← 辛普里丘

亚里士多德《物理学》注释

§218.13-219.19

自然本原兼为两个与三个之理据

辛普里丘梳理了亚里士多德在《物理学》190b29及以下将自然本原规定为“两个”与“三个”的多种论证方式,并结合阿佛洛狄西亚的亚历山大的注解对文本进行阐发。

显示 ▾
显示
译文
字体
AI ↗
← 上一节下一节 →
§1.61

" Διὸ ἔστι μὲν ὡς δύο λεκτέον τὰς ἀρχάς ἕως τοῦ καὶ τῷ ἀσχηματίστῳ καὶ χαλκῷ." Εἰπὼν πολλὴν εἶναι ἀπορίαν πότερον δύο αἱ ἀρχαὶ ἢ τρεῖς καὶ δείξας ὅτι πῶς μὲν δύο πῶς δὲ τρεῖς εἰσι, συμπεραινόμενος τὰ εἰρημένα διό, φησίν, ἔστι μὲν ὡς δύο λεκτέον εἶναι τὰς ἀρχάς, ἔστι δὲ ὡς τρεῖς, δύο μέν, εἰ τὰς κυρίως τις ἀρχὰς λαμβάνοι τό τε ὑποκείμενον καὶ τὸ εἶδος· τρεῖς δέ, εἰ καὶ τὴν κατὰ συμβεβηκὸς ἀρχὴν ταῖς δύο προσλαμβάνοι τὴν στέρησιν. προστίθησι δὲ καὶ ἄλλον τρόπον, καθ’ ὃν ἔστι μὲν ὡς δύο, ἔστι δὲ ὡς τρεῖς δυνατὸν λέγεσθαι τὰς ἀρχάς· δύο μὲν γάρ, εἴ τις τὰ ἐναντία λέγοι ἀρχὰς τό τε εἶδος καὶ τὴν στέρησιν, διότι κατὰ τὴν εἰς ἄλληλα τούτων μεταβολὴν ἥ τε γένεσις ἐπιτελεῖται καὶ ἡ φθορά. ἔστι δὲ ὡς ἀδύνατον δύο λέγεσθαι· ὑπ’ ἀλλήλων γὰρ τὰ ἐναντία πάσχειν ἀδύνατον καθ’ ἑαυτὰ ὄντα· οὐ γὰρ ὑπομένει ἄλληλα οὐδὲ ἐπιδέχεται οὐδὲ γίνεται τὸ ἐναντίον ὅπερ τὸ ἐναντίον. πῶς οὖν ἐκ τῶν ἐναντίων τὰ ἄλλα, εἴπερ μὴ πάσχει τι ὑπ’ ἀλλήλων τἀναντία; ἢ λύεται τὸ ἄπορον τοῦτο διὰ τοῦ τρίτην ἀρχὴν τιθέναι τὸ ὑποκείμενον, ἐν ᾧ καὶ δρᾶν εἰς ἄλληλα τὰ ἐναντία δυνήσεται. τοῦτο γὰρ οὐκ ὂν ἐναντίον ὑπομενεῖ ἑκάτερον. καὶ οὕτως οὐκέτι δύο πάλιν, ἀλλὰ τρεῖς αἱ ἀρχαί. ὥστε καὶ κατὰ τοῦτον τὸν τρόπον ἀληθὲς εἰπεῖν, ὅτι πῶς μὲν δύο, πῶς δὲ τρεῖς εἰσιν αἱ ἀρχαί. καὶ ἄλλως δὲ πάλιν ἔστι λέγειν ὅτι οὐ πλείους τῶν ἐναντίων αἱ ἀρχαί. ἰσάριθμοι γὰρ τοῖς ἐναντίοις δύο οὖσιν αἱ κυρίως ἀρχαὶ τό τε ὑποκείμενον καὶ τὸ εἶδος. ὥστε πάλιν τρόπον τινὰ δύο εἰσὶν αἱ ἀρχαί, οὐ παντελῶς δὲ δύο, διότι τὸ ὑποκείμενον, κἂν ἀριθμῷ ἐστιν ἕν, τῷ λόγῳ δύο ὑπάρχει· ἄλλος γὰρ ὡς ὕλης λόγος καὶ ἄλλος ὡς στερήσεως, κἂν ἓν ταῦτα τῷ ἀριθμῷ δοκῇ. καὶ ἔοικεν ἐν τούτοις κατὰ πολλοὺς τρόπους ὁ Ἀριστοτέλης ἐθέλειν παραδοῦναι, πῶς μὲν δύο, πῶς δὲ τρεῖς δυνατὸν λέγεσθαι τὰς ἀρχάς, πρῶτον μὲν εἰπών, ὅτι ὡς μὲν καθ’ αὑτὸ δύο, ὡς δὲ καὶ τῆς κατὰ συμβεβηκὸς προστιθεμένης τρεῖς, εἶτα ὅτι ὡς μὲν τὰ ἐναντία δύο, ὡς δὲ μετὰ τοῦ ὑποκειμένου τρεῖς, εἶτα ὡς μὲν ἰσάριθμοι τοῖς ἐναντίοις δύο, ὡς δὲ τῆς ἑτέρας διχῇ τῷ λόγῳ διαιρουμένης1 τρεῖς. “τὸ δὲ τρόπον τινὰ καὶ τὸ δύο ὡς εἰπεῖν εἴρηται, ὡς ὁ Ἀλέξανδρός φησι, διότι οὐ δύο κατὰ ἀριθμὸν ἡ ὕλη καὶ τὸ εἶδος τῷ μὴ οἷόν τε εἶναι ἰδίᾳ ἑκάτερον αὐτῶν ὑποστῆναι,2 τὰ δὲ τῷ ἀριθμῷ ἕτερα ἐπὶ ἰδίας οὐσίας κεχωρισμένα εἶναι. ἢ εἰπὼν δύο τρόπον τινὰ ἐπήνεγκε τὸν τρόπον εἰπὼν ἀλλὰ δύο ὡς εἰπεῖν τῷ ἀριθμῷ· ἓν γὰρ τῷ ἀριθμῷ ἡ ὕλη μετὰ τῆς στερήσεως καὶ ἓν τὸ εἶδος, τρεῖς δὲ τῷ τὴν στέρησιν ἑτέραν εἶναι τῆς ὕλης κατὰ τὸν λόγον.” ἐφιστάνει δὲ ὁ Ἀλέξανδρος ὅτι “κοινότερον νῦν τὴν στέρησιν ἐναντίαν τῷ εἴδει λέγει. ἀντίκειται μὲν γάρ, ἀλλ’ ὡς τῇ ἠρεμίᾳ ἡ κίνησις, ἥτις πῶς ἀντίκειται, εἴρηκεν ἐν τῷ πέμπτῳ τῆσδε τῆς πραγματείας, ὅτι ὡς στέρησις ἀντίκειται τῇ κινήσει ἡ ἠρεμία. ἀπουσία γάρ ἐστι κινήσεως καὶ οὐδὲν ἄλλο, πλὴν ὅτι οὐκ ἐν παντί, ἀλλ’ ἐν τῷ πεφυκότι κινεῖσθαι.”

“因此在某种意义上应当说本原是两个,直至,以及对于无形状者与青铜。” 在说明了本原是两个还是三个存在诸多困惑,并指明了它们如何在某种意义上是两个、如何在某种意义上是三个之后,他对所言之事作出总结,他说:“因此在某种意义上应当说本原是两个,而在某种意义上是三个”:如果有人把握本真意义上的本原即底层与形式两者,则是两个;如果有人在两者之外额外把握偶性的本原即缺乏,则是三个。他还补充了另一种方式,依此本原也能够在某种意义上被称为两个、在某种意义上被称为三个。因为如果有人将相反者即形式与缺乏称为本原,则是两个,因为产生与消灭皆按照它们相互之间的转化得以完成。但在某种意义上它们不可能被称为两个;因为相反者就其自身而言,不可能彼此承受作用;因为它们既不能彼此容受,也不能相互接受,相反者更不可能变成与其相反者完全相同的东西。那么,如果相反者彼此之间确实不承受任何作用,其他事物又如何从相反者中产生呢?抑或这一困难通过将底层确立为第三个本原而得以解决,在底层之中,相反者也将能够对彼此施加作用。因为底层自身不是相反者,将能够容受它们各自。这样一来,本原便又不再是两个,而是三个。因此按照这种方式,说本原如何在某种意义上是两个、如何在某种意义上是三个,也是真实的。并且又能以另一种方式说本原并不多于相反者;因为作为本真本原的底层与形式两者,与同为两个的相反者在数目上相等。所以本原在某种意义上再次是两个,但并非完全是两个,因为底层即便在数目上是一,在定义上却是两个;因为作为质料的定义是一回事,作为缺乏的定义是另一回事,即便它们在数目上似乎是一。亚里士多德在这些话中似乎想要以多种方式传授本原如何能够被称为两个、如何能够被称为三个:首先是说作为自身性的本原是两个,但加上偶性的本原则是三个;其次是说作为相反者是两个,但加上底层则是三个;再次是说作为与相反者数目相等是两个,但由于两者之中的一个在定义上被划分为二则是三个。“而所谓‘在某种意义上’与‘可以说是两个’,正如亚历山大所言,之所以被这样说,是因为质料与形式由于它们各自不可能单独成立存在,从而在数目上并不是两个;而在数目上相异的事物,则是分离在各自独特的实体之上的。抑或他在说了‘在某种意义上是两个’之后,又通过说‘但在数目上可以说是两个’而补充了这一方式;因为质料连同缺乏在数目上是一,形式也是一,但由于缺乏在定义上与质料相异,所以是三个。”亚历山大进而提醒道:“他现在是在更宽泛的意义上将缺乏称为形式的相反者。因为缺乏确实与形式相对立,但正如运动对立于静止一样;关于这种相对立的方式,他在本论著的第五卷中已经说明,静止乃是作为缺乏而对立于运动的。因为它是运动的不在,而非其他任何东西,只是它并非存在于一切事物中,而是存在于本性适于运动的事物之中。”

语法注2 条
  1. 1.61τῆς ἑτέρας διχῇ τῷ λόγῳ διαιρουμένης

    独立属格结构。τῆς ἑτέρας 指代前文所述的两个本真本原之一(即与形式相对的底层 τὸ ὑποκείμενον),表示该本原在定义上被双重划分为质料与缺乏。

  2. 1.61τῷ μὴ οἷόν τε εἶναι ἰδίᾳ ἑκάτερον αὐτῶν ὑποστῆναι

    表示原因的与格冠词不定式结构(τῷ ... εἶναι)。ἰδίᾳ ἑκάτερον αὐτῶν(“它们各自单独地”)作对格主语,支配依赖于述谓短语 οἷόν τε 的不定式 ὑποστῆναι。

翻译:Gemini 3.8 Flash・中文译文与原文无修订urn:cts:greekLit:tlg4013.tlg004.humanitext-grc1:218.13-219.19