的质料乃是首先在量之中的非存在的阴影,并且甚至从那里进一步向下退落。波菲利在《论质料》第二卷中引用莫德拉图斯的话写道:“一统的原理,正如柏拉图在某处所说,意欲从自身确立诸存在的生成,依自身的缺乏态退让出量性,剥夺了它属于自身的一切原理和形式。他称之为无形态、不可分且无形状的量性,然而能接纳形态、形状、分割、性质及所有此类事物。他说,柏拉图似乎将大部分名称述谓于这一量性,称之为‘全受者’、无形式者、‘不可见者’,并说它‘以极其费解的方式分有理知之物’且‘依私生子般的推理勉强可把握’,以及一切与此相类者。他说,这一量性以及依涵盖诸存在一切原理于自身之中的一统原理之缺乏态而被设想的这一形式,乃是诸物体质料的原型,他说毕达哥拉斯学派和柏拉图也称这一质料本身为量——并非作为形式的量,而是依缺乏态、瓦解、伸展和分散而言的,也是由于偏离存在而言的,正因这些,质料因逃避善而被视为恶。它被善所摄受,而不被允许逾越界限,伸展接纳形式性大小的原理并被其所规定,而分散则通过数的区分而被赋予形式”。因此依此说法,质料无非是可感觉形式相对于理知之物的偏离,即它们从那里偏转并沉沦向非存在。因为可感觉之物特有的体积是一回事,形式性大小是另一回事,可感觉形式的分散是一回事,数的区分是另一回事,这从后者是无广度且不可分的原理与形式这一事实来看是显而易见的。

语法注3 条
  1. 1.64μήποτε οὖν διττὸν θετέον τὸ σῶμα

    μήποτε 与动词性形容词 θετέον 连用,表达审慎的建议或推测(“难道不应当设定……”或“或许应当设定……”),而非全然的疑问。后文由 τὸ μέν... τὸ δέ... 引出的分句与中性的 τὸ σῶμα 构成同位语,阐明了两种意义上的“物体”。

  2. 1.64κατὰ στέρησιν αὑτοῦ ἐχώρησε τὴν ποσότητα

    动词 ἐχώρησε 在此处作使役或及物动词使用,意为“为量性让出空间”或“使量性退让/产生”。它描述了宇宙生成过程:一统的原理通过对自身的缺乏,让位或退引出了空间性与量性的延展。

  3. 1.64ἣν καὶ αὐτὴν ποσὸν καὶ τοὺς Πυθαγορείους καὶ τὸν Πλάτωνα καλεῖν ἔλεγεν

    关系代词 ἣν 的先行词是前文的 τῆς τῶν σωμάτων ὕλης。该句由主从结构构成,主谓动词 ἔλεγεν(主语为莫德拉图斯)统领一个带不定式的宾格句:καὶ τοὺς Πυθαγορείους καὶ τὸν Πλάτωνα 为意义上的主语,καλεῖν 为不定式,ἣν καὶ αὐτήν(“这一质料本身”)为直接宾语,ποσόν 为宾语补足语(述谓宾格)。

翻译:Gemini 3.8 Flash・中文译文与原文无修订urn:cts:greekLit:tlg4013.tlg004.humanitext-grc1:230.12-231.30