- 底本
- Simplicius, In Aristotelis Physicorum Libros Commentaria. Commentaria in Aristotelem Graeca IX, ed. H. Diels, Berlin: Reimer 1882, pp. 1-800; Commentaria in Aristotelem Graeca X, ed. H. Diels, Berlin: Reimer 1895, pp. 801-1366. Transcribed by Humanitext from the page images.
- 翻译
- AI 生成(gemini-3.8-flash) — 机器翻译,可能包含错误
- 语言
- 日本語 · English · 简体中文 · 한국어
- CTS URN
- urn:cts:greekLit:tlg4013.tlg004.humanitext-grc1:221.19-222.28
- 输出
- Humanitext Reader · reader.humanitext.ai · 2026-11-23
辛普里丘针对《物理学》第一卷第七章(191a5)的引文,讨论了如何通过形式的在场与不在将本原归结为两个,阐明了缺乏作为偶性原因与一般偶性原因的区别,并评述了亚历山大关于底层与形式关系的解释。
" Τρόπον δέ τινα ἄλλον οὐκ ἀναγκαῖον ἕως τοῦ τῇ ἀπουσίᾳ καὶ παρουσίᾳ τὴν μεταβολήν." Εἰπὼν ὅτι τρεῖς αἱ ἀρχαὶ τό τε ὑποκείμενον καὶ τὰ ἐναντία, ἐφιστάνει πάλιν, ὅτι καὶ δύο δυνατὸν λέγειν καὶ οὐκ ἀναγκαῖον τρεῖς. εἰ γὰρ ἡ στέρησις οὐδὲν ἄλλο ἢ ἀπουσία τοῦ εἴδους ἐστὶν ἐν τῷ πεφυκότι, ἱκανὸν φαίη ἄν τις εἶναι τὸ εἶδος τῇ μὲν παρουσίᾳ τὸ εἶναι ποιεῖν, τῇ δὲ ἀπουσίᾳ τὸ μὴ εἶναι καὶ τὴν στέρησιν καὶ τὴν φθοράν, τὸ μὲν καθ’ αὑτό, τὸ δὲ κατὰ συμβεβηκός. τὸ γὰρ τῇ ἀπουσίᾳ τῇ ἑαυτοῦ ποιοῦν τι κατὰ συμβεβηκὸς ποιεῖ, εἰ μὴ ἄρα καὶ ἐπὶ τῆς στερήσεώς τις τὰ αὐτὰ ἀξιώσει λέγειν. καὶ γὰρ καὶ αὕτη τῇ μὲν παρουσίᾳ τὴν φθορὰν δοκεῖ ποιεῖν καθ’ αὑτό, τῇ δὲ ἀπουσίᾳ τὴν γένεσιν κατὰ συμβεβηκός. ἢ ῥητέον ὅτι ἡ στέρησις οὐδὲν ἄλλο ἢ ἀπουσία ἐστί. πῶς οὖν ἂν εἴη ἀπουσία ἀπουσίας; τοῦ μὲν γὰρ ὄντος καὶ προηγουμένην ὑπόστασιν ἔχοντος εἴη ἄν τι ἡ ἀπουσία, τῆς δὲ ἀπουσίας οὐκέτι, ἐπεὶ ἀνάγκη ἐπ’ ἄπειρον ἰέναι πρὸ ἀπουσίας ἀπουσίαν ζητοῦντας. καίτοι οὐδὲ τῆς παρουσίας παρουσίαν ζητεῖν εὔλογον. καθόσον οὖν τοῦ εἴδους ἐστὶν ἡ ἀπουσία, κατὰ τοσοῦτον δυνατὸν λέγειν τὸ εἶδος τῇ αὐτοῦ ἀπουσίᾳ φθορᾶς αἴτιον ὑπάρχειν κατὰ συμβεβηκός· ἡ δὲ ἀπουσία τοῦ εἴδους ἡ στέρησίς ἐστι. διὸ κατὰ συμβεβηκὸς ἡ στέρησις αἰτία. διαφέρει δὲ τῶν ἄλλων τῶν κατὰ συμβεβηκὸς αἰτίων, ὅτι οὐ μόνον καθόσον τῇ ὕλῃ συμβέβηκεν, ἥτις καθ’ αὑτὸ αἴτιόν ἐστι, κατὰ τοῦτο λέγεται αἰτία, ἀλλὰ καὶ ὅτι ἄνευ στερήσεως οὐκ ἂν γένοιτό τι ἐκ τῆς ὕλης. καὶ γὰρ προυπάρχειν αὐτὴν δεῖ τῆς γενέσεως, ἵνα ἐκ μὴ τοιούτου πεφυκότος δὲ ἡ γένεσις εἴη, καὶ ἐξίστασθαι τῷ εἴδει. οὐ γὰρ ἂν ἐπιγένοιτο τὸ εἶδος μὴ ἐκστάσης τῆς στερήσεως. τὰ μέντοι ἄλλα τὰ κατὰ συμβεβηκὸς λεγόμενα αἴτια οὐδὲ ὅλως συντελεῖ τι πρὸς τὰ γινόμενα. ὅταν γὰρ τὸ μουσικὸν τοῦ λευκοῦ εἶναι αἴτιον κατὰ συμβεβηκὸς λέγωμεν, τὸ μουσικὸν οὔτε προϋπάρχειν ἀνάγκη τοῦ λευκοῦ, οὔτε ἐξίστασθαι ἐπεισιόντος, ἀλλὰ καὶ συνυπάρχει ταῦτα. καὶ μήποτε ἄλλο μέν ἐστι τὸ ἀρχὰς τῶν φυσικῶν ὡς φυσικῶν ζητεῖν τὰς στοιχειώδεις, ἄλλο δὲ τὸ ὡς μεταβαλλομένων· κατὰ μὲν τὸ πρῶτον κατὰ συμβεβηκὸς ἂν εἴη αἴτιον ἡ στέρησις (οὐ γὰρ ὡς ἐνυπάρχον) κατὰ δὲ τὸ δεύτερον καθ’ αὑτό. ὥσπερ 〈γὰρ〉 τῆς εἰς τὸ εἶναι μεταβολῆς αἴτιον τὸ εἶδος, οὕτως τῆς εἰς τὸ μὴ εἶναι ἡ στέρησις. ἢ τάχα καὶ τῆς εἰς τὸ εἶναι μεταβολῆς καθ’ αὑτὸ αἴτιον ἡ στέρησις, εἴπερ μὴ ἐκ τοῦ τυχόντος ἡ μεταβολή, ἀλλ’ ἐκ τοῦ μὴ τοιούτου μὲν πεφυκότος δέ, ὅπερ ἐστὶν ἐκ τοῦ ἐστερημένου. διὰ τοῦ ἱκανὸν γὰρ τὸ ἕτερον τῶν ἐναντίων ποιεῖν τῇ παρουσίᾳ καὶ τῇ ἀπουσίᾳ τὴν μεταβολήν1 ἐνδείκνυσθαί φησιν ὁ Ἀλέξανδρος, ὅτι οὐκ ἔστιν ἡ στέρησις φύσις τις καὶ εἶδος, ἀλλὰ ἡ ἀπουσία τοῦ πεφυκότος, ἥτις ἀπουσία οὐκ ἔστιν ἐν τῇ φύσει τοῦ ὑποκειμένου. οὐ γὰρ ἔχει ἐν τῇ φύσει τὸ μὴ ἔχειν τὸ εἶδος. οὐ γὰρ ἂν ἐδύνατο λαβεῖν αὐτό. ἀλλ’ οὐκ ἔχει ἐν τῇ φύσει τὸ εἶδος. ἄλλο δὲ τοῦτό ἐστι τοῦ ἔχειν ἐν τῇ φύσει τὸ μὴ ἔχειν τὸ εἶδος.2 καθόλου γὰρ οὐδὲν οἷόν τε γενέσθαι, εἰ τὴν ἐκείνου στέρησιν ἔχειν δύναται ἐν τῷ οἰκείῳ λόγῳ.
“但是在另一种方式下,[三个]并不是必然的……通过不在与在场[引起]变化。”至此。 在说明了本原是三个——即底层和诸对立者——之后,他又提醒道,也可以说是两个,并不是必然要三个。因为,如果缺乏无非是适合具有形式者之中形式的不在,那么人们可以说,形式自身足以通过在场产生“是”,而通过不在产生“不是”、缺乏以及消亡——前者是自身地,后者是偶性地。因为通过自身的不在产生某物的事物,乃是偶性地产生的,除非有人主张对于缺乏也必须说同样的话。因为缺乏似乎也通过其在场自身地产生消亡,而通过其不在偶性地产生生成。或者应当说,缺乏无非是不在。那么,怎么可能存在不在的不在呢?因为对于存在且具有本原性实体者而言,可以有某种不在,但对于不在而言则不再能有不在,因为寻求不在之前的不在者势必陷入无穷倒退。而且,寻求在场的在场同样是不合理的。因此,只要这种不在乃是形式的不在,在这个限度内就可以说形式通过自身的不在而偶性地成为消亡的原因;而形式的不在就是缺乏。所以缺乏是偶性的原因。但它与其它偶性原因不同,因为不仅由于它偶随于自身就是原因的质料而被称作原因,而且还因为没有缺乏,任何事物都不能从质料中生成。因为缺乏既必须先于生成而存在,以便生成来自非此种性状却适合于成为此种性状者,又必须向形式让步。因为若缺乏不退位,形式就不会降临。然而其它被称为偶性的原因,对于生成之物根本没有任何贡献。因为每当我们说“有教养”是“白”的偶性原因时,“有教养”既不需要先于“白”而存在,也不需要在“白”到来时退位,相反这些是可以共存的。而且,把自然事物作为自然事物来探究其构成性本原,与作为变化之物来探究,或许是两回事;按照前者,缺乏将是偶性的原因(因为并不是作为内在成分存在的),而按照后者,则是自身的原因。因为正如形式是通向“是”的变化的原因,缺乏同样是通向“不是”的变化的原因。或者也许,缺乏甚至对于通向“是”的变化也是自身的原因,如果变化不是来自任意偶然之物,而是来自非此种性状却适合成为此种性状者——也就是来自处于缺乏状态者的话。亚历山大说,通过“因为诸对立者之一足以通过其在场与不在产生变化”这句话,[亚里士多德]表明缺乏并不是某种本性和形式,而是适合〔在场〕之物的不在,而这种不在并不在底层的本性之中。因为底层并不是在其本性中具有“不具有形式”;若是这样,它就不可能接受形式;相反,它只是没有在其本性中具有形式。而这与在其本性中具有“不具有形式”是不同的。因为总的来说,如果在固有定义中能够包含彼物的缺乏,任何事物都是不可能生成的。
- 1.63διὰ τοῦ ἱκανὸν γὰρ τὸ ἕτερον τῶν ἐναντίων ποιεῖν τῇ παρουσίᾳ καὶ τῇ ἀπουσίᾳ τὴν μεταβολήν
介词 διά 支配中性单数属格冠词 τοῦ,后者将紧随其后的亚里士多德引文(ἱκανὸν ... μεταβολήν)作为一个整体从句名词化,意为“通过‘……’这一文句”。
- 1.63ἄλλο δὲ τοῦτό ἐστι τοῦ ἔχειν ἐν τῇ φύσει τὸ μὴ ἔχειν τὸ εἶδος
ἄλλο 与呼应的 τοῦ ἔχειν 构成区分/比较属格。此句的核心在于前面分句中否定词 οὐκ 的管辖范围(οὐκ ἔχει ἐν τῇ φύσει τὸ εἶδος:“并非在其实际本性中具有形式”)与此处带冠词的不定词内部 μὴ 的位置(ἔχειν ἐν τῇ φύσει τὸ μὴ ἔχειν:“在其实际本性中具有‘不具有形式’”这一状态)之间的逻辑对比。
