- 底本
- Simplicius, In Aristotelis Physicorum Libros Commentaria. Commentaria in Aristotelem Graeca IX, ed. H. Diels, Berlin: Reimer 1882, pp. 1-800; Commentaria in Aristotelem Graeca X, ed. H. Diels, Berlin: Reimer 1895, pp. 801-1366. Transcribed by Humanitext from the page images.
- 翻译
- AI 生成(gemini-3.8-flash) — 机器翻译,可能包含错误
- 语言
- 日本語 · English · 简体中文 · 한국어
- CTS URN
- urn:cts:greekLit:tlg4013.tlg004.humanitext-grc1:215.22-216.37
- 输出
- Humanitext Reader · reader.humanitext.ai · 2026-11-23
辛普里丘将亚里士多德的论证(190b17)重构为三段论,解释了生成的本原在其自身上是两个(质料与形式),而在偶性上连同缺乏则是三个。他进一步区分了作为内在构成元素的本原之探求与作为变化的本原之探求。
" Φανερὸν οὖν ὡς εἴπερ εἰσὶν αἰτίαι καὶ ἀρχαὶ τῶν φύσει ὄντων ἕως τοῦ δῆλον οὖν ὡς γίνοιτ’ ἄν τὰ γινόμενα ἐκ τούτων." Δείξας ὅτι τὸ γινόμενον ἅπαν σύνθετόν ἐστι συγκείμενον ἔκ τε τοῦ γινομένου καὶ τοῦ ὃ γίνεται, τουτέστιν ἔκ τε τοῦ εἴδους καὶ τοῦ ὑποκειμένου, διὰ τούτων λοιπὸν δείκνυσιν ὅτι τὸ γινόμενον καὶ τὸ ὃ γίνεται ἀρχαὶ καὶ στοιχεῖά εἰσι, καὶ ὅτι πῶς μὲν δύο ταῦτα, πῶς δὲ τρία, συλλογιζόμενος οὕτως· τὸ φυσικὸν καὶ γενητὸν ἅπαν σύγκειται καθ’ αὑτὸ ἐκ πρώτων τοῦ τε ὑποκειμένου καὶ τοῦ εἴδους· τὸ συγκείμενον καθ’ αὑτὸ καὶ μὴ κατὰ συμβεβηκὸς ἐκ πρώτων τοῦ τε ὑποκειμένου καὶ τοῦ εἴδους ἀρχὰς ἔχει τό τε ὑποκείμενον καὶ τὸ εἶδος· σύγκειται γὰρ ὁ μουσικὸς ἄνθρωπος ἐξ ἀνθρώπου καὶ μουσικοῦ προσεχῶς, διὸ καὶ διαλύεται εἰς ταῦτα. ἐπειδὴ δὲ τὸ ὑποκείμενον ἀριθμῷ μέν ἐστιν ἓν εἴδει δὲ καὶ λόγῳ δύο, καὶ τὸ μὲν καθ’ αὑτό ἐστιν ἡ ὕλη τὸ δὲ κατὰ συμβεβηκὸς ἡ στέρησις, συνάγεται ὅτι κατὰ μέν τινα τρόπον δύο εἰσὶν αἱ ἀρχαὶ (εἴ τις τὰ ἀριθμητὰ καὶ καθ’ αὑτὸ ἐνυπάρχοντα τῷ συνθέτῳ στοιχείῳ λαμβάνοι, ἐξ ὧν πρώτων ἐστὶ καθ’ αὑτὸ καὶ μὴ κατὰ συμβεβηκός), κατὰ δέ τινα τρόπον τρεῖς (εἴ τις καὶ τὴν στέρησιν ὡς ἀρχὴν καὶ στοιχεῖον λαμβάνοι, διότι ἦν ἐν τῷ ὑποκειμένῳ πρὶν γένηται τὸ σύνθετον). καὶ οὐκ ἂν ἐγένετο τὸ σύνθετον μὴ πρότερον ἐκστάντος ἐκείνου. ὁ γὰρ ἄνθρωπος οὐκ ἂν γένοιτο μουσικὸς μὴ πρότερον ἄμουσος ὢν καὶ τοῦ ἀμούσου ὑποχωρήσαντος. ὥστε τὰ φυσικὰ πάντα στοιχεῖα καὶ ἀρχὰς ἔχει καθ’ αὑτὸ μὲν δύο τό τε εἶδος καὶ τὴν ὕλην, κατὰ συμβεβηκὸς δὲ καὶ τὴν στέρησιν, ὅτι τῇ ὕλῃ συμβέβηκεν αὕτη, ἥτις καθ’ αὑτὸ αἴτιον ἐδείχθη· τὰ δὲ κατὰ συμβεβηκὸς αἴτια κυρίως ἐστίν. ἡ μὲν οὖν ὅλη τῶν λεγομένων ἔννοια τοιαύτη. σημειωτέον δέ, ὅτι τὸ τῆς αἰτίας καὶ ἀρχῆς ὄνομα καὶ ἐπὶ τῆς ὕλης τίθησιν ὁ Ἀριστοτέλης, ἐν οἷς φησιν, ὡς εἴπερ εἰσὶν αἰτίαι καὶ ἀρχαὶ τῶν φύσει ὄντων. τὸ δὲ ἐξ ὧν πρώτων εἰσὶν ἢ γεγόνασι καὶ τὰ ἑξῆς εἴρηται δηλοῦντα,1 ὅτι τὰς στοιχειώδεις ἀρχὰς ὁ λόγος ζητεῖ, ἐξ ὧν ἔστιν ὅτε ἔστι καὶ γέγονεν ὅτε γέγονε τὰ φυσικὰ πάντα. ἐξ ὧν γὰρ γέγονεν ἐκ τούτων καὶ ἔστι, καὶ ἐξ ὧν ἔστιν ἐκ τούτων καὶ γέγονε, μὴ κατὰ συμβεβηκὸς τὸ ἐξ ὧν λαμβανόντων ἡμῶν ἀλλὰ κατ’ οὐσίαν, τουτέστιν ἐξ ὧν ἡ οὐσία συμπληροῦται τοῦ γινομένου. ἐξ ὧν γὰρ οὕτως τι γέγονεν, ταῦτα ἀρχαὶ καὶ αἴτια αὐτοῦ ἐστι κυρίως. προσέθηκε δὲ τοῦτο καὶ διὰ τὴν στέρησιν, διότι λέγεται μὲν καὶ ἐκ τοῦ ἐναντίου καὶ μὴ ἐνυπάρχοντος γίνεσθαι τι γινόμενον, ἀλλὰ κατὰ συμβεβηκὸς ἐκ τούτου, καὶ οὐχ οὕτως ὡς ἐν τῇ οὐσίᾳ αὐτοῦ εἶναι καὶ συμπληροῦν αὐτοῦ τὸ εἶναι. τὸ δὲ ἕκαστον ὃ λέγεται κατὰ τὴν οὐσίαν ὅμοιόν ἐστι τῷ ἐν Κατηγορίαις ἐπὶ τῶν ὁμωνύμων εἰρημένῳ “ὁ δὲ κατὰ τοὔνομα λόγος τῆς οὐσίας ἕτερος”. ὡς γὰρ ἐκ στοιχείων ἕκαστον σύγκειται ἐκείνων, ἃ τῶν λεγομένων ἑκάστου καθ’ ὃ λέγεται συμπληροῖ τὴν οὐσίαν. σύγκειται, δέ φησιν, ὁ μουσικὸς ἄνθρωπος ἐξ ἀνθρώπου καὶ μουσικοῦ τρόπον τινά· οὐ γὰρ ὡς τὰ κεχωρισμένα πάντῃ καὶ κατ’ ἰδίαν ὄντα συνετέθη, ὡς πλίνθοι καὶ λίθοι. διὸ οὐδὲ διαλύεται οὕτως, ἀλλ’ εἰς τοὺς λόγους καὶ εἰς τοὺς ὁρισμοὺς ἡ διάλυσις· ὥστε καὶ ἐκ τούτων ἡ σύνθεσις. ἰστέον δὲ ὅτι ἄλλο ἐστὶν ὡς ἀρχὰς καὶ στοιχεῖα τῶν φυσικῶν ζητεῖν,2 ἐξ ὧν πρώτως ἐνυπαρχόντων ἐστὶ καθ’ αὑτὸ καὶ μὴ κατὰ συμβεβηκός, καὶ ἄλλο μεταβολῆς ἀρχὰς ζητεῖν. καὶ κατὰ μὲν τὸ πρῶτον ἡ στέρησις κατὰ συμβεβηκὸς ἂν εἴη αἴτιον ὡς μὴ ἐνυπάρχον, κατὰ δὲ τὸ δεύτερον καθ’ αὑτό. ὡς γὰρ τῆς εἰς τὸ εἶναι μεταβολῆς αἴτιον τὸ εἶδος, οὕτως τῆς εἰς τὸ μὴ εἶναι ἡ στέρησις. αἴτιον δὲ ἡ στέρησις καὶ τῷ γινομένῳ καὶ κατὰ τὴν παρουσίαν, ὅτι ἐκ μὴ τοιούτου δεῖ γίνεσθαι, καὶ κατὰ τὴν ἀπουσίαν, ὅτι ἀπογινομένης αὐτῆς ἐπιγίνεται τὸ εἶδος.
“因此显而易见,如果自然存在物确实存在原因和本原,直至,因此显而易见,生成之物当从这些生成。” 在指明了生成的一切事物都是由‘生成之物’与‘成为之物’(即形式与底层)构成的复合体之后,他接下来通过这些话指明,‘生成之物’与‘成为之物’是本原和元素,以及它们如何既是两个,又是三个,他是这样推论的:一切自然的、可生成的事物,在其自身上都是从作为最初之物的底层和形式构成的;凡在其自身上而非偶性地从作为最初之物的底层和形式构成的事物,都以底层和形式为本原;因为有音乐修养的人直接由人与有音乐修养之物构成,所以他也分解为这些。然而,既然底层在数目上是一,但在形式和定义上是二,且其自身上的是质料,而偶性地的是缺乏,那么就推论出:在某一种方式上本原是两个(如果有人把可被数计且自身内在于复合体之中的东西作为元素采纳,由于复合体最初就是从这些构成而在其自身上并非偶性地存在的),而在另一种方式上则是三个(如果有人因缺乏在复合体生成之前存在于底层之中,而将缺乏也作为本原和元素采纳)。而且,若非缺乏预先离去,复合体就不会生成。因为人如果不是预先没有音乐修养,且在无音乐修养的状态退去之后,就不会成为有音乐修养的。因此,一切自然事物在其自身上都具有形式与质料这两个元素和本原,但在偶性上也具有缺乏,因为这缺乏附随于质料,而该质料已被证明是其自身上的原因;而偶性的原因正是本真地存在的。因此,所说之言的总体意旨就是如此。但应当指出,亚里士多德在说‘如果自然存在物确实存在原因和本原’这处,也将原因与本原的名称运用于质料。而‘它们最初从其中存在或生成’这一表述及随后的诸词,之所以被说出,是为了表明论证在探求作为元素的本原,一切自然事物在存在时是从它们而存在,在生成时是从它们而生成的。因为〔自然事物〕从哪些东西生成,也正是从这些东西而存在;从哪些东西而存在,也正是从这些东西生成;前提是我们并非偶性地、而是按照实体来理解‘从其中’,也就是从其中完成生成之物的实体。因为事物以此种方式从其中生成的东西,本真地就是它的本原与原因。他补充这一点也是由于缺乏的缘故,因为尽管也有人说生成的事物是从对立物及非内居之物生成的,但从这东西生成只是偶性上的,而不是以存在于其实体中并完成其存在的方式。而‘每一个按其实体被述说的事物’这一表述,类似于在《范畴篇》中关于同名异义事物所说的‘依名称而定的实体定义是不同的’。因为每一事物都是如同从元素那样从那些东西构成的,这些东西完成了每一被述说之物依其所被述说之点的实体。又他说,有音乐修养的人在某种方式上由人与有音乐修养之物构成;因为这并不是像砖块与石块那样作为全然分离且各自存在的事物被组合在一起的。因此,它也不是那样被分解的,而这种分解是分解为定义与界定;因此组合也是由这些组成的。必须知晓,作为自然事物的本原与元素来探求——即作为最初内居之物,事物在其自身上而非偶性地由此存在——是一回事,而探求变化的本原是另一回事。按照前者,缺乏作为非内居之物应当是偶性的原因;但按照后者,它则是其自身上的原因。因为正如形式是向存在的变化的原因,缺乏同样也是向非存在的变化的原因。缺乏对于生成之物也是原因:既由于其临在而为原因(因为生成物必须从不是这样状态的东西生成),也由于其不在而为原因(因为随着缺乏的离去,形式才随之产生)。
- 1.59τὸ δὲ ἐξ ὧν πρώτων εἰσὶν ἢ γεγόνασι καὶ τὰ ἑξῆς εἴρηται δηλοῦντα
主语是由定冠词 τὸ 引出的引用短语 τὸ ἐξ ὧν πρώτων εἰσὶν ἢ γεγόνασι 以及与其并列的 καὶ τὰ ἑξῆς。主谓动词 εἴρηται 为单数,而分词 δηλοῦντα 采用中性复数主格,这是依据意义一致(constructio ad sensum),将所引短语及其后续文句整体视为中性复数,作谓词性修饰。
- 1.59ἄλλο ἐστὶν ὡς ἀρχὰς καὶ στοιχεῖα τῶν φυσικῶν ζητεῖν, ἐξ ὧν πρώτως ἐνυπαρχόντων ἐστὶ καθ’ αὑτὸ καὶ μὴ κατὰ συμβεβηκός, καὶ ἄλλο μεταβολῆς ἀρχὰς ζητεῖν
该句具有 ἄλλο [ἐστι] ... καὶ ἄλλο [ἐστι](……是一回事,而……是另一回事)的相关对偶结构。在关系从句中,ἐξ ὧν πρώτως ἐνυπαρχόντων 是由介词 ἐξ 支配属格关系代词 ὧν 与分词 ἐνυπαρχόντων 构成的修饰结构(意为“作为最初内居之物,事物由此……”)。
