- 底本
- Simplicius, In Aristotelis Physicorum Libros Commentaria. Commentaria in Aristotelem Graeca IX, ed. H. Diels, Berlin: Reimer 1882, pp. 1-800; Commentaria in Aristotelem Graeca X, ed. H. Diels, Berlin: Reimer 1895, pp. 801-1366. Transcribed by Humanitext from the page images.
- 翻译
- AI 生成(gemini-3.8-flash) — 机器翻译,可能包含错误
- 语言
- 日本語 · English · 简体中文 · 한국어
- CTS URN
- urn:cts:greekLit:tlg4013.tlg004.humanitext-grc1:214.29-215.21
- 输出
- Humanitext Reader · reader.humanitext.ai · 2026-11-23
辛普利丘将亚里士多德的论述重构为三段论,论证了所提出的诸种生成方式(重塑形态、减少、增加、组合、变质)都伴随有底层,进而阐明生成之物是由形式与质料/缺乏所构成的复合物。
" Πάντα δὲ τὰ οὕτως γινόμενα φανερὸν ὅτι ἐξ ὑποκειμένων γίνεται ἕως τοῦ τὸν δὲ χαλκὸν ἢ 〈τὸν〉 λίθον ἢ τὸν χρυσὸν τὸ ὑποκείμενον." Εἰ πάντα μὲν τὰ κυρίως γινόμενα κατά τινα τούτων γίνεται τῶν τρόπων, τὰ δὲ κατὰ τούτους γινόμενα τοὺς τρόπους ἐξ ὑποκειμένου γίνεται, δῆλον ὅτι πάντα τὰ κυρίως γινόμενα ἐξ ὑποκειμένου γίνεται. ὅτι δὲ τῶν εἰρημένων ἕκαστον ἐξ ὑποκειμένου γίνεται, δῆλον ἔσται προχειριζομένοις ἡμῖν.1 καὶ γὰρ ἐπὶ τοῦ μετασχηματιζομένου ἔστι τι ὃ μετασχηματίζεται καὶ ἐπὶ τοῦ τῇ ἀφαιρέσει γινομένου ἔστι τι οὗ ἀφαιρεῖται καὶ ἐπὶ τῆς προσθέσεως ἔστι τι ᾧ προστίθεται καὶ ἐπὶ τῆς συνθέσεως τὰ συντιθέμενά ἐστι καὶ ἐπὶ ἀλλοιώσεως εἶναί τι χρὴ τὸ ἀλλοιούμενον. εἰ οὖν καὶ ὑποκείμενόν τί ἐστιν ἐν πάσῃ γενέσει τῇ τε οὐσιώδει καὶ τῇ κατά τι τῶν συμβεβηκότων, ἔστι δὲ καὶ τὸ τῷ ὑποκειμένῳ ἐπιγινόμενον, δῆλον ὅτι πᾶν τὸ γινόμενον σύνθετόν ἐστιν ἔκ τε τοῦ γινομένου τουτέστι τοῦ εἴδους οἷον τοῦ μουσικοῦ (πάλιν γὰρ τοῦτο ὡς σαφέστερον προχειρίζεται τὸ παράδειγμα, ὃ καὶ ὑπόνοιαν ἴσως παρέσχε τοῦ κοινῶς πάλιν περὶ πάσης λέγειν γενέσεως) καὶ ἐκ τοῦ ὃ γίνεται. διττὸν δὲ τοῦτο, τό τε ὑποκείμενον καὶ τὸ ἀντικείμενον τῷ εἴδει. καὶ γὰρ ὅτι ὁ ἄνθρωπος καὶ ὅτι ὁ ἄμουσος ἐγένετο μουσικὸς λέγομεν. ἀντιστρόφως δὲ νῦν τῷ πρόσθεν γινόμενον μὲν τὸ εἶδος καλεῖ, ὃ γίνεται δὲ τὴν ὕλην καὶ τὴν στέρησιν,2 ἐνδεικνύμενος οἶμαι ὅτι ἑκατέρως καλεῖν δυνατόν. παραδείγματα δὲ παραθέμενος τῶν ἐξ ὧν γίνεται τὸ γινόμενον τό τε ἄμουσον καὶ τὸν ἄνθρωπον, τοῦ γινομένου οὐ παρέθετο ὡς σαφοῦς ἐκ τοῦ ἀντικειμένου.3 διὸ καὶ ἀντικείμενον ἐκάλεσε τὴν στέρησιν, τὸ δὲ τῷ ἀμούσῳ ἀντικείμενον πρόδηλον ὅτι τὸ μουσικόν ἐστι. καὶ τούτων δὲ τὰ παραδείγματα παρέθετο διὰ τὸ διορίσαι τοῦ ὑποκειμένου τὴν στέρησιν.
“以这种方式生成的一切事物显然都从底层生成,直至,而青铜或石头或黄金则是底层。” 如果严格意义上生成的一切事物都是按照这些方式中的某一种生成的,而按照这些方式生成的事物是从底层生成的,那么显而易见,严格意义上生成的一切事物都是从底层生成的。而所提及的每一项都从底层生成,如果我们着手考察,这将是显而易见的。因为在被重塑形态的事物中,存在着某种被重塑形态的东西;在通过减少而生成的事物中,存在着某种被减少的东西;在增加中,存在着某种被添加于其上的东西;在组合中,存在着被组合的诸事物;而在变质中,必然存在着某种发生变质的东西。因此,如果在每一种生成中(无论是实体性的生成还是就某种偶性而言的生成)都存在着某种底层,并且也存在着随后产生于底层之上的东西,那么显而易见,一切生成之物都是复合的,既由‘生成之物’(即形式,如懂音乐的;因为他又将这个例子作为更清楚的例子着手采纳,而这也或许引起了怀疑,以为他重新一般性地谈论一切生成)复合而成,又由‘成为之物’复合而成。而后者是双重的,即底层以及与形式对立之物。因为我们既说人成为了懂音乐的,也说不懂音乐的成为了懂音乐的。但与先前相反,他现在将形式称为‘生成之物’,而将质料与缺乏称为‘成为之物’,我想这是在表明以两种方式称呼都是可能的。他列举了不懂音乐的与人作为生成之物从其中生成出来的那些事物的例子,却未曾列举‘生成之物’的例子,因为这从对立面来看是显然的。因此他也将缺乏称为‘对立之物’,而与不懂音乐的相对立的显然是懂音乐的。而且他列举它们的例子,正是为了将缺乏从底层中区分开来。
- 1.58προχειριζομένοις ἡμῖν
关系与格(或评判者与格),分词 προχειριζομένοις 带有条件意味(“如果我们着手考察/检验的话”)。
- 1.58ἀντιστρόφως δὲ νῦν τῷ πρόσθεν γινόμενον μὲν τὸ εἶδος καλεῖ, ὃ γίνεται δὲ τὴν ὕλην καὶ τὴν στέρησιν
由动词 καλεῖ 统辖的并列双宾格结构:在第一分句中 τὸ εἶδος 为宾语,γινόμενον 为宾语补足语(谓述宾格);在第二分句中 τὴν ὕλην καὶ τὴν στέρησιν 为宾语,关系代词短语 ὃ γίνεται 作谓述宾格。此处指出了用语上的颠倒:此前曾将底层称为 γινόμενον,而此处则将形式称为 γινόμενον。
- 1.58τοῦ γινομένου οὐ παρέθετο ὡς σαφοῦς ἐκ τοῦ ἀντικειμένου
τοῦ γινομένου 是动词 παρέθετο 所统辖的属格宾语(或者理解为承前省略了 παραδείγματα,“[……的例子]”)。ὡς σαφοῦς 是由 ὡς 引导的属格独立结构,表主观原因(“鉴于它由对立面来看已甚为明了”)。
