← 辛普里丘

亚里士多德《物理学》注释

§222.28-224.7

缺乏的性质与柏拉图和亚里士多德本原论的调和

辛普利丘阐明了亚里士多德将缺乏视为非独立实在的论述为何受到柏拉图学派的赞同,并通过引述《蒂迈欧篇》,比较并调和了柏拉图与亚里士多德在质料、内在形式与动力因等本原上的引入理由。

显示 ▾
显示
译文
字体
AI ↗
← 上一节下一节 →
§1.63#2

Τοῦτο δὲ τοῦ Ἀριστοτέλους τὸ ῥητὸν πάνυ τοὺς Πλατωνικοὺς ἀρέσκει, διότι καὶ ὁ Πλάτων οὐ δύο ἀλλ’ ἓν ποιεῖ τὸ ὑποκείμενον, κἂν τοῖς ἀντικειμένοις αὐτὸ προσρήμασι καλῇ μέγα καὶ μικρὸν προσαγορεύων, διὰ τὴν πρὸς τὰ ἀντικείμενα ἐπιτηδειότητα τὴν στέρησιν οὐ βουλόμενος ἐν ὑποστάσει τινὶ θεωρεῖν. δῆλον δὲ ὅτι καὶ ὁ Ἀριστοτέλης οὐ προηγουμένην ὑπόστασιν αὐτῇ δίδωσιν ἀπουσίαν τοῦ εἴδους λέγων ἐν τῷ πεφυκότι, διακρίνει δὲ αὐτὴν τῷ λόγῳ τῆς ὕλης εἰ καὶ μὴ τῷ ἀριθμῷ διὰ τὸ ἐξ ἀντικειμένων τὴν γένεσιν ἐπιτελεῖσθαι, τοῦ Πλάτωνος τὸ μὲν πεφυκέναι τῇ ὕλῃ κατὰ τὴν αὐτῆς φύσιν διδόντος καὶ πανδεχῆ νομίζοντός τε καὶ ὀνομάζοντος καὶ χώραν προσαγορεύοντος καὶ ἕδραν λέγοντος πᾶσι τοῖς γινομένοις (λέγει γοῦν ἐν Τιμαίῳ “ἀλλ’ ἀνόρατον εἶδός τι καὶ ἄμορφον, πανδεχές” καὶ πάλιν “τρίτον δὲ αὖ γένος ὂν τὸ τῆς χώρας ἀεὶ φθορὰν οὐ προσδεχόμενον, ἕδραν δὲ παρεχόμενον ὅσα ἔχει γενέσθαι πᾶσιν”), ἀρκουμένου δὲ λοιπὸν τῇ τε παρουσίᾳ τοῦ εἴδους καὶ τῇ ἀπουσίᾳ1 πρός τε τὴν γένεσιν καὶ τὴν φθοράν. διὸ καὶ τὰς στοιχειώδεις ἀρχὰς δύο τίθησιν ὁ Πλάτων τήν τε ὕλην καὶ τὸ εἶδος τὸ ἔνυλον. ἐκ γὰρ τούτων ἐνυπαρχόντων τὸ σύνθετον γίνεσθαί φησιν, ὥσπερ καὶ Ἀριστοτέλης, πλὴν ὅτι ὁ μὲν Πλάτων τὰ κυρίως στοιχεῖα παραδίδωσι. ταῦτα δέ ἐστιν, ἐξ ὧν καθ’ αὑτὰ ἐνυπαρχόντων γίνεται τὰ γινόμενα, οἷά ἐστιν ἥ τε ὕλη καὶ τὸ εἶδος. ὁ δὲ Ἀριστοτέλης καὶ τὸ κατὰ συμβεβηκὸς προστιθεὶς εἰ στοιχεῖον,2 ὅπερ ἐστὶν ἡ στέρησις. οὕτως δὲ καὶ ἐπὶ τοῦ ποιητικοῦ αἰτίου ὁ μὲν Πλάτων τὸ κυρίως ποιητικὸν παραδίδωσι τὸν δημιουργικὸν νοῦν, ὁ δὲ Ἀριστοτέλης πρὸς τούτῳ καὶ τὴν φύσιν (ἣν ὁ Πλάτων ἐν τοῖς ὀργανικοῖς τέθεικεν αἰτίοις, ὡς κινουμένην μὲν ὑπ’ αἰτίου, κινοῦσαν δὲ ἕτερα) καὶ τὰ κατὰ συμβεβηκός, οἷα ἥ τε τύχη καὶ τὸ αὐτόματον. ὁ μέντοι Πλάτων καὶ τὸ ὅθεν πρόεισι τὸ εἶδος εἰς τὴν ὕλην προστίθησιν, ὅτι ἀπὸ τοῦ παραδείγματος διὰ τοῦ ποιητικοῦ αἰτίου. λέγει γοῦν ἐν Τιμαίῳ “ἐν δ’ οὖν τῷ παρόντι χρὴ γένη διανοηθῆναι τριττά, τὸ μὲν γινόμενον, τὸ δὲ ἐν ᾧ γίνεται, τὸ δὲ ὅθεν ἀφομοιούμενον φύεται τὸ γιγνόμενον. καὶ δὴ καὶ προσεικάσαι πρέπει τὸ μὲν δεχόμενον μητρί, τὸ δὲ ὅθεν πατρί, τὴν δὲ μεταξὺ τούτων φύσιν ἐκγόνῳ.” Καὶ ὁ μὲν Ἀριστοτέλης τὴν ὕλην εἰσήγαγεν ἐκ τοῦ γίνεσθαι μὲν τὰ γινόμενα ἐξ ἐναντίων, τὰ δὲ ἐναντία μὴ δύνασθαι ποιεῖν εἰς ἄλληλα μηδὲ πάσχειν ὑπ’ ἀλλήλων καθ’ ἑαυτά (δεῖν μὲν γὰρ τὸ πάσχον ὑπομένον πάσχειν, τὰ δὲ ἐναντία μὴ ὑπομένειν ἄλληλα), ἔτι δὲ καὶ ἐκ τοῦ τὰ ἐναντία μὴ αὐτάρκη πρὸς ἀρχῆς εἶναι λόγον, εἴπερ ἐστὶ συμβεβηκότα καὶ οὐκ οὐσίαι. οὐ γάρ ἐστιν ἐν οὐσίᾳ ἡ ἐναντίωσις, τὰ δὲ συμβεβηκότα ὑποκειμένου δεῖσθαί τινος πρὸς τὸ εἶναι. ταῦτα γάρ ἐστι τῶν εἰρημένων ὡς οἶμαι τὰ κυριώτατα. ὁ δὲ Πλάτων εἰσήγαγε καὶ αὐτὸς τὴν ὕλην ἐκ τῆς τῶν γινομένων μεταβολῆς, ὀφειλούσης πάντως περί τι κοινὸν ὑποκείμενον γίνεσθαι τῆς μεταβολῆς3 (τῶν γὰρ μεταβαλλόντων μηδὲν ὑπομένειν), ἐναντία λέγων καὶ αὐτὸς τὰ μεταβάλλοντα. εἰπὼν γὰρ ὅτι τῶν γινομένων ἕκαστον οἷον πῦρ ἢ ὕδωρ οὐδὲν μᾶλλον αὐτὸ λέγειν δυνατὸν ἢ ἄλλο τι ἀπ’ ἐκείνου γινόμενον διὰ τὸ φεύγειν καὶ μὴ ὑπομένειν “τὴν τοῦ τόδε καὶ τοῦτο καὶ πᾶσαν ὅση μόνιμα ὡς ὄντα αὐτὰ ἐνδείκνυται φάσις” ἐπήγαγεν “ἐν ᾧ δὲ ἐγγινόμενα ἕκαστα αὐτῶν φαντάζεται καὶ πάλιν ἐκεῖθεν ἀπόλλυται, μόνον ἐκεῖνο αὖ προσαγορεύειν τῷ τε τοῦτο καὶ τῷ τόδε προσχρωμένους ὀνόματι.

亚里士多德的这一说法令柏拉图主义者十分赞同,因为柏拉图同样把底层设定为一个而非两个,即便他用相反的称谓来称呼它,称其为“大与小”,这也是由于它对相反者的适合性,而他不愿在任何实在的实立中来考察缺乏。显然,亚里士多德同样没有赋予缺乏以本原性的实立,而是将其称为适合具有者之中形式的不在,但由于生成是从对立者中成就的,他在定义(逻各斯)上——即使在数目上并非如此——将缺乏与质料区分开来;而柏拉图一方面按照质料自身的本性赋予它以受纳的适应性,不仅认为并称呼它为“全受者”,而且称之为“处所”,说它是所有生成之物的“居座”(他在《蒂迈欧篇》中无论如何说过:“而是一种不可见的、无定形的、全受的形态”,又说:“第三种则是处所的种属,常住而不接受消亡,为一切具有生成之物提供居座”),另一方面对于生成与消亡,其余只要凭借形式的在场与不在就足够了。因此,柏拉图也将构成性本原确立为两个:质料与质料内形式。因为他说,正如亚里士多德所说的那样,复合体是由内在的这二者生成的,只不过柏拉图传授的是本义上的元素。这些元素就是当它们自身作为内在成分时生成之物由此生成的那些,即质料与形式;而亚里士多德还把偶性的要素补充进来,这就是缺乏。在动力因上也是如此,柏拉图传授了严格意义上的动力因——创世的神圣理智,而亚里士多德在此之外还提出了自然(柏拉图把自然归入工具性原因之中,因为它是被某种原因推动而又推动他物的)以及偶性原因,例如运气与自发(偶然)。然而柏拉图还补充说明了形式由此进入质料的来源,即通过动力因从范型而来。无论如何,他在《蒂迈欧篇》中说:“那么在目前,必须构想出三种类型:生成之物、它在其中生成之物,以及生成之物所摹仿而由此生出的源泉。确实,应当把受纳者比作母亲,源泉比作父亲,而介于二者之间的本性比作后代。” 亚里士多德引入质料,是基于生成之物是由对立者生成的,而对立者本身既不能相互施动,也不能自身地相互受动(因为受动者必须在受动时保持存续,而对立者不能彼此存续容忍),并且还基于:如果对立者是偶性而非实体,它们就不足以充任本原的定义;因为在实体中没有对立,而偶性需要某种底层才能存在。因为在我看来,这些是所论诸点中最根本的。而柏拉图自己也是从生成之物的变化中引入质料的,因为变化必定围绕着某种共同的底层而发生(变化的事物没有一个是保持存续的),他自己也把变化的事物称为对立者。因为在说明了对于生成之物的每一种(例如火或水),由于它逃逸而不能承受“‘这’和‘那’以及一切表明它们是恒常存在者的陈述”,人们绝不能称它为它本身甚于称它为由它生成的别物之后,他接着写道:“而它们各自在其中生成显现、又再次从中消逝的那个东西,唯独对它才反过来使用‘那’和‘这’的名称来称呼。”

语法注3 条
  1. 1.63τοῦ Πλάτωνος τὸ μὲν πεφυκέναι τῇ ὕλῃ κατὰ τὴν αὐτῆς φύσιν διδόντος ... ἀρκουμένου δὲ λοιπὸν τῇ τε παρουσίᾳ τοῦ εἴδους καὶ τῇ ἀπουσίᾳ

    此处的属格独立结构(τοῦ Πλάτωνος ... διδόντος ... ἀρκουμένου δὲ)与前面的主句(δῆλον δὲ ὅτι ... διακρίνει δὲ αὐτὴν ...)构成对比。διδόντος 的宾语是冠词加不定词短语 τὸ μὲν πεφυκέναι(具有本性上的适应能力),而 ἀρκουμένου 则表达柏拉图认为对于生成与消亡而言形式的在场与不在就足够了。

  2. 1.63ὁ δὲ Ἀριστοτέλης καὶ τὸ κατὰ συμβεβηκὸς προστιθεὶς εἰ στοιχεῖον

    此处与前句 ὁ μὲν Πλάτων ... παραδίδωσι 形成对比,但没有使用限定动词,而是使用了分词 προστιθείς,属于破格句(anacoluthon)或省略了 ἐστί。短语 εἰ στοιχεῖον 在校勘上常被视作 ὡς στοιχεῖον(作为要素)的异读或误抄,在此理解为“亚里士多德把偶性的要素也作为元素补充了进来”。

  3. 1.63ὀφειλούσης πάντως περί τι κοινὸν ὑποκείμενον γίνεσθαι τῆς μεταβολῆς

    由名词 τῆς μεταβολῆς 和分词 ὀφειλούσης 构成的属格独立结构,说明了柏拉图引入质料的依据(“变化必定围绕着某种共同的底层而发生”)。紧随其后的插入成分(τῶν γὰρ μεταβαλλόντων μηδὲν ὑπομένειν)则是通过对格不定词结构解释其内在理由。

翻译:Gemini 3.8 Flash・中文译文与原文无修订urn:cts:greekLit:tlg4013.tlg004.humanitext-grc1:222.28-224.7