← 辛普里丘

亚里士多德《物理学》注释

§225.21-227.7

依类比认识质料及其与柏拉图的调和

辛普利丘注解了亚里士多德关于质料依类比可知(191a7)的论题,论证了由于质料无性质且无形式,只能通过对形式的否定来加以认识,并将亚里士多德的技术类比与柏拉图的“私生子般的推理”相对应以阐明二者的统一性。

显示 ▾
显示
译文
字体
AI ↗
← 上一节下一节 →
§1.64#1

" Ἡ δὲ ὑποκειμένη ὕλη ἐπιστητὴ κατὰ ἀναλογίαν." Ἐπειδὴ τὰ παρατεθέντα τῆς ὕλης παραδείγματα οἷον ὁ ἄνθρωπος καὶ τὸ σπέρμα καὶ εἴ τι τοιοῦτον, κἂν ὕλης εἶχε λόγον πρὸς τὰ γινόμενα, ἀλλ’ εἴδη τινὰ ἦν καὶ αὐτά,1 πᾶς ἂν ἐπιζητήσειε μαθεῖν, τί ποτε ἂν εἴη αὐτὴ καθ’ αὑτὴν ἡ ὑποκειμένη τοῖς εἴδεσιν ὕλη. καὶ γὰρ ἔστω τοῦ μὲν ἀνθρώπου ὕλη τὸ σπέρμα, τοῦ δὲ σπέρματος εἰ τύχοι τὸ αἷμα, τούτου δὲ σιτία καὶ ποτά, τούτων δὲ τὰ τέτταρα στοιχεῖα. ἀλλ’ ἐπειδὴ καὶ ταῦτα μεταβάλλει εἰς ἄλληλα κατὰ τὰς ἐναντίας ποιότητας, δεῖται πάντως καὶ αὐτὰ κοινοῦ τινος ὑποκειμένου μηδεμίαν ἔχοντος ποιότητα τῇ ἑαυτοῦ φύσει. αἱ γὰρ ποιότητες εἴδη καὶ ἀντικείμενα εἴδη. εἰ οὖν πᾶσα κατ’ ἐπέρεισιν γινομένη γνῶσις περιγεγραμμένων ἐστὶ καὶ χαρακτῆρά τινα ἐχόντων καὶ κατὰ ποιότητα καὶ εἶδος ἀφωρισμένων, τὸ δὲ τοῖς εἴδεσι καὶ ταῖς ποιότησιν ὑποκείμενον ἄποιον εἶναι χρὴ πάντῃ καὶ ἀνείδεον (“ὅμοιον γὰρ ὄν, ὥς φησι Πλάτων, τῶν ἐπεισιόντων τινὶ τὰ τῆς ἐναντίας τά τε τῆς παράπαν ἄλλης φύσεως ὁπότε ἔλθοι δεχόμενον κακῶς ἂν ἀφομοιοῖ τὴν ἑαυτοῦ παρεμφαῖνον ὄψιν”), πῶς οὖν ἂν τὸ τοιοῦτον γνωστὸν κατὰ ἀναλογίαν φησὶ τὴν πρὸς τὰ ἄλλα;2 ὡς γὰρ πρὸς ἀνδριάντα χαλκὸς ἢ πρὸς κλίνην ξύλον ἢ πρὸς ἄλλο τι τῶν ἐχόντων μορφὴν τεχνητῶν τὸ ἄμορφον ἔχει πρὶν λαβεῖν τὴν μορφήν, οὕτως ἡ ἐν τοῖς φυσικοῖς πρώτη ὕλη πρὸς οὐσίαν ἔχει καὶ τὸ ὄν. καλῶς δὲ ἀπὸ τῶν τεχνητῶν ἔλαβε τὸ παράδειγμα, ἐπειδὴ ἐν τούτοις καὶ χρόνῳ προηγεῖται τὸ ἄμορφον καὶ καθ’ ἑαυτὸ ὁρᾶται. καὶ αἱ μὲν οὐσίαι τοῖς ἄλλοις ὑπόκεινται, ἡ δὲ ὕλη τῇ οὐσίᾳ· διὸ καὶ τοῖς ἄλλοις ἅπασιν αὕτη. ἀλλὰ τῇ μὲν οὐσίᾳ καὶ τῷ συναμφοτέρῳ καθ’ αὑτό, κατὰ συμβεβηκὸς δὲ καὶ τοῖς ἄλλοις ὑπόκειται. διὸ καὶ αὐτὸς εἰπὼν οὕτως αὕτη πρὸς οὐσίαν ἔχει καὶ τὸ τόδε τι, τουτέστι τὴν σύνθετον καὶ κυρίως οὐσίαν, διότι οὐδέπω ἡ ὕλη τόδε τι, εἰ καὶ μᾶλλον τῆς στερήσεως. Καὶ ἐπιστῆσαι ἄξιον, ὅτι ὁ μὲν Πλάτων κατὰ τὸ ὑπομένειν θεωρῶν τὴν ὕλην αὐτῇ μᾶλλον τὸ τόδε τι δίδωσιν, ὡς ἐπὶ τῆς τῶν χρυσῶν σκευῶν μεταπλάσεως ἐνεδείκνυτο. καὶ ὅταν λέγῃ “ἐν ᾧ δὲ ἐγγινόμενα ἕκαστα αὐτῶν φαντάζεται καὶ πάλιν ἐκεῖθεν ἀπόλλυται, μόνον ἐκεῖνο αὖ προσαγορεύειν τῷ τε τοῦτο καὶ τῷ τόδε προσχρωμένους ὀνόματι”. ὁ δὲ Ἀριστοτέλης τὸ τόδε τι κατὰ τὴν μορφὴν θεωρῶν τοῖς εἴδεσιν αὐτὸ παρέχει· μετὰ δὲ τὸ τόδε τι ἐπήγαγε καὶ τὸ ὄν, τουτέστι πρὸς πάντα τὰ ὄντα, ὧν τὰ μὲν οὐσίαι εἰσί, τὰ δὲ συμβεβηκότα, καὶ τὰ μὲν τόδε τι προηγουμένως, τὰ δὲ δι’ ἐκεῖνο τὸ τόδε τι. τὴν δὲ κατὰ ἀναλογίαν ταύτην γνῶσιν νόθον λογισμὸν ἐκάλεσεν ὁ Πλάτων, διότι οὐ κατ’ ἐπέρεισιν εἴδους ἀλλὰ κατὰ ἀναγύμνωσιν καὶ ἀπόφασιν γίνεται τῶν εἰδῶν καὶ οἷον μύων ὁ λογισμὸς ὁρᾷ τὴν ὕλην. καὶ ἡ περὶ αὐτῆς νόησις οὐ νόησις, ἀλλ’ ἄνοια μᾶλλον. διὸ νόθον ἂν εἴη τὸ φάντασμα αὐτῆς καὶ οὐ γνήσιον. ὡς γὰρ τὰ ὑπὲρ τὸ πρῶτον εἶδος οὐ κατ’ ἐπέρεισιν εἰδητικὴν γινώσκομεν, ἀλλ’ ὅτι οὐκ ἔστι πρῶτα τὰ εἴδη μαθόντες ἀπ’ αὐτῆς τῆς τῶν εἰδῶν φύσεως διακεκριμένης οὔσης καὶ ὀφειλούσης πρὸ ἑαυτῆς ἔχειν τὸ ἡνωμένον καὶ τὸ ἕν, κατὰ τὴν τῶν εἰδῶν ἀπόφασιν γινώσκομεν τὰ ὑπὲρ εἶδος οὐκ εἰς τὸ ἀόριστον ἁπλῶς ἐκείνης τῆς ἀποφάσεως ῥιπτούσης ἡμᾶς, ἀλλ’ εἰς τὸ τοῦ εἴδους αἴτιον, καὶ εἰς τὸ ὑπὲρ τὸν ὅρον τὸν εἰδητικὸν ἱδρυμένον, οὕτως καὶ τὰ τελευταῖα εἴδη θεασάμενοι3 εἰκονικὰ ὄντα καὶ μεταβάλλοντα εἰς ἄλληλα, καὶ διὰ τοῦτο δεόμενα ὑποκειμένου πεφυκότος δέχεσθαι παρὰ μέρος τῶν ἀντικειμένων ἑκάτερον, ἐπὶ τὴν ἔννοιαν ἐρχόμεθα τῆς ὕλης κατὰ ἀπόφασιν τῶν εἰδῶν τὴν εἰς τὸ ὑποδεκτικὸν ἀπάγουσαν. ὡς εἴ γε ζητοῦντες τὴν ὕλην τόδε τι αὐτὴν ἀφωρισμένως διάφορον τῶν ἄλλων ὄντων ὑποθώμεθα, ἄλλῳ τινὶ περιπεπτώκαμεν καὶ οὐ τῇ ὕλῃ. ἐκείνη γὰρ οὐδεμίαν ἔχει πρός τι διαφοράν, εἴπερ ποιότης εἰδητικὴ πᾶσα διαφορά ἐστιν. ὥστε ἀγνωσία μᾶλλόν ἐστιν ἡ τῆς ὕλης γνῶσις, εἴπερ τὰ περὶ αὐτὴν μεταβάλλοντα ἔσχατα ὄντα τῶν εἰδῶν τὴν ἐσχάτην ἐπιδέχεται γνῶσιν τὴν αἰσθητικήν.

“而作为底层的质料依类比是可知晓的。” 既然所举出的质料例子,如人、种子以及任何此类事物,即便相对于生成物而言具有质料的规定,但它们自身也是某种形式,任何人都会探求想知道,作为诸形式之底层的质料自身依其自身究竟会是什么。因为确实,假定种子是人的质料,如果碰巧的话,血液是种子的质料,饮食是血液的质料,而四元素是饮食的质料。但由于这些元素也按照对立的性质相互转变,它们自身无论如何也必定需要某个依其自身本性不具有任何性质的共通底层。因为性质即是形式,且是对立的形式。因此,如果说一切通过切近把握而生成的认识,所针对的都是那些已被界定、具有某种特征并且按照性质和形式被确定的事物,而作为诸形式与诸性质之底层的事物则必须完全无性质且无形式(“因为如果它像”,正如柏拉图所说,“任何进入的事物,每当对立本性的事物或全然不同本性的事物到来、它加以接受时,它就会通过显露自身的面貌而拙劣地加以摹仿”),那么,这样的事物如何能够可知呢?他说:“是依相对于其他事物的类比。”因为正如青铜相对于雕像,或者木材相对于床,或者无形相者在接受形相之前相对于任何其他具有形相的技术制造物所具有的关系那样,自然物中的第一质料相对于实体和存在者也具有同样的关系。他从技术制造物中选取例子是恰当的,因为在这些制造物中,无形相者即便在时间上也处于先行地位,且是自身被见到的。而且诸实体是其他事物的底层,而质料则是实体的底层;因此质料也是所有其他事物的底层。但它对于实体和复合物而言是依自身的底层,而对于其他事物而言则是偶适的底层。为此,他自己也说:“如此,这一质料相对于实体和‘某个这个’具有这种关系”,也就是说,相对于复合的且主要意义上的实体,因为质料尚且不是“某个这个”,即便它比缺乏更具有此倾向。而且值得注意的是,柏拉图从存续的角度考察质料,更多地将“某个这个”赋予质料,正如他在金器重塑的例子中所表明的那样;以及每当他说:“而各个事物在其中生成、显现且又从中消亡的那个东西,唯独它反过来应当使用‘这’和‘那个’的名词来称呼”。而亚里士多德则从形相的角度考察“某个这个”,将它分配给了形式;在“某个这个”之后,他又补充了“以及存在者”,也就是相对于所有的存在者,在其中一部分是实体,一部分是偶性,一部分首先是“某个这个”,另一部分则由于那个“某个这个”[而成为存在者]。柏拉图将这种依类比的认识称为“私生子般的推理”,因为它是依形式的剥除和否定,而非依形式的切近把握而产生的,推理犹如闭着双眼在看待质料。而且关于它的智思并不是智思,而更是不智思;因此它的表象将是私生子般的而非真纯的。因为正如我们对于超出第一形式之上的事物的认识,并不是通过形式的切近把握,而是从分散且必定在其自身之前拥有被统一者和一者的诸形式本性自身中得知诸形式不是最初的,从而通过形式的否定认识那超出形式者——那种否定并不是单纯将我们抛入无定之中,而是引导至形式的原因以及确立在形式限定之上的事物——同样,我们在观照到最末端的形式是肖像式的并且相互转变,因而需要一个天生能够轮流接受对立者各自的底层之后,便通过将我们引向承受者的形式之否定,达到了对质料的概念。因此,如果在探求质料时,我们假定它是一个与其余存在者明确有别并确定的“某个这个”,我们便是碰到了某种他物而不是质料。因为那质料对于任何事物都不具有任何差异,如果所有的差异都是形式性的性质的话。因此,关于质料的认识与其说是认识,不如说是无知,如果围绕着它发生变化、作为诸形式中最末端的事物接受的是最末端的认识即感觉认识的话。

语法注3 条
  1. 1.64κἂν ὕλης εἶχε λόγον πρὸς τὰ γινόμενα, ἀλλ’ εἴδη τινὰ ἦν καὶ αὐτά

    由 κἂν(καὶ ἐάν)引导带有未完成过去时 εἶχε 的让步从句,由转折连词 ἀλλά(ἀλλ’ εἴδη τινὰ ἦν)引出主句承接。构成让步结构:“即便它们相对于生成物而言具有质料的规定,但它们自身也是某种形式”。

  2. 1.64πῶς οὖν ἂν τὸ τοιοῦτον γνωστὸν κατὰ ἀναλογίαν φησὶ τὴν πρὸς τὰ ἄλλα;

    在句法上,这里将疑问句(πῶς οὖν ἂν τὸ τοιοῦτον γνωστὸν [εἴη];)与注解者引述亚里士多德的回答(κατὰ ἀναλογίαν φησὶ τὴν πρὸς τὰ ἄλλα)融为一体。理解为“那么,这样的事物如何能够可知呢?他说:‘是依相对于其他事物的类比’”最为清晰。

  3. 1.64ὡς γὰρ τὰ ὑπὲρ τὸ πρῶτον εἶδος ... οὕτως καὶ τὰ τελευταῖα εἴδη θεασάμενοι

    由 ὡς ... οὕτως 引出的长篇呼应结构。前半部分描述了通过“对形式的否定”(ἀπόφασις)来认识超越第一形式者(一者)的认识过程,后半部分则平行地描述了同样通过形式的否定达到作为最末端形式底层的质料概念的过程。主句的核心动词是 ἐπὶ τὴν ἔννοιαν ἐρχόμεθα(“我们达到了概念”)。

翻译:Gemini 3.8 Flash・中文译文与原文无修订urn:cts:greekLit:tlg4013.tlg004.humanitext-grc1:225.21-227.7