← 辛普里丘

亚里士多德《物理学》注释

§213.4-214.28

无条件生成的实体划分与先行诠释辨析

在对亚里士多德《物理学》190b1及以后的注释中,辛普里丘批判了前代注释家亚历山大(及叙利亚诺)对‘无条件生成之物’的划分所作的解读,论证该分类并非涵盖偶性生成的普遍分类,而是实体性生成自身的内在划分(组合、重塑形态、质料转变之变质、增减)。

显示 ▾
显示
译文
字体
AI ↗
← 上一节下一节 →
§1.57

" Ὅτι δὲ καὶ ἡ οὐσία ἕως τοῦ οἷον τὰ τρεπόμενα κατὰ τὴν ὕλην." Ὅτι μὲν αἱ ἄλλαι κατηγορίαι ἐν ὑποκειμένῳ τῇ οὐσίᾳ οὖσαι τὸ γίνεσθαι καὶ φθείρεσθαι ἔχουσι προσεχῶς περὶ τὴν οὐσίαν ὡς ὑποκειμένην, δῆλον. καὶ αὐτὴ δὲ ἡ οὐσία ἡ γενητὴ καὶ ὅλως ὅσα παρὰ τὰ πρότερον εἰρημένα, ἃ τόδε τι εἶναι λέγομεν, ἁπλῶς ὄντα ἐστὶ καὶ οὐ τόδε τι ὄντα, τουτέστιν οὐσίαι καὶ οὐ συμβεβηκότα, κἂν μὴ ἐν ὑποκειμένῳ τὸ εἶναι ἔχῃ, ἀλλ’ ἔχει τι πάντως ἐν ἑαυτοῖς ὑποκείμενον κατ’ αὐτά, περὶ ὃ τὸ γίνεσθαι καὶ φθείρεσθαι συμβαίνει αὐτοῖς. τοῦτο δὲ πρῶτον μὲν δείκνυσι διὰ τῆς ἐπαγωγῆς. ἀεὶ γὰρ ἔστι τι ὑποκείμενον ταῖς γενέσεσιν ὥσπερ ἐπὶ φυτῶν καὶ ζῴων τὸ σπέρμα. τούτου γὰρ ὑπομένοντος ἅμα καὶ ἀλλοιουμένου γίνεται τὰ φυτὰ καὶ τὰ ζῷα. μετὰ δὲ τὴν ἐπαγωγὴν καθολικῇ φησιν ὁ Ἀλέξανδρος ἀποδείξει χρῆσθαι τὸν Ἀριστοτέλην δεικνύντα, ὅτι κατὰ πάντας τοὺς τοῦ γίνεσθαι τρόπους ἐξ ὑποκειμένου γίνεται τὰ γινόμενα, καὶ τῷ καθόλου συναποδεικνύντα καὶ τὸ ἐπὶ τῆς οὐσίας, εἴ γε καὶ ταύτης γένεσις ὑπὸ τοὺς ἐκτιθεμένους τρόπους ἐστί. διὸ καὶ τὰ γινόμενα ἁπλῶς ἀντὶ τοῦ καθόλου καὶ καθάπαξ ἀκούει,1 ὡς ἐπανιόντος αὐτοῦ πάλιν ἐπὶ τοὺς κοινοὺς τῆς γενέσεως τρόπους, ἐν οἷς καὶ ὁ κατ’ οὐσίαν συνείληπται· “τῇ γὰρ ἀλλοιώσει, φησίν, ὑποτάσσεται καὶ ἡ κατ’ οὐσίαν γένεσις, καὶ ἴσως εἴποι ἄν οὐχ ὅτι ἀλλοίωσίς ἐστιν, ἀλλ’ ὅτι οὐκ ἄνευ ἀλλοιώσεως”. οὕτως μὲν οὖν ὁ Ἀλέξανδρος. καὶ ἔοικε καὶ Συριανὸς ὁ μέγας τὴν τοιαύτην ἐξήγησιν ἀποδέξασθαι. μήποτε δὲ τῶν κατ’ οὐσίαν γινομένων ἐστὶν ἡ διαίρεσις αὕτη.2 καὶ γὰρ τὸ σχῆμα εἶδος καὶ οὐσία τοῦ ἀνδριάντος ἐστίν, ἀλλ’ οὐ ποιότης. ἄλλο γὰρ καὶ οὐκ ἀλλοῖον γίνεται τὸ εἶδος, εἰ ἐκ σφαίρας ἀνδριὰς γένοιτο. εἰ δὲ τὰ ἄλλα εἴδη παρελάμβανε, πῶς ἡ κυρίως ἀλλοίωσις κατὰ ποιότητα οὖσα μεταβολὴ μένοντος ἀτρέπτου τοῦ ὑποκειμένου κατὰ τροπὴν αὐτοῦ ἐνταῦθα παρελαμβάνετο, ἥτις κατ’ οὐσίαν ἐστί; πῶς δὲ ἦν εὔλογον μετὰ τὸ ἀποσκευάσασθαι τὰς ἄλλας γενέσεις πάλιν ἐπ’ αὐτὰς ἐλθεῖν; εἰ δὲ καὶ ἐποίει τοῦτο, διὰ τί μὴ πάσας, ὧν ἔμπροσθεν ἐμνήσθη, παρέλαβεν ἐν τῇ ἀπαριθμήσει; καὶ γὰρ καὶ τοῦ πρός τι καὶ τοῦ ποτὲ καὶ τοῦ ποῦ ἐν ἐκείνοις ἐμνημόνευσε. καίτοι ἀπαράλειπτον καὶ ταύτην τὴν διαίρεσιν ὁ ἐξηγητὴς εἶναι ὁμολογεῖ. μήποτε οὖν καὶ ἐνταῦθα γινόμενα ἁπλῶς εἶπε τὰ κυρίως καὶ κατ’ οὐσίαν γινόμενα. καὶ γὰρ πρότερον εἶπεν, ὅτι ἁπλῶς γίνεσθαι μόναι λέγονται αἱ οὐσίαι, τὰ δὲ ἄλλα οὐχ ἁπλῶς γίνεσθαι, ἀλλὰ τόδε τι γίνεσθαι· καὶ ἔχει οὕτως τὸ ἀκόλουθον ἡ διδασκαλία3 μετὰ τὴν ἐπαγωγικὴν πίστιν τὴν διὰ τοῦ σπέρματος καὶ ἐκ τῆς διαιρέσεως τὴν ἀνάγκην προστιθεῖσα τοῦ ἐξ ὑποκειμένου καὶ στερήσεως μὴ μόνον τὰ συμβεβηκότα ὡς δέδεικται πρότερον, ἀλλὰ καὶ αὐτὰς γίνεσθαι τὰς οὐσίας. καὶ εἴη ἂν ἡ διαίρεσις τοιαύτη· τῶν γινομένων κατ’ οὐσίαν τὰ μὲν ὡς ἁπλᾶ γίνεται τὰ δὲ ὡς σύνθετα. τὰ μὲν οὖν σύνθετα συνθέσει ὡς ἡ οἰκία, τῶν δὲ ἁπλῶν τὰ μὲν διὰ βάθους τὰ δὲ ἐπιπολῆς, καὶ τὰ μὲν ἐπιπολῆς μετασχηματίσει (καὶ γὰρ καὶ αὕτη οὐσιώδης γένεσις, ὅταν ἐκ σφαίρας ἀνδριὰς γένηται), τῶν δὲ διὰ βάθους τὰ μὲν καθ’ ὅλον ὡς ἄνθρωπος ἐκ σπέρματος ἀλλοιουμένου, τὰ δὲ κατὰ μέρος· καὶ τούτων τὰ μὲν ἐν προσθέσει ὡς τὰ αὐξανόμενα τὰ δὲ ἀφαιρέσει ὡς τὰ μειούμενα. καὶ γὰρ καὶ αὐξήσεις καὶ μειώσεις γενέσεις εἰσὶ καὶ φθοραὶ μερικαί. καὶ ἐπίστησον, ὅτι οὐ παρέλαβεν ἀλλοίωσιν ἐνταῦθα τὴν κατὰ ποιότητα μόνον ἢ μεταβολήν, ἀλλὰ τὴν κατὰ τροπὴν τῆς ὕλης οἷον τοῦ σπέρματος ἐπὶ τῶν φυτῶν καὶ τῶν ζῴων, καθ’ ἣν ἡ κατ’ οὐσίαν γένεσις ἐπιτελεῖται. εἰ δὲ τὰς μεταβολὰς ἀπηριθμεῖτο, πῶς τὴν κατὰ τόπον οὐ παρελάμβανε; πῶς δὲ τὴν κατὰ τὸ σχῆμα ἀντιδιῄρει πρὸς τὴν ἀλλοίωσιν; ζητήσας δὲ ὁ Ἀλέξανδρος, πῶς ὡς δύο τρόπους τέθεικε τόν τε μετασχηματίσει καὶ τὸν ἀλλοιώσει (εἰ γὰρ ποιότης καὶ τὸ σχῆμα, ἀλλοίωσίς ἐστι καὶ ἡ κατὰ τὸ σχῆμα μεταβολή), οὐχ ἁπλοῦν φησιν εἶναι τὸ τῆς ἀλλοιώσεως, “ἀλλὰ τὸ μὲν μετασχηματιζό- μενον ἐν τῇ τῆς τάξεως καὶ θέσεως τοῦ ὑποκειμένου ἀλλαγῇ τὴν γένεσιν ἔχει, τὸ δὲ ἀλλοιούμενον ποιότητα, φησί, τινὰ καὶ πάθος ἀλλάσσει, οὐδὲν τοῦ ὑποκειμένου, καθό ἐστιν ὑποκείμενον, μεταπίπτοντος ἐν τῇ ἀλλοιώσει. ἰδίως γὰρ ἀλλοίωσις ἡ κατὰ τὰς παθητικὰς ποιότητας μεταβολή”. εἰ δὲ ταῦτα οὕτως ἔχει, πῶς ἐπάγει ὅτι “τῇ ἀλλοιώσει ὑποτάττεται καὶ ἡ κυρίως γένεσις”. ἡ γὰρ κατὰ τὰς παθητικὰς ποιότητας μεταβολὴ οὐκ ἂν εἴη κυρίως γένεσις.

“而实体也,直至,例如就质料而言发生转变的事物。” 显而易见,其他范畴由于居于作为底层的实体之中,其生成与毁灭便直接围绕着作为底层的实体进行。而生成出来的实体自身,以及总括而言在先前所述之外我们称之为‘这特定的某样东西’的一切事物,都是无条件的存在者而非作为这特定的某样东西的存在者,亦即它们是实体而非偶性;即便它们并不在底层中拥有其存在,但它们依其自身完全具有某种在它们自身之中的底层,围绕着该底层,生成与毁灭便发生于它们身上。这一点他首先通过归纳来指明。因为在诸生成中总存在着某种底层,正如在植物与动物的情形中有种子一样。因为正是在这[种子]持存的同时发生变质,植物与动物才得以生成。而在归纳之后,亚历山大称亚里士多德使用了普遍的证明,指明依生成的一切方式而言,生成之物都是从底层生成的,并借助普遍的证明将实体的生成一并论证出来,只要实体的生成确实归属于所陈述的诸方式之下。因此他也将‘无条件生成之物’理解为‘普遍且一概’的意思,认为他又重新回到了生成的共同方式,而在这些方式中依实体的方式也已被包含在内:“因为实体的生成,”他说,“也隶属于变质,而他或许会说,并非因其实质是变质,而是因其不能没有变质。” 亚历山大便是这样主张的。并且伟大的叙利亚诺似乎也接受了这种解释。然而,这一区分难道不正是关于依实体而生成之物的区分吗?因为形态也是雕像的形式与实体,而非性质。因为如果从球体生成雕像,形式生成的是另一个,而不是另一种。但如果他采纳的是其他形式,那么在严格意义上作为性质方面的变化且底层保持不变的变质,在此处又怎会依底层的转变而被采纳——而这种转变是依实体的?况且在排除了其他的生成之后,重新回到它们身上又怎是合情理的呢?即使他确实这样做了,为什么在列举中没有采纳他之前提到的所有事物呢?因为在那些事物中,他也提到了关系、何时与何地。然而注释家承认这一区分也是完备无缺的。因而难道此处他所说的‘无条件生成之物’,不恰恰是指严格意义上且依实体生成之物吗?因为他在先前也曾说过,唯独实体被说成是无条件地生成的,而其他事物不是无条件地生成,而是生成为这特定的某样东西;这样一来,在通过种子的归纳性确证之后,又从区分中补充了不仅偶性(如先前所证明的)而且实体自身也必然从底层和缺乏中生成的必然性,其论说便具有了一贯性。其区分当如下:在依实体生成之物中,有些是作为单纯物生成的,有些是作为复合物生成的。复合之物是通过组合而生成的,如房屋;而在单纯之物中,有些是在深层发生,有些是在表层发生;而在表层发生的是通过重塑形态(因为当从球体生成雕像时,这也是实体性的生成);而在深层发生之中,有些是就整体而言的,如人从发生变质的种子中生成,有些则是就部分而言的;而在这些之中,有些是通过增加,如生长之物,有些是通过减少,如缩小之物。因为生长与缩小也是部分的生成与毁灭。应当注意,他在此处所采纳的并非仅仅关于性质的变质或变化,而是关于质料的转变的变质,例如在植物和动物中的种子,依此实体的生成才得以完成。如果他列举的是一般的变化,他怎会没有采纳空间方面的变化呢?又怎会将形态方面的变化与变质相对立而区分呢?亚历山大在探讨了为何他将通过重塑形态与通过变质设为两种方式之后(因为如果形态也是性质,那么形态方面的变化也是变质),称变质并非单纯的,“通过重塑形态之物,其生成在于底层的排列与位置的变化;而发生变质之物,”他说,“改变的是某种性质与情态,而作为底层的底层在变质中毫无转移。因为严格意义上的变质是指就情态性质而言的变化。” 但如果事情是这样的话,他又怎能接着说“严格意义上的生成也隶属于变质”呢?因为就情态性质而言的变化绝不可能构成严格意义上的生成。

语法注3 条
  1. 1.57ἀντὶ τοῦ καθόλου καὶ καθάπαξ ἀκούει

    动词 ἀκούει 在注疏中常作“理解”、“解释”讲(源自“听取”),其宾语为紧接在前的 τὰ γινόμενα ἁπλῶς,即把“无条件生成之物”理解为(ἀντὶ τοῦ)“普遍且一概”。这说明了亚历山大为何将 ἁπλῶς 解释为“普遍/无差别”而非“实体性地”。

  2. 1.57μήποτε δὲ τῶν κατ’ οὐσίαν γινομένων ἐστὶν ἡ διαίρεσις αὕτη.

    μήποτε 与直陈式现在时 ἐστίν 连用,是后古典期及希腊注疏中表示委婉断言或推测性反问的惯用结构(“难道不是……”、“或许正是……”)。此处标志着辛普里丘观点的转折:他反驳亚历山大将该分类视为涵盖一切生成(含偶性)的普遍分类,转而提出此分类仅属于依实体生成的观点。

  3. 1.57καὶ ἔχει οὕτως τὸ ἀκόλουθον ἡ διδασκαλία

    τὸ ἀκόλουθον 为形容词中性单数作名词用,意为“逻辑一贯性”或“前后连贯”。与 ἔχει 连用构成“论述/教导由此便保持了一贯性”之意;其后的一致分词 προστιθεῖσα 修饰主语 ἡ διδασκαλία,说明实现这一连贯性的方式与手段。

翻译:Gemini 3.8 Flash・中文译文与原文无修订urn:cts:greekLit:tlg4013.tlg004.humanitext-grc1:213.4-214.28