- 底本
- Simplicius, In Aristotelis Physicorum Libros Commentaria. Commentaria in Aristotelem Graeca IX, ed. H. Diels, Berlin: Reimer 1882, pp. 1-800; Commentaria in Aristotelem Graeca X, ed. H. Diels, Berlin: Reimer 1895, pp. 801-1366. Transcribed by Humanitext from the page images.
- 翻译
- AI 生成(gemini-3.8-flash) — 机器翻译,可能包含错误
- 语言
- 日本語 · English · 简体中文 · 한국어
- CTS URN
- urn:cts:greekLit:tlg4013.tlg004.humanitext-grc1:228.28-230.12
- 输出
- Humanitext Reader · reader.humanitext.ai · 2026-11-23
辛普里修斯援引亚里士多德的文本与普罗提诺的论证,通过多种演绎论点与三段论,驳斥了第一质料是无性质的物体的学说。
ὅτι δὲ οὐδὲ ὁ Ἀριστοτέλης τὸ σῶμα βούλεται εἶναι τὸ πρῶτον ὑποκείμενον, σαφῶς ἐδήλωσεν, ἐν οἷς φησιν “ἔστι γὰρ καὶ σώματος ὕλη καὶ μεγάλου καὶ μικροῦ ἡ αὐτή”. ἡ γὰρ τοῦ σώματος ὕλη οὐκ ἂν εἴη σῶμα καὶ τὸ τῷ μεγάλῳ καὶ μικρῷ τὸ αὐτὸ ὑποκείμενον οὐκ ἄν οὔτε μέγα εἴη οὔτε μικρόν. τὸ δὲ σῶμα καὶ μάλιστα τὸ πεπερασμένον τοσόνδε τί ἐστι, καὶ οὐκ ἄν τὸ αὐτὸ ἅμα μέγα καὶ μικρὸν εἴη καθ’ αὑτό. ὅλως δὲ τὸ μὲν σῶμα καὶ λόγῳ περιληπτόν ἐστι καὶ κατὰ ἐπέρεισιν γνωστόν. τὴν δὲ ὕλην ὁ μὲν Πλάτων “νόθῳ λογισμῷ ληπτήν” φησιν. ὁ δὲ Ἀριστοτέλης καὶ πρὸ αὐτοῦ Τίμαιος ὁ Πυθαγορικὸς κατὰ ἀναλογίαν μόνον. οὐκ ἄρα οἷόν τε τὸ σῶμα εἶναι τὴν πρώτην ὕλην. καὶ ἐν τῷ τετάρτῳ γοῦν τῆσδε τῆς πραγματείας ὕλην τοῦ μεγέθους εἶναι βούλεται ἀόριστόν τινα διάστασιν ὁριζομένην ὑπὸ τοῦ εἰδητικοῦ μεγέθους. λέγει γοῦν “ὥστε δόξειεν ἂν τὸ εἶδος καὶ ἡ μορφὴ ἑκάστου ὁ τόπος εἶναι, ᾧ ὁρίζεται τὸ μέγεθος καὶ ἡ ὕλη ἡ τοῦ μεγέθους”.1 εἰπὼν γὰρ τὸ μέγεθος, ἐπειδὴ καὶ εἰδητικόν ἐστι μέγεθος, ἐπήγαγε καὶ ἡ ὕλη ἡ τοῦ μεγέθους τὸ αὐτὸ ἐξηγούμενος. Ἔτι δὲ καὶ τῷ αὐτὸ καθ’ αὑτὸ σκοποῦντι τὸ πρόβλημα ἀδύνατον δόξει τὴν πρώτην ὕλην τὸ ἄποιον εἶναι σῶμα, ὡς καὶ ὁ Πλωτῖνος ἀπέδειξεν. εἰ γὰρ μηδὲν τῶν φυσικῶν εἰδῶν ὑπάρχει κατ’ οὐσίαν τῇ ὕλῃ τῇ πᾶσι τοῖς φυσικοῖς ὑποκειμένῃ, δῆλον ὅτι οὐδὲ σχῆμα οὐδὲ μέγεθος αὐτῇ ὑπάρξει (εἴδη γὰρ ταῦτα) καὶ ἔσται ἐσχηματισμένον καὶ μεμεγεθυσμένον, εἴπερ ἔστι σῶμα, καὶ οὐκέτι ἁπλοῦν ἔσται, ἀλλὰ σύνθετον ἐξ ὕλης καὶ εἴδους. ἁπλοῦν δὲ ἡ ὕλη. ὥστε καὶ συλλογίσαιο ἂν οὕτως· ἡ ὕλη οὔτε μέγεθος ἔχει οὔτε σχῆμα οὔτε ἀριθμὸν καθ’ αὑτήν· τὸ σῶμα μέγεθος ἔχει καὶ σχῆμα καὶ ἀριθμὸν καθ’ αὑτό· ἡ ὕλη ἄρα οὐκ ἔστι σῶμα. ἡ ὕλη οὐκ ἔστι σύνθετος ἐξ ὕλης καὶ εἴδους· τὸ σῶμα σύνθετόν ἐστιν ἐξ ὕλης καὶ εἴδους. ἔτι δὲ εἰ σῶμα ἡ ὕλη μέγεθός τι ἕξει οἰκεῖον. καὶ οὐκέτι ὁ δημιουργὸς πάντα ἐξ ἑαυτοῦ προάξει τὰ εἴδη κατὰ τὴν ἑαυτοῦ βούλησιν οὐδὲ ἡ φύσις κατὰ τοὺς δημιουργικοὺς ἐν ἑαυτῇ λόγους, ἀλλὰ δουλεύειν ἀνάγκη τῷ μεγέθει τῆς ὕλης. ἔτι δὲ εἰ μέγεθος ἔχοι, καὶ σχῆμα ἔχει τῷ αὑτῆς λόγῳ. οὐ μόνον οὖν ἄτοπον τοῦτο, διότι εἶδος καὶ ποιότης τὸ σχῆμα, ἀλλὰ καὶ ὅτι δύσεργος ἔσται ἡ ὕλη πρὸς τὸ πᾶν σχῆμα δέχεσθαι κεκρατημένη ἑνί τινι σχήματι ἀφωρισμένῳ. ἔτι δὲ τὸ εἰς τὴν ὕλην ἐρχόμενον εἶδος πάντα συνεπιφέρει ἑαυτῷ τὰ οἰκεῖα, ὥστε καὶ μέγεθος. ἄλλο γὰρ ἀνθρώπου μέγεθος καὶ ἄλλο ὄρνιθος καὶ ὄρνιθος τοιοῦδε. οὐκ ἄρα τῆς ὕλης ἐστὶν οἰκεῖον τὸ μέγεθος οὐδὲ τὸ ποσόν. οὐκ ἄρα σῶμα ἡ ὕλη. ἔτι δὲ εἰ σῶμα ἡ ὕλη, ποσόν τι ἔσται καὶ μεμεγεθυσμένον· ἄλλο δὲ τὸ ποσὸν καὶ ἄλλο ἡ ποσότης, καὶ ἄλλο τὸ μεμεγεθυσμένον καὶ ἄλλο τὸ μέγεθος αὐτό. καὶ τὰ μέν ἐστιν εἴδη ἀσώματα ἁπλᾶ, τὰ δὲ τούτων μετέχοντα σύνθετα. εἰ οὖν σῶμα ἡ ὕλη, σύνθετόν τι ἔσται καὶ οὐχ ἁπλοῦν οὐδὲ στοιχεῖον. εἰ δὲ ταῦτα ἄτοπα, ῥητέον ὅτι μετασχεθεῖσα ἡ ποσότης ὑπὸ τῆς ὕλης ἔδωκε μέγεθος τὸ πρότερον μὴ ἐνυπάρχον, ὥσπερ καὶ ἡ ποιότης μετασχεθεῖσα ἐποίησε ποιὸν τὸ πρὶν ἄποιον ὑπάρχον. ἔτι δὲ καὶ ταῦτα δυνατὸν λέγειν, ὅτι ἡ ὕλη ἢ τὸ δυνάμει ἐστὶ πάντων εἰδῶν ἤ τι καὶ τοῦ δυνάμει ἐπέκεινα τὸ ἔχον τὸ δυνάμει ἐν ἑαυτῷ. τὸ δὲ σῶμα πῶς ἂν εἴη δυνάμει ἀσώματον; ἀνάγκη δὲ τοῦτο, εἴπερ καὶ τῶν ἀσωμάτων εἰδῶν ἐστιν ἡ ὕλη ὑποδεκτική. εἰ δὲ ἀσώματος οὖσα δυνάμει λέγεται,2 ἰστέον ὅτι καὶ τὸ ἀσώματον οὐχ ὡς ὡρισμένη τις φύσις, ἀλλ’ ὡς ἀπόφασις τοῦ σώματος λέγεται. ἴσως δὲ ἔστιν εἰπεῖν, ὅτι οὐ πρώτως ἡ ὕλη τὸ ἀσώματον εἶδος δέχεται, ἀλλὰ διὰ μέσου τοῦ σώματος. ἔτι δὲ τὸ σῶμα ἐκ γένους καὶ διαφορῶν συνέστηκεν· οὐσία γάρ ἐστι τριχῇ διαστατή. τὸ δὲ τοιοῦτον εἶδός ἐστιν, ἀλλ’ οὐχὶ ὕλη.
亚里士多德也并不意图让物体成为第一底层,这一点在他所说“因为物体的质料与大和小的[质料]是同一的”这段话中已阐明得很清楚。因为物体的质料不可能是物体,而作为大和小的同一底层者,本身既不可能大也不可能小。而物体,尤其是有限的物体,乃是具有如此大小的某种东西,同一事物就其自身而言绝不可能同时既大又小。总的来说,物体既可通过定义而被把握,又可通过切近把握而被认识;而柏拉图说质料“依私生子般的推理可把握”,亚里士多德以及在他之前的毕达哥拉斯派蒂迈欧则说[质料]仅依类比[可把握]。因此,物体绝不可能是第一质料。至少在本论著的第四卷中,他主张大小的质料是由形式性大小所规定的一种不定的延展。他至少说道:“因此,每一事物的形式与形态似乎会是场所,通过它,大小以及大小的质料被规定”。因为他在说了“大小”之后,既然也存在着形式性的大小,便补充了“以及大小的质料”,以此解释同一回事。 再者,对于就其自身考察该问题的人而言,正如普罗提诺也论证过的那样,第一质料是无性质的物体似乎也是不可能的。因为如果任何自然形式在本质上都不属于作为一切自然事物的底层的质料,显而易见的是,形状和大小就都不属于它(因为这些都是形式),而如果它确实是物体,它就会是被塑形的和被赋予大小的,从而它就不再是单纯的,而是由质料和形式复合而成的。但质料是单纯的。因此人们也可以这样进行推论:质料就其自身而言既不具有大小,也不具有形状或数;物体就其自身而言具有大小、形状和数;因此质料不是物体。质料不是由质料和形式复合而成的;物体是由质料和形式复合而成的。再者,如果质料是物体,它就将具有某种自身特有的大小。造物主就不再能依照自己的意愿从自身产生一切形式,自然也不再能依照自身之内的造物原理来产生,而是必然奴役于质料的大小。再者,如果它具有大小,依其自身定义它也就具有形状。因此,这不仅因为形状是形式和性质而是荒谬的,而且因为质料受制于某一种确定的形状,对于接受一切形状而言将是难以奏效的。再者,进入质料的形式随身带来属于它自身的一切固有属性,因而也带来大小。因为人的大小是一回事,鸟的大小又是另一回事,而某种特定的鸟的大小又不同。因此大小和量都不是质料所特有的。所以质料不是物体。再者,如果质料是物体,它就会是某种具有量和大小的东西;但具有量者是一回事,量性是另一回事,被赋予大小者是一回事,大小本身是另一回事。而后者是非物体的、单纯的形式,前者则是分有这些形式的复合事物。因此,如果质料是物体,它就会是某种复合的事物,既不是单纯的,也不是元素。但如果这些是荒谬的,就必须说,被质料分有的量性赋予了原先并不内在存在的大小,正如被分有的性质使原先无性质的东西变成了具有性质的那样。此外,还可以这样说:质料要么是一切形式的潜能,要么是甚至超乎潜能之外而将潜能蕴含于自身的某种东西。但物体又怎能在潜能上是非物体的呢?然而,如果质料也能接纳非物体的形式,这一点就是必然的。但如果有人说质料是非物体的且在潜能上[具有非物体性],就应当知道,非物体也不是作为某种确定的本性被述说,而是作为物体的否定而被述说的。或者也可以说,质料接纳非物体的形式并非首先直接接纳,而是以物体为媒介。再者,物体是由属和种差构成的;因为它是在三维上延展的实体。而此类事物是形式,绝非质料。
- 1.64ᾧ ὁρίζεται τὸ μέγεθος καὶ ἡ ὕλη ἡ τοῦ μεγέθους
关系代词 ᾧ(与格)指代先行词 τόπος(场所,即形式与形态),表示手段或工具。在连词 καὶ 之后的短语 ἡ ὕλη ἡ τοῦ μεγέθους 在句法上作为被动动词 ὁρίζεται 的并列主语,但正如辛普里修斯紧接着指出的(τὸ αὐτὸ ἐξηγούμενος),它具有同位语性质的解释功能,旨在将质料性延展与形式性大小进行阐明与澄清。
- 1.64εἰ δὲ ἀσώματος οὖσα δυνάμει λέγεται
该结构虽看似非人称,但结合前后文关于质料接纳能力的讨论,其主语为质料(ἡ ὕλη)。分词 ἀσώματος οὖσα 具有让步意味(“尽管[现实上]是非物体的”),动词 λέγεται 后承接补足语 δυνάμει [ἀσώματος εἶναι](“在潜能上[是非物体的]”)。
