← 辛普里丘

亚里士多德《物理学》注释

§220.20-221.18

天体的空间位移与自然学三本原的适用

辛普里丘阐明,天体由于在空间位移方面发生变化并分有本性,因而也是自然学的对象,并且三本原(质料、形式、缺乏)在实体上适用于生灭之物,但在空间位移上共同适用于永恒天体,并通过引述《自然学》第二卷的内容论证了这一一致性。

显示 ▾
显示
译文
字体
AI ↗
← 上一节下一节 →
§1.62#2

τοῦτο γὰρ καὶ Ἀριστοτέλης συνεχώρησεν. ὅλως δὲ εἰ φυσικὰ πάντα φαμέν, καθὸ μετέχει φύσεως, ἡ δὲ φύσις ἀρχὴ κινήσεως καὶ ἠρεμίας ἐστίν, ὡς μαθησόμεθα, πᾶσα δὲ κίνησις μεταβολή τίς ἐστιν, ὡς καὶ τοῦτο μαθησόμεθα, δῆλον ὅτι τὰ παντελῶς ἀμετάβλητα, καθὸ ἀμετάβλητά ἐστιν, οὐδ’ ἂν φυσικὰ ἁπλῶς λέγοιτο. ὥστε καὶ εἰ καλεῖ φυσικὰ τὰ οὐράνια, κατὰ τὴν κίνησιν αὐτὰ λέγει τὴν τοπικὴν ἀλλ’ οὐ τὴν οὐσιώδη· ὥστε κατὰ μὲν τὴν οὐσίαν οὐ περιέχεται ἐν τούτοις τὰ οὐράνια, κατὰ δὲ τὴν τοπικὴν κίνησιν, καθ’ ἣν καὶ φυσικὰ δείκνυται, περισχεθήσεται τοῖς περὶ κινήσεως λόγοις κατά τε τὸ κοινὸν εἶδος τῆς τοπικῆς κινήσεως καὶ κατὰ τὸ κυκλικόν, εἰς ὃ καὶ πάντες οἱ περὶ κινήσεως λόγοι κορυφοῦνται. ὥστε κοιναὶ μέν εἰσιν αὗται πάντων τῶν φυσικῶν ἀρχαί, ἀλλὰ τῶν μὲν ἐν γενέσει καὶ φθορᾷ καὶ κατὰ τὴν οὐσίαν καὶ κατὰ τὰ ἄλλα συμβεβηκότα, καθ’ ἃ αἱ μεταβολαὶ γίνονται, τῶν δὲ ἀϊδίων κατὰ τὴν τοπικὴν κίνησιν, ἁπλῶς δὲ τῶν φυσικῶν καθὸ φυσικά,1 ταὐτὸν δὲ εἰπεῖν, καθὸ κινήσεως καὶ μεταβολῆς ἀρχὴν ἔχει οὐ πάσης (οὐ γὰρ δὴ καὶ τῆς προαιρετικῆς), ἀλλὰ τῆς φυσικῆς, ταὐτὸν δὲ εἰπεῖν τῆς σωματικῆς. ἡ γὰρ φύσις σωματική τίς ἐστιν ἀρχὴ κινήσεως καὶ ἠρεμίας τῆς τε ἄλλης καὶ τῆς κατὰ τόπον. ἐπειδὴ δὲ ἐν τοῖς περὶ γένεσιν καὶ φθορὰν ἐναργεστέρα καὶ ἡ στέρησίς ἐστι καὶ τὸ ὑποκείμενον διὰ τὴν παντοίαν μεταβολήν, ἐπὶ τούτων τὸν πλείονα ποιεῖται λόγον, καὶ ἐπ’ αὐτῶν φέρει τὰ παραδείγματα, ὡς καὶ περὶ αὐτῶν δοκεῖν εἶναι τὸν σκοπόν. οὐ γὰρ ἐνταῦθα μόνον τῶν περὶ γένεσιν φυσικῶν εἶπε τὰς ἀρχὰς εὑρῆσθαι, ἀλλὰ καὶ ἐν τῷ δευτέρῳ βιβλίῳ “ἐπειδὴ τοῦ εἰδέναι χάριν, φησίν, ἡ πραγματεία, εἰδέναι δὲ οὐ πρότερον οἰόμεθα ἕκαστον, πρὶν ἂν λάβωμεν τὸ διὰ τί περὶ ἕκαστον (τοῦτο δέ ἐστι τὸ λαβεῖν τὴν πρώτην αἰτίαν), δῆλον ὅτι καὶ ἡμῖν τοῦτο ποιητέον καὶ περὶ γενέσεως καὶ φθορᾶς καὶ πάσης τῆς φυσικῆς μεταβολῆς, ὅπως εἰδότες αὐτῶν τὰς ἀρχὰς ἀνάγειν πειρώμεθα τῶν γινομένων ἕκαστον”.2 καὶ χρὴ ἐπιστῆσαι, ὅτι “περὶ γενέσεως καὶ φθορᾶς” εἰπὼν ἐπήγαγε “καὶ πάσης τῆς φυσικῆς μεταβολῆς”, ἐν ᾗ καὶ ἡ κατὰ τὴν τοπικὴν κίνησιν περιέχεται. ὅτι δὲ μέσα πως εἶναι βούλεται τὰ οὐράνια καὶ ἰδίας πραγματείας δεόμενα, ἐδήλωσεν ἐν τῷ δευτέρῳ τῆσδε τῆς συγγραφῆς τριχῇ διαιρῶν τὰς πραγματείας· “ἡ μέν, γάρ φησι, περὶ ἀκίνητόν ἐστιν, ἡ δὲ περὶ κινούμενον μὲν ἄφθαρτον δέ, ἡ δὲ περὶ τὰ φθαρτά.”

因为这一点亚里士多德也是承认的。总的来说,如果我们称一切事物为自然的,是就其分有本性而言,而本性是运动和静止的本原(正如我们随后将要学到的),且一切运动都是某种变化(正如这也是我们随后将要学到的),显然,完全不可变的事物,就其不可变而言,根本不能被无条件地称为自然的。因此,即使他称天体为自然的,他也是就空间位移而言、而非就实体性变化而言如此称呼它们;所以就实体而言天体并不包含在这些本原中,但就空间位移而言——正是依此天体才被证明是自然的——它们将被关于运动的论述所涵盖,既依空间位移的共同形式,也依圆周运动,而关于运动的一切论述最终都归结于圆周运动。因此,这些确实是所有自然事物的共同本原,但对于处于生成与消亡中的事物而言,既依其实体,也依产生变化的其它偶性是其本原;而对于永恒事物而言,则是依空间位移是其本原;无条件地说,则是就自然事物作为自然事物而言是其本原,也就是说,就其具有运动和变化的本原而言——不是一切运动(因为绝非选择的运动),而是自然的、换言之即物体的运动和变化的本原。因为本性是某种物体性的、其它运动与静止以及空间上的运动与静止的本原。然而,由于在关于生成与消亡的事物中,由于各种各样的变化,缺乏与底层都更为明显,所以关于这些事物他进行了更多的论述,并从它们当中举出范例,以致其目的似乎也是关于它们。因为他不仅在当前之处说关于生成的自然事物的本原已被发现,而且在第二卷中也说:“既然本论著是为了求知,而在把握了每一事物的原因(这就是把握第一原因)之前,我们并不认为自己认识了该事物,显然我们也必须就生成与消亡以及一切自然变化做这项工作,以便在认识了它们的本原之后,我们能够尝试将每一个生成的事物归结到这些本原。”必须注意到的是,他在说了“关于生成与消亡”之后,又补充了“以及一切自然变化”,在其中也包含了依照空间位移的变化。而他认为天体在某种意义上处于居中地位且需要单独的探究,他在本书第二卷中通过将各项研究三分而表明了这一点:“因为一项探究,”他说,“是关于不动的,另一项是关于被推动却不灭的,还有一项是关于可灭之物的。”

语法注2 条
  1. 1.62ὥστε κοιναὶ μέν εἰσιν αὗται πάντων τῶν φυσικῶν ἀρχαί, ἀλλὰ τῶν μὲν ἐν γενέσει καὶ φθορᾷ καὶ κατὰ τὴν οὐσίαν καὶ κατὰ τὰ ἄλλα συμβεβηκότα, καθ’ ἃ αἱ μεταβολαὶ γίνονται, τῶν δὲ ἀϊδίων κατὰ τὴν τοπικὴν κίνησιν, ἁπλῶς δὲ τῶν φυσικῶν καθὸ φυσικά

    承接主语 αὗται(这些本原)与表语 κοιναὶ... ἀρχαί,ἀλλὰ 之后的属格短语(τῶν μὲν..., τῶν δὲ..., ἁπλῶς δὲ τῶν...)形成平行结构,对比了本原在各个领域中依何种方式(κατά...)适用。后继各属格短语均在句法上承前省略并补充表语 ἀρχαί(或 εἰσιν ἀρχαί)来理解。

  2. 1.62ὅπως εἰδότες αὐτῶν τὰς ἀρχὰς ἀνάγειν πειρώμεθα τῶν γινομένων ἕκαστον

    引自亚里士多德《自然学》第二卷(194b22-23)。αὐτῶν 为修饰 τὰς ἀρχάς 的属格,指代前句的“生成、消亡以及一切自然变化”。不定式 ἀνάγειν(归结、溯源)的直接宾语是 τῶν γινομένων ἕκαστον(每一个生成的事物),而表示归结目标的介词短语(εἰς τὰς ἀρχάς,“归结到这些本原”)则根据上下文加以补充。

翻译:Gemini 3.8 Flash・中文译文与原文无修订urn:cts:greekLit:tlg4013.tlg004.humanitext-grc1:220.20-221.18