- 底本
- Simplicius, In Aristotelis Physicorum Libros Commentaria. Commentaria in Aristotelem Graeca IX, ed. H. Diels, Berlin: Reimer 1882, pp. 1-800; Commentaria in Aristotelem Graeca X, ed. H. Diels, Berlin: Reimer 1895, pp. 801-1366. Transcribed by Humanitext from the page images.
- 翻译
- AI 生成(gemini-3.8-flash) — 机器翻译,可能包含错误
- 语言
- 日本語 · English · 简体中文 · 한국어
- CTS URN
- urn:cts:greekLit:tlg4013.tlg004.humanitext-grc1:224.8-225.20
- 输出
- Humanitext Reader · reader.humanitext.ai · 2026-11-23
辛普利丘继续引用《蒂迈欧篇》,阐明柏拉图同样承认由对立者生成以及对存续底层(质料)的需要,并且柏拉图还从可感形式作为可知范型的肖像这一角度论证了底层的必然性,从而说明两位哲学家学说的高度一致。
τὸ δὲ ὁποιονοῦν τι θερμὸν ἢ λευκὸν ἢ καὶ ὁτιοῦν τῶν ἐναντίων καὶ πάντα ὅσα ἐκ τούτων μηδὲν ἐκεῖνο αὖ τούτων καλεῖν.”1 ὁρᾷς οὖν ὅτι ἐκ τῶν ἐναντίων καὶ αὐτὸς τὴν γένεσιν εἶναί φησι καὶ μὴ ὑπομένειν τὰ ἐναντία καὶ διὰ τοῦτο δεῖσθαι ὑπομένοντος ὑποκειμένου. τὸ δὲ “καὶ πάντα ὅσα ἐκ τούτων” προσέθηκεν, ἐπειδὴ οὐ μόνον τὸ θερμὸν γίνεται καὶ ξηρόν, ἀλλὰ καὶ τὸ πῦρ αὐτό, καὶ ὅλως αἱ οὐσίαι ἐκ τῶν ἐναντίων συγκείμεναι κατὰ τὴν τῶν ἐναντιοτήτων μεταβολήν. ἐκ γὰρ ὕδατος ψυχροῦ καὶ ὑγροῦ ὄντος μεταβληθέντος τοῦ ψυχροῦ εἰς τὸ θερμὸν ἐγένετο ἀήρ. καὶ πάλιν τοῦ ὑγροῦ εἰς τὸ ξηρὸν μεταβληθέντος ἐγένετο πῦρ. ἐγένετο δὲ καὶ ἄνθρωπος ἐκ σπέρματος. καὶ οὐ ῥᾴδιον ἐπὶ τούτων τὰς ἐναντίας ἀποδοῦναι ποιότητας, ὧν εἰς ἀλλήλας μεταβαλλουσῶν γίνεται οὐσία ἐξ οὐσίας. διὸ ὁ Ἀριστοτέλης κοινὴν ἀντίθεσιν τοῦ εἴδους καὶ τῆς στερήσεως παρέλαβε. τὸ γὰρ θερμὸν γίνεται ἐκ τοῦ ψυχροῦ· ἀληθὲς δὲ εἰπεῖν καὶ ὅτι ἐκ τοῦ μὴ θερμοῦ. προστίθησι δὲ καὶ ἄλλην ὁ Πλάτων τὴν κυριωτάτην αἰτίαν τοῦ δεῖν πάντως εἶναί τι τοῖς εἴδεσι τοῖς γενητοῖς ὑποκείμενον· προαποδείξας γὰρ ὅτι ἄλλο μέν ἐστι τὸ νοητὸν εἶδος ἀρχέτυπον καὶ παραδειγματικὸν καὶ αὐτὸ ἐφ’ ἑαυτοῦ ὑπάρχον, ἄλλο δὲ τὸ αἰσθητὸν εἰκονικὴν φύσιν ἔχον καὶ διὰ τοῦτο ἑτέρου ὂν ὁμοίωμα, εἰκότως συνάγει, ὅτι καὶ ἐν ἑτέρῳ ὑποκειμένῳ πάντως ἔσται τοῦτο τῷ ἀφομοιουμένῳ.2 οὐ γάρ ἐστι καθ’ αὑτὴν ἡ ὁμοίωσις καὶ εἰκασία, ἀλλ’ ἐν τῷ ὡμοιωμένῳ καὶ εἰκασμένῳ, ὅπερ ἐστὶ τὸ ὑποκείμενον. ἴσως δὲ κάλλιον αὐτῶν ἀκούειν τῶν παγκάλων τοῦ Πλάτωνος ῥημάτων· “τούτων δὲ οὕτως ἐχόντων ὁμολογητέον ἓν μὲν εἶναι τὸ κατὰ ταὐτὰ εἶδος ἔχον ἀγένητον καὶ ἀνώλεθρον, οὔτε αὐτὸ εἰσδεχόμενον ἄλλο ἄλλοθεν οὔτε αὐτὸ εἰς ἄλλο ποι ἰόν, ἀόρατον δὲ καὶ ἄλλως ἀναίσθητον τοῦτο ὃ δὴ νόησις εἴληχεν ἐπισκοπεῖν· τὸ δὲ ὁμώνυμον ὅμοιόν τε ἐκείνῳ δεύτερον, αἰσθητὸν γενητὸν πεφορημένον ἀεὶ γινόμενόν τε ἔν τινι τόπῳ καὶ πάλιν ἐκεῖθεν ἀπολλύμενον, δόξῃ μετ’ αἰσθήσεως περιληπτόν· τρίτον δὲ αὖ γένος ὂν τὸ τῆς χώρας ἀεὶ φθορὰν οὐ προσδεχόμενον, ἕδραν δὲ παρέχον ὅσα ἔχει γενέσθαι πᾶσιν, αὐτὸ δὲ μετ’ ἀναισθησίας ἁπτὸν λογισμῷ τινι νόθῳ μόγις πιστόν, πρὸς ὃ δὴ καὶ ὀνειροπολοῦμεν βλέποντες καί φαμεν ἀναγκαῖον εἶναί που τὸ ὂν ἔν τινι τόπῳ καὶ κατέχον χώραν τινά. τὸ δὲ μήτε ἐν γῇ μήτε που κατ’ οὐρανὸν οὐδὲν εἶναι. ταῦτα δὴ πάντα καὶ τούτων ἄλλα ἀδελφὰ καὶ περὶ τὴν ἄυπνον καὶ ἀληθῶς φύσιν ὑπάρχουσαν ὑπὸ ταύτης τῆς ὀνειρώξεως οὐ δυνατοὶ γινόμεθα ἐγερθέντες διοριζόμενοι τἀληθὲς λέγειν, ὡς εἰκόνι μέν, ἐπείπερ οὐδὲ αὐτὸ τοῦτο, ἐφ’ ᾧ γέγονεν, ἑαυτῆς ἐστιν, ἑτέρου δέ τινος ἀεὶ φέρεται φάντασμα, διὰ ταῦτα ἐν ἑτέρῳ προσήκει τινὶ γίνεσθαι, οὐσίας ἁμωσγέπως ἀντεχομένην,3 ἢ μηδὲν τὸ παράπαν αὐτὴν εἶναι, τῷ δὲ ὄντως ὄντι βοηθὸς ὁ δι’ ἀκριβείας ἀληθὴς λόγος, ὡς ἕως ἄν τι τὸ μὲν ἄλλο ᾖ, τὸ δὲ ἄλλο, οὐδέτερον ἐν οὐδετέρῳ ποτὲ γενόμενον ἓν ἅμα ταὐτὸν καὶ δύο γενήσεσθον.” ἐπιστῆσαι δὲ ἄξιον ὅτι κατὰ ταύτην τὴν τῆς ὕλης αἰτιολογίαν καὶ τὰ οὐράνια εἴδη ἔνυλά ἐστί πως, εἴπερ καὶ αὐτὰ ὁμοιώματά ἐστι τῶν νοητῶν παραδειγμάτων. ὥστε οὐδὲν σχεδὸν ἐν τοῖς περὶ τῶν στοιχείων λόγοις διάφωνον ὅ τε Πλάτων καὶ ὁ Ἀριστοτέλης ἀπεφήναντο, πλὴν ὅτι καὶ ἑτέραν προστέθεικεν αἰτίαν ὁ Πλάτων τοῦ δεῖν πάντως εἶναί τι καὶ ὑποκείμενον. ἀλλ’ ἐπὶ τὰ ἑξῆς ἰτέον.
但无论何种性质的温或白,或对立者中的任何一种,以及由这些产生的所有事物,反过来绝不能把那个东西称为这其中的任何一种。”因此你看到,他自己也说生成来自对立者,且对立者不能存续,因此需要一个存续的底层。他补充说“以及由这些产生的所有事物”,是因为不仅温与干生成,而且火本身,以及总体上由对立者按照对立状态的变化所构成的实体也是如此生成的。因为由冷且湿的水,当冷转变为温时便生成了气;再次,当湿转变为干时便生成了火。人也是从种子生成的;在这些情况下,要指出那些在相互转变中使得实体由实体生成的对立性质并不容易。因此,亚里士多德采纳了形式与缺乏的共通对置;因为温固然来自冷,但说它来自非温同样是真实的。柏拉图还补充说明了生成的形式必定在任何情况下都需要某种底层的另一个最根本的原因:因为在预先证明了可知形式是一回事,作为原型和范型且自身独立存在,而可感形式则是另一回事,具有肖像式的本性且因此是他物的相似物之后,他合乎情理地得出结论说,这后者也必定在另一个作为被仿造者的底层之中。因为相似与肖像并非自身独立存在,而是在被使之相似和被塑造成像者之中,而这正是底层。也许听一听柏拉图极为优美的言辞本身会更好:“既然这些情况如此,就必须承认:其一乃是保持同一形态的形式,既不生成也不消亡,既不从别处将他物接纳到自身之中,自身也不进入他处的任何事物之中,不可见且在其他方面不可感知,这正是智思所被指派去审视的;第二种则是与那个同名且与其相似的,是可感的、生成的、常处于运动中的,在某一处所中生成又再次从中消逝,可以通过带有感觉的意见把握;第三种则是处所的种属,常住而不接受消亡,为一切具有生成之物提供居座,其自身不需要感觉、凭借某种私生子般的推理才能把握,勉强令人信服,正因为注视着它,我们才沉溺于梦境,并说凡存在者必然都在某个处所并在某地占据空间,而既不在地上也不在天上某处的东西就是无。确实,由于这种梦幻,对于这一切以及与此相关的其他事物,甚至对于那醒觉且真实存在的本性,我们都无法醒来并通过界定来说出真理:即对于肖像而言,既然连它为之生成的那个事物本身也不属于它自己,而是始终作为某种他物的幻象显现,因此它适宜在某种他物中生成,以某种方式依附于实体,否则它就完全是无;而对于真实存在者而言,精确而真实的论证则是其帮手,即只要一者是一物而另一者是另一物,二者中绝无任何一个进入另一者之中而同时成为一且相同、又是二。”然而值得注意的是,按照这种对质料的因果说明,天体的形式在某种程度上也是质料内的,如果它们自身同样是可知范型的相似物的话。因此,在关于元素的讨论中,柏拉图与亚里士多德几乎没有表达出任何不一致之处,只不过柏拉图还补充了在任何情况下都必须有某种事物作为底层的另一原因而已。但我们必须继续考察接下来的内容。
- 1.63τὸ δὲ ὁποιονοῦν τι θερμὸν ἢ λευκὸν ... μηδὲν ἐκεῖνο αὖ τούτων καλεῖν
这是承接前一语块所引《蒂迈欧篇》49e–50a的后半句。不定式 καλεῖν 承接前文主句动词 προσαγορεύειν 的结构(或作祈使性不定式),其中 μηδὲν 与 ἐκεῖνο 构成宾语与补足语(即“绝不可将那个东西称为这其中的任何一个”)。
- 1.63ἐν ἑτέρῳ ὑποκειμένῳ πάντως ἔσται τοῦτο τῷ ἀφομοιουμένῳ
τῷ ἀφομοιουμένῳ 作为同位语修饰 ἐν ἑτέρῳ ὑποκειμένῳ(即“在另一个底层、即被仿造者之中”),进一步规定了该底层的受纳性质。
- 1.63ὡς εἰκόνι μέν, ἐπείπερ οὐδὲ αὐτὸ τοῦτο, ἐφ’ ᾧ γέγονεν, ἑαυτῆς ἐστιν ... οὐσίας ἁμωσγέπως ἀντεχομένην
《蒂迈欧篇》52c中著名的破格句(anacoluthon)。句首以与格 ὡς εἰκόνι μέν 开始,但在插入的原因从句 ἐπείπερ... 之后,结构转变为由非人称句式 προσήκει... γίνεσθαι 所支配的宾格分词 ἀντεχομένην 以及不定式主语 αὐτήν。
