← 辛普里丘

亚里士多德《物理学》注释

§217.1-218.12

底层的数目同一性与质料和缺乏的差异

辛普里丘解释了底层在数目上为一而在形式与定义上作为质料与缺乏而为二的理由,阐明质料因其持存并可被指示而可被数计且被称为‘某个这’,而缺乏仅为不在因而不可被数计。随后他引证《蒂迈欧篇》中的黄金比喻,论述了柏拉图与亚里士多德在‘某个这’的用法及质料规定上的一致性。

显示 ▾
显示
译文
字体
AI ↗
← 上一节下一节 →
§1.60

" Ἔστι δὲ τὸ μὲν ὑποκείμενον ἀριθμῷ μὲν ἕν ἕως τοῦ τῶν οὕτω κατηγορουμένων." Τὴν κοινωνίαν πάλιν ἐνταῦθα τῆς τε ὕλης καὶ τῆς στερήσεως καὶ τὴν διαφορὰν αὐτῶν παραδίδωσι. καθόσον μὲν γὰρ σὺν τῇ ὕλῃ καὶ ἡ στέρησίς ἐστι, πρὶν ἐπιγένηται τὸ εἶδος, καὶ σὺν αὐτῇ θεωρεῖται ὡς ὑποκείμενον, κατὰ τοσοῦτον ἓν τῷ ἀριθμῷ ἐστι τὸ ὑποκείμενον τὸ ἐξ ὕλης καὶ στερήσεως· καθόσον δὲ ἡ μὲν ὕλη ὑπομένει οἷον ὁ ἄνθρωπος ἢ ὁ χρυσὸς ἐν τῇ μεταπλάσει τῶν χρυσῶν σκευῶν καὶ ὑπὸ δεῖξιν πίπτει καὶ τόδε τι λέγεται (χρυσοῦς γὰρ καὶ ὁ μανιάκης, χρυσοῦς καὶ ὁ δακτύλιος) ἐνυπαρχούσης ἀεὶ τῷ συνθέτῳ καθ’ αὑτὸ τῆς ὕλης, κατὰ τοῦτο καὶ ἀριθμητή ἐστιν αὐτή. τὸ γὰρ καθ’ αὑτὸ ὑφεστὼς καὶ ὑπὸ δεῖξιν πῖπτον ἀριθμητὸν κυρίως. καὶ ὁ μὲν ἄνθρωπος καὶ ὁ χρυσός, τὰ ἄτομα, ἅπερ καὶ ὑποκείμενά ἐστιν, ἁπλῶς ἀριθμητὰ καὶ τόδε τι ἕκαστον αὐτῶν· ἐπειδὴ δὲ προσέθηκε τούτοις καὶ ὅλως ἡ ὕλη, ἡ δὲ πρώτη ὕλη οὐκέτι ὁμοίως τῷ ἀνθρώπῳ ἀριθμητὴ καὶ τόδε, ἐπεὶ μηδὲ δύναται χωρὶς εἴδους ὑπὸ δεῖξιν πίπτειν, διὰ τοῦτο προσέθηκε τῷ τόδε γάρ τι τὸ μᾶλλον.1 οὐ γὰρ ἁπλῶς ἡ ὕλη τόδε, ἀλλὰ καθόσον συνεργεῖ τῷ συναμφοτέρῳ πρὸς τὸ εἶναι αὐτὸ τόδε τι οἷον γενητὸν καὶ αἰσθητόν, ὑπομένουσα τε καὶ σῳζομένη ἐν αὐτῷ. ὅπερ ἐδήλωσε διὰ τοῦ καὶ οὐ κατὰ συμβεβηκὸς ἐξ αὐτοῦ γίνεται τὸ γινόμενον. καὶ ὅλως τὸ ἀριθμητὸν καὶ τόδε τι ἔχει διὰ τὸ ὑφεστάναι ἐν τῷ συνθέτῳ. κἂν γὰρ ἔλαττον τοῦ εἴδους ἔχῃ τοῦτο, ἀλλὰ μᾶλλον τῆς στερήσεως. ἡ μέντοι στέρησις οὐκ ἐνυπάρχει ἐν τῷ γινομένῳ ὥσπερ τὸ εἶδος καὶ ἡ ὕλη, ὥστε οὐκ ἂν ἐξ αὐτῆς λέγοιτο πρώτης καὶ καθ’ αὑτὸ γεγονὸς εἶναι. ἀλλ’ οὐδὲ τόδε τι διὰ ταύτην ἐστὶ τὸ σύνθετον, εἴπερ μὴ ὑπομένει καὶ εἴπερ ἀπουσία μόνον ἐστίν· ὥστε οὐδὲ ἀριθμητὴ αὕτη οὐδὲ τόδε τι. οἷον γὰρ ἀπόφασίς τίς ἐστιν ἡ στέρησις, εἰ καὶ διαφέρει πῃ τῆς ἀποφάσεως. ἡ δὲ ἀπόφασις οὐκ ἀριθμητὴ οὐδὲ τόδε τι διὰ τὸ ἀόριστον. διαφέρει δὲ ἡ στέρησις τῆς ἀποφάσεως τῷ προσσημαίνειν τὸ ἐν ᾧ ἐστι. τὸ γὰρ ἄμουσον οὐκ ἐν παντί, ἀλλ’ ἐν ἀνθρώπῳ. εἰ δὲ μὴ καθ’ αὑτήν ἐστιν αἴτιον ἡ στέρησις, κατὰ συμβεβηκὸς ἂν εἴη, διότι συμβέβηκε τῷ καθ’ αὑτὸ αἰτίῳ τῇ ὕλῃ. καὶ γὰρ καὶ ὂν οὐ καθ’ αὑτό ἐστιν, ἀλλὰ κατὰ συμβεβηκός, εἴπερ ἀπουσία τοῦ εἴδους ἐστὶν ἐν τῷ πεφυκότι. διὸ καὶ ἀριθμῷ ἓν τὸ ὑποκείμενον, κἂν λόγῳ δύο. καὶ τὸ εἶδος δὲ ἓν τῶν στοιχείων ἐστὶ τῶν συμπληρούντων τὸ σύνθετον. ὥστε δῆλον γέγονεν ἐκ τῶν εἰρημένων, καὶ πῶς δύο καὶ πῶς τρεῖς αἱ ἀρχαὶ δύνανται λέγεσθαι. Ἄξιον δὲ ἐν τούτοις ἐπιστῆσαι, πῶς ἀκόλουθα τοῖς ἐν Τιμαίῳ περὶ τῆς ὕλης εἰρημένοις τῷ Πλάτωνι γέγραφε νῦν ὁ Ἀριστοτέλης· γέγραπται γὰρ οὕτως· “ἐν ᾧ δὲ ἐγγινόμενα ἀεὶ ἕκαστα αὐτῶν φαντάζεται καὶ πάλιν ἐκεῖθεν ἀπόλλυται, μόνον ἐκεῖνο αὖ προσαγορεύειν τῷ τε τοῦτο καὶ τῷ τόδε προσχρωμένους ὀνόματι.”2 καὶ μετ’ ὀλίγα “εἰ γὰρ πάντα τις σχήματα πλάσας ἐκ χρυσοῦ μηδὲν μεταπλάττων παύοιτο ἕκαστα εἰς ἅπαντα, δεικνύντος δή τινος αὐτῶν ἓν καὶ ἐρομένου τί ποτέ ἐστι, μακρῷ πρὸς ἀλήθειαν ἀσφαλέστατον εἰπεῖν ὅτι χρυσός.” ἐπειδὴ δὲ τὸ τόδε τι ποτὲ μὲν κατὰ τὸ ὑπομένειν καὶ ὑπὸ δεῖξιν πίπτειν δοκεῖ λέγεσθαι, ποτὲ δὲ κατὰ τὸ ἐφ’ ἑαυτοῦ ὂν καὶ οὔτε ἐν ἄλλῳ οὔτε ἄλλου, τοιοῦτον δὲ τὸ σύνθετον, ἐνταῦθα μὲν συμφώνως τῷ Πλάτωνι ἐπὶ τοῦ ὑπομένοντος αὐτῷ χρῆται. μετ’ ὀλίγον δὲ κατὰ τὸ τέλειον καὶ σύνθετον αὐτῷ χρώμενος ἀποφάσκει αὐτὸ τῆς ὕλης.

“底层在数目上是一,直至,如此被述说之物。” 他在本处再次传授质料与缺乏的共通性以及它们的区别。因为在形式随之产生之前,缺乏在何种程度上与质料并存,并与质料一同被视作底层,由质料与缺乏构成的底层就在同等程度上在数目上是一;但在何种程度上质料得以持存——如人或金制器皿重铸中的金那样——且落入指示之中并被称为‘某个这’(因为项圈是金的,戒指也是金的),质料在其自身上始终内在于复合体之中,按照这一点质料自身也是可数计的。因为在其自身上持存且落入指示之中的东西,在本真意义上是可数计的。而作为不可分个体的人与金,它们也是底层,每一个都直截了当地是可数计的且是‘某个这’;但既然他在这些之外又补充了‘以及一般的质料’,而第一质料不再像人那样同等地是可数计的和‘某个这’,因为它甚至无法脱离形式而落入指示之中,正是因此,他在‘因为它是某个这’之后补充了‘更是’。因为质料并非直截了当地是‘某个这’,而只是由于它通过在复合体中持存并得以保全,从而协助结合体成为‘某个这’(例如可生成的和可感觉的事物)。他正是通过‘且生成之物并非偶性地从它生成’这一表述阐明了这一点。并且总之,质料具有可数计性与‘某个这’,是由于它在复合体中具有实体性存在。因为即便质料具有此性质不及形式,但仍然多于缺乏。然而,缺乏并不像形式与质料那样内居于生成之物中,因此生成之物不能被说成是最初且在其自身上从缺乏生成的。不仅如此,如果缺乏确实不持存而仅仅是不在,那么复合体也不是由于缺乏而是‘某个这’;因此缺乏既非可数计的,亦非‘某个这’。因为缺乏正如一种否定,即便它在某种程度上与否定有所不同。而否定由于其不确定性,既非可数计的,亦非‘某个这’。但缺乏与否定的不同之处在于它额外指明了其所在之物;因为‘无音乐修养’并非存在于一切事物中,而是存在于人之中。如果缺乏在其自身上并非原因,它就会是偶性的原因,因为它附随于其自身上的原因即质料。因为甚至它的存在也并非在其自身上的,而是偶性的,如果它确实是在自然合宜接受形式之物中对形式的缺乏。因此,即便底层在定义上是二,在数目上也是一。而形式也是补全复合体的元素之一。所以,根据所说之言,本原如何可说是两个、又如何可说是三个,已变得显而易见。在这些话中值得注意的是,亚里士多德现在的论述与柏拉图在《蒂迈欧篇》中关于质料所说的话是何等一致;因为那里是这样写的:‘而它们各自总是在其中生成并显现、又再次从中消逝的那个东西,唯独它应当再次被使用“这个”与“那个”的名称来称呼。’稍后又说:‘因为如果有人用金子塑造成所有形状,不断地将每一个重塑为所有形状,当有人指着其中之一并询问它究竟是什么时,就真实性而言,远为最安全的回答乃是说它是金子。’然而,既然‘某个这’有时似乎是按照持存并落入指示之中而言的,有时又是按照独立存在且既不在他物中亦非属于他物而言的(复合体便是如此),在这里亚里士多德确实与柏拉图一致,将它运用于持存之物。但稍后他按照完满者与复合体来使用它,并从质料上否定了它。

语法注2 条
  1. 1.60προσέθηκε τῷ τόδε γάρ τι τὸ μᾶλλον

    动词 προσέθηκε(补充了)支配被补充的词(宾格 τὸ μᾶλλον)以及作为补充对象的原文引用短语(与格 τῷ τόδε γάρ τι)。带有定冠词的引用语 τῷ τόδε γάρ τι 是将亚里士多德原文短语实体化后的与格。

  2. 1.60μόνον ἐκεῖνο αὖ προσαγορεύειν τῷ τε τοῦτο καὶ τῷ τόδε προσχρωμένους ὀνόματι

    此处引自柏拉图《蒂迈欧篇》,不定词 προσαγορεύειν(应当称呼)或依赖于柏拉图语境中省略的道义动词(如 χρή),或用作命令式不定词。分词 προσχρωμένους(使用着)的阳性宾格复数形式与带有一般泛指主语的宾格加不定词结构相呼应。

翻译:Gemini 3.8 Flash・中文译文与原文无修订urn:cts:greekLit:tlg4013.tlg004.humanitext-grc1:217.1-218.12