- 底本
- Simplicius, In Aristotelis Physicorum Libros Commentaria. Commentaria in Aristotelem Graeca IX, ed. H. Diels, Berlin: Reimer 1882, pp. 1-800; Commentaria in Aristotelem Graeca X, ed. H. Diels, Berlin: Reimer 1895, pp. 801-1366. Transcribed by Humanitext from the page images.
- 翻译
- AI 生成(gemini-3.8-flash) — 机器翻译,可能包含错误
- 语言
- 日本語 · English · 简体中文 · 한국어
- CTS URN
- urn:cts:greekLit:tlg4013.tlg004.humanitext-grc1:212.16-213.3
- 输出
- Humanitext Reader · reader.humanitext.ai · 2026-11-23
注疏者解释了亚里士多德在《物理学》第一卷第七章(190a31)中如何从偶性的生成过渡到实体自身的生成,并探讨了生成的多种意义与实体的底层。
" Πολλαχῶς δὲ λεγομένου τοῦ γίνεσθαι ἕως τοῦ τὰ δὲ ἄλλα πάντα κατὰ τῆς οὐσίας." Προθέμενος ἐπὶ πάσης γενέσεως τό τε ὑποκείμενον εὑρεῖν καὶ τὴν διαφορὰν αὐτοῦ παραδοῦναι τὴν πρὸς τὴν στέρησιν καὶ ἀπὸ τῶν εὐκολωτέρων ἀρξάμενος (προφανεστέρα γὰρ ἦν ἡ τῶν συμβεβηκότων γένεσις περὶ ὑποκειμένην τὴν οὐσίαν ἐπιτελουμένη), μέτεισι λοιπὸν1 ἐπὶ τὸ δεῖξαι, ὅτι καὶ ἐπὶ τῆς οὐσίας ὑποκειμένου τινὸς δεῖ καὶ στερήσεως πρὸς τε τὴν γένεσιν τῆς οὐσίας καὶ πρὸς τὴν φθοράν. καὶ πρῶτον μὲν ἐπισημαίνεται, ὅτι πολλαχῶς λεγομένου τοῦ γίνεσθαι καὶ τοσαυταχῶς ὅσα ἐστὶ τὰ γινόμενα, ἐπὶ μὲν τῶν ἐννέα κατηγοριῶν οὐ γίνεσθαι ἁπλῶς λέγομεν, ἀλλὰ τόδε τι γίνεσθαι. τὴν γὰρ ὑποκειμένην οὐσίαν οὐ γίνεσθαι ἁπλῶς, ἀλλὰ λευκὸν γίνεσθαι ἢ τρίπηχυ ἢ δεξιὸν λέγομεν, ἐπὶ δὲ τῆς οὐσίας οἷον τοῦ ἀνθρώπου, ὅτι γίνεται ἄνθρωπος λέγομεν, ἀλλ’ οὐ τόδε τι γίνεται. τούτου δὲ αἴτιον τὸ τὴν οὐσίαν μὲν αὐτὴν καθ’ αὑτὴν ὑφεστῶσαν καθ’ ἑαυτὴν γίνεσθαι. τῶν δὲ ἄλλων ἐν τῇ οὐσίᾳ τὸ εἶναι ἐχόντων ἡ οὐσία κατ’ αὐτὰ λέγεται γίνεσθαι, ἀλλ’ οὐχ ἁπλῶς οὐδὲ καθ’ ἑαυτήν. διὸ κατὰ μὲν τὰ ἄλλα τῆς γενέσεως ἐπιτελουμένης φανερὸν ὅτι ἀνάγκη ἐστὶν ὑποκεῖσθαι τὸ τὶ γινόμενον.2 δεῖ γὰρ εἶναι πάντως ὃ λέγομεν τόδε τι γίνεσθαι οἷον λευκὸν ἢ τρίπηχυ, διότι τὰ συμβεβηκότα πάντα ἐν ὑποκειμένῃ τῇ οὐσίᾳ ἐστίν. ἐπειδὴ δὲ ἡ οὐσία οὐκ ἔστιν ἐν ὑποκειμένῳ ὥσπερ τὰ ἄλλα, οὐχ οὕτως φανερόν ἐστιν αὐτῆς τὸ κατὰ τὴν γένεσιν καὶ τὴν φθορὰν ὑποκείμενον.
“既然‘生成’是在多种意义上被言说的,直至,而其余一切都被述说到实体上。” 由于意图在一切生成中找出底层并指明其相对于缺乏的差异,且从较为容易的事项开始(因为偶性的生成是围绕着作为底层的实体而完成的,因而更为显著),他随后便进而指出:在实体的情形中,无论是对于实体的生成还是毁灭,同样需要某种底层和缺乏。首先他指出,既然生成是在多种意义上被言说的,并且与生成之物的种类同样繁多,那么在九个范畴的情形中,我们并不说无条件地生成,而是说生成为这特定的某样东西。因为我们说,作为底层的实体并不是无条件地生成,而是生成为白、长三肘或居右;但在实体的情形中,如人,我们则是说生成了人,而不是说生成为这特定的某样东西。其原因在于:实体自身依其自身持存,并依其自身生成;而由于其他事物是在实体中拥有其存在,实体被说成依它们而生成,但并非无条件地生成,亦非依其自身生成。因此,当依其他事物而完成生成时,显而易见,生成为某样东西的受体必然居于底层。因为无论如何都必须存在着我们所说的生成为这特定的某样东西(如白或长三肘)的那一主体,这是由于一切偶性都在作为底层的实体之中。但由于实体并不像其他事物那样居于底层之中,因此它在生成与毁灭中的底层并不如这般明显。
- 1.56Προθέμενος ... μέτεισι λοιπὸν
主句动词 μέτεισι(进而)由位于句首并列的两个分词 Προθέμενος(意图)与 ἀρξάμενος(着手)所修饰,其间插入了解释理由的从句(προφανεστέρα γὰρ ἦν...)。整个句子的主语依语境为亚里士多德。
- 1.56ὑποκεῖσθαι τὸ τὶ γινόμενον
这是一个宾格不定式结构,其中名词化的分词短语 τὸ τὶ γινόμενον(生成为某样东西的主体)作为不定式 ὑποκεῖσθαι(居于底层)的主格性宾格,由无人称短语 ἀνάγκη ἐστίν 所引出。
