- 底本
- Simplicius, In Aristotelis Physicorum Libros Commentaria. Commentaria in Aristotelem Graeca IX, ed. H. Diels, Berlin: Reimer 1882, pp. 1-800; Commentaria in Aristotelem Graeca X, ed. H. Diels, Berlin: Reimer 1895, pp. 801-1366. Transcribed by Humanitext from the page images.
- 翻译
- AI 生成(gemini-3.8-flash) — 机器翻译,可能包含错误
- 语言
- 日本語 · English · 简体中文 · 한국어
- CTS URN
- urn:cts:greekLit:tlg4013.tlg004.humanitext-grc1:219.20-220.20
- 输出
- Humanitext Reader · reader.humanitext.ai · 2026-11-23
辛普里修阐明亚里士多德所确立的本原并非针对一般自然事物,而是严格限于“关于生成的自然事物”,引证《形而上学》论证永恒天体不具有生成意义上的质料与缺乏,并化解了天体何以仍在空间位移和照度变化的范围内归属于《自然学》探讨对象的疑问。
" Πόσαι μὲν οὖν αἱ ἀρχαὶ τῶν περὶ γένεσιν φυσικῶν ἕως τοῦ καὶ τὰ ἐναντία δύο εἶναι." Πάνυ ἀκριβῶς εἶπε τὰς ἀρχὰς εὑρῆσθαι τῶν ἐν γενέσει φυσικῶν· οὔτε γὰρ τῶν γινομένων ἁπλῶς ἁπάντων (οὐ γὰρ δὴ καὶ προαιρέσεως ἀρχαὶ αὗται) οὔτε τῶν φυσικῶν πάντων· οὐ γὰρ δὴ καὶ τῶν θείων τε καὶ ἀϊδίων οἷον τῶν οὐρανίων· καὶ γὰρ φυσικὰ μέν ἐστιν ἐκεῖνα διὰ τὸ ἐν κινήσει εἶναι, οὐ μέντοι γενητὰ διὰ τὸ ἀίδια δεδεῖχθαι. διὸ οὐκ εἰσὶ τούτων αἱ παραδεδομέναι ἀρχαί. οὔτε γὰρ στέρησίς ἐστιν ἐν τοῖς οὐρανίοις ἀιδίοις οὖσιν οὔτε μέντοι τοιαύτη ὕλη, εἴπερ μεταβολὴ μὴ ἔστιν ἀφ’ ἧς εἰσήχθη ἡ ὕλη. διὸ καὶ αὐτὸς ἐν τῷ Η τῆς Μετὰ τὰ φυσικὰ τάδε φησίν· “ὅταν δέ τις ζητῇ τί τὸ αἴτιον, ἐπεὶ πλεοναχῶς τὸ αἴτιον λέγεται, πάσας δεῖ λέγειν τὰς ἐνδεχομένας αἰτίας, οἷον ἀνθρώπου τίς αἰτία ὡς ὕλη; ἆρα τὰ καταμήνια; τί δὲ ὡς κινοῦν, ἆρα τὸ σπέρμα; τί δὲ ὡς τὸ εἶδος; τὸ τί ἦν εἶναι. τί δὲ ὡς τὸ οὗ ἕνεκα; τὸ τέλος. ἴσως δὲ ταῦτα ἄμφω τὰ αὐτά. δεῖ δὲ τὰ ἐγγύτατα αἴτια λέγειν, τίς ἡ ὕλη, μὴ πῦρ ἢ γῆν, ἀλλὰ τὴν ἴδιον. περὶ μὲν οὖν τῆς φυσικῆς οὐσίας καὶ γενητῆς ἀνάγκη οὕτως μετιέναι, εἴ τις μέτεισιν ὀρθῶς· τὰ γὰρ αἴτια ταῦτα καὶ τοσαῦτα. καὶ δεῖ τὰ αἴτια γνωρίζειν. ἐπὶ δὲ τῶν φυσικῶν μὲν ἀϊδίων δὲ οὐσιῶν ἄλλος λόγος. ἴσως γὰρ ἔνια οὐκ ἔχει ὕλην ἢ οὐ τοιαύτην, ἀλλὰ μόνον κατὰ τόπον κινητήν. οὐδὲ ὅσα δὴ φύσει μὲν μή, οὐσίᾳ δέ, οὐκ ἔστι τούτοις ὕλη,1 ἀλλὰ τὸ ὑποκείμενον ἡ οὐσία.” καὶ μετ’ ὀλίγα φησίν “οὐδὲ παντὸς ὕλη ἐστίν, ἀλλ’ ὅσων γένεσίς ἐστι καὶ μεταβολὴ εἰς ἄλληλα. ὅσα δὲ ἄνευ τοῦ μεταβάλλειν ἐστὶν ἢ μή, οὐκ ἔστι τούτων ὕλη.” εἰ δὲ καὶ στοιχειώδεις εἰσὶν αἱ παραδεδομέναι ἀρχαί, αἱ δὲ τοιαῦται συνθέτων εἰσὶν ἀρχαί, τὸ δὲ οὐράνιον σῶμα ἁπλοῦν ἀποδείκνυται πέμπτης ὂν ἄλλης οὐσίας ἐκφύλου παρὰ τὴν γένεσιν, οὐκ ἂν ἔχοι ἐκεῖνο τὰς στοιχειώδεις ἀρχάς. ἀλλ’ εἰ ταῦτα ἀληθῆ, πῶς τὸν σκοπὸν τῆς πραγματείας περὶ τῶν κοινῇ πᾶσι τοῖς φυσικοῖς παρακολουθούντων ἐλέγομεν εἶναι, εἴπερ φυσικῶν ὄντων τῶν οὐρανίων οὐκ εἰσὶν ἀρχαὶ αἱ νῦν ἀποδεδειγμέναι; πῶς δὲ Φυσικὴν ἁπλῶς ἀκρόασιν ἐπέγραψε τὴν πραγματείαν, εἰ μὴ ἄρα καὶ τῶν οὐρανίων εἰσὶν ἀρχαί, καθόσον μεταβάλλει;2 μεταβάλλει δὲ ἡ μὲν σελήνη κατὰ τοὺς φωτισμούς, πάντα δὲ τὰ οὐράνια κατὰ κίνησιν τὴν κατὰ τόπον καὶ κατὰ ταῦτα μετέχει πῃ τῆς στερήσεως καὶ ὑποκειμένου τοῦ κινητοῦ σώματος.
“那么,关于生成的自然事物的本原究竟有多少,直至,并且相反者是两个。” 他极其精确地谈及所发现的本原属于处于生成中的自然事物;因为这些本原既不属于一切无条件生成的事物(因为它们绝不是选择的本原),也不属于所有的自然事物;因为它们绝不是神圣且永恒的事物(如天体)的本原。因为那些事物固然由于处于运动之中而是自然事物,却由于已被证明是永恒的而非生成的事物。因此,所传授的本原并不属于它们;因为在永恒的天体之中既没有缺乏,也没有那样的质料,如果确实不存在引出质料的那种变化的话。因此,他自己在《形而上学》第八卷中也说:“当有人探求原因是什么时,既然原因有多种说法,就必须陈述所有可能的原因,例如对于人而言,作为质料的原因是什么?难道是经血?作为动因是什么?难道是精液?作为形式是什么?是本质。作为目的又是什么?是终极。这两者或许是相同的。但必须陈述最近的原因,说明质料是什么,不是火或土,而是其固有的质料。因此,关于自然的且生成的实体,如果有人正确地探求,就必然要如此探讨;因为原因就是这些且只有这么多,并且必须认识这些原因。但对于自然却永恒的实体,则另当别论;因为或许有些并不具有质料,或者不具有那样的质料,而仅具有在空间上可运动的质料。对于那些不是依自然存在、而是依实体存在的事物,它们也没有质料,而是底层即实体。”不久后他又说:“也不是一切事物都有质料,而只有那些存在生成且彼此转化的事物才有质料;凡是无需变化即存在或不存在的事物,这些事物就没有质料。”此外,如果所传授的本原还是构成要素性的,而这种本原属于复合事物,但天体被证明是单一的,属于脱离生成的第五种相异实体,那么它就不会具有构成要素性的本原。但如果这些是真实的,既然天体是自然事物,而现在所证明的本原又不是它们的,我们又怎能说该论著的宗旨是关于所有自然事物共同相伴随的属性呢?如果天体在其变化的范围内并非也有本原,他又怎能将该论著直接题为《自然学》呢?而月亮按照照明的方式变化,一切天体都按照空间的运动而变化,据此它们在某种意义上也分有了缺乏,并分有了作为底层的可运动物体。
- 1.62οὐδὲ ὅσα δὴ φύσει μὲν μή, οὐσίᾳ δέ, οὐκ ἔστι τούτοις ὕλη
引自《形而上学》文段中的句式。连词 οὐδέ 与主谓语 οὐκ ἔστι 构成重复否定呼应,关系代词 ὅσα 引出的从句中省略了动词 ἐστί(意即“那些并非依据自然、而是依据实体存在的事物”)。τούτοις 是回指 ὅσα 从句的复指与格代词,在此作占有与格使用。
- 1.62εἰ μὴ ἄρα καὶ τῶν οὐρανίων εἰσὶν ἀρχαί, καθόσον μεταβάλλει
连词短语 εἰ μὴ ἄρα 是引导假设性或驳论性条件从句的习用搭配(“除非确实……”、“若非……”),为前述修辞反问句(“他又怎能将该论著直接题为《自然学》呢?”)提供唯一说得通的前提假设。καθόσον 引导限定性副词从句(“在其……的范围内”)。
