← 辛普里丘

亚里士多德《物理学》注释

§211.10-212.15

质料与底层的区别及缺乏的两种含义

辛普里丘考察了亚历山大与波埃修关于质料与底层之区别的观点,指出了若将缺乏视作性质所引发的无穷后退等疑难。作为解决,他区分了《范畴篇》中不可逆的缺乏与自然学中可逆的缺乏(形式的缺席)。

显示 ▾
显示
译文
字体
AI ↗
← 上一节下一节 →
§1.55#3

ἢ φαμεν ἐνεργείᾳ ὑποκείμενον αὐτὸ εἶναι·1 οὐ γὰρ δὴ καὶ τοῦτο δυνάμει ἔχει· συμβέβηκε δὲ αὐτῷ τὸ δύνασθαι κοινωνεῖν τοῖς εἴδεσιν· ὥστε καὶ ἡ στέρησις τῶν εἰδῶν, ὧν μέλλει δέχεσθαι, συμβεβηκὸς ἂν αὐτῷ εἴη. “ὅταν γὰρ, φησὶν Ἀλέξανδρος, ὡς ὕλη τινὸς λαμβάνηται, τότε ἐστὶ μετὰ στερήσεως· ὅταν δὲ αὐτὸ καθ’ αὑτὸ τὸ ὑποκείμενον, οὐ μετὰ στερήσεως”. ὁ μέντοι Βόηθος ἔλεγεν ὅτι “ἄμορφος μὲν οὖσα καὶ ἀνείδεος ὕλη λέγεται· ἡ γὰρ ὕλη πρὸς τὸ ἐσόμενον ὠνομάσθαι δοκεῖ· ὅταν δὲ δέξηται τὸ εἶδος, οὐκέτι ὕλη ἀλλ’ ὑποκείμενον λέγεται· ὑποκεῖσθαι γάρ τι λέγεται τῷ ἤδη ἐνόντι”. μήποτε δὲ ὕλη μὲν ὡς ἐσχάτη λέγεται, ὑποκείμενον δὲ ὡς πρὸς τὸ εἶδος, εἴτε ἔχει ἤδη τὸ εἶδος εἴτε μέλλει δέχεσθαι αὐτό. “ἄποιος δέ, φησὶν ὁ Ἀλέξανδρος, κατὰ τὸν ἑαυτῆς λόγον ἡ ὕλη, οὐχ ὡς ἐν στερήσει οὖσα ποιότητος (καὶ γὰρ ἡ στέρησις ποιότης), ἀλλ’ ὡς ἐν ἀποφάσει· ὥσπερ γὰρ τοῦ εἴδους οὕτως καὶ τῆς στερήσεώς ἐστι δεκτική”. ταῦτα τοῦ Ἀλεξάνδρου λέγοντος ἐπιστήσειεν ἄν τις, πρῶτον μέν, εἰ ἡ στέρησις ποιότης, ἡ δὲ ποιότης εἶδός τι, παντὸς δὲ εἴδους γενητοῦ ἐστι στέρησις, ἔσται καὶ τῆς στερήσεως στέρησις· εἰ δὲ ἡ στέρησις ἀπουσία, καὶ ἀπουσίας ἔσται ἀπουσία καὶ τοῦτο ἐπ’ ἄπειρον. ἔτι δὲ εἰ ὡς τοῦ εἴδους οὕτως καὶ τῆς στερήσεώς ἐστι δεκτικὴ ἡ ὕλη, ὅταν τὸ εἶδος πάρεστι στέρησιν ἔχει τῆς στερήσεως. ἢ οὖν τὸ εἶδός ἐστιν ἡ στέρησις τῆς στερήσεως, ὅπερ ἄτοπον, ἢ ἔσται τις ἄλλη στέρησις συνοῦσα τῷ εἴδει. καὶ τί ἔσται τὸ ἐκείνῃ ἀντικείμενον εἶδος, εἴπερ πᾶσα στέρησις πρὸς εἶδος ἀντίκειται; μήποτε οὖν ἄλλη ἐστὶν ἡ ἐν κατηγορίαις στέρησις ἀντικειμένη τῇ ἕξει ὡς ἡ τυφλότης τῇ ὄψει, ἥτις οὐδὲ ἀνακάμπτει εἰς τὴν ἕξιν μετέχουσά πως τῆς ποιότητος καὶ αὐτὴ καὶ παρακεχρωσμένη τῷ εἴδει οὗ λέγεται στέρησις.2 περὶ ἧς τάδε γέγραφεν ὁ Ἀριστοτέλης· “ἐπὶ δέ γε τῆς στερήσεως καὶ τῆς ἕξεως ἀδύνατον εἰς ἄλληλα μεταβολὴν γίνεσθαι. ἀπὸ μὲν γὰρ τῆς ἕξεως ἐπὶ τὴν στέρησιν γίνεται μεταβολή, ἀπὸ δὲ τῆς στερήσεως ἐπὶ τὴν ἕξιν ἀδύνατον. οὔτε γὰρ τυφλὸς γενόμενός τις πάλιν ἀνέβλεψεν, οὔτε φαλακρὸς ὢν πάλιν κομήτης ἐγένετο, οὔτε νωδὸς ὢν πάλιν ὀδόντας ἔφυσεν”. ἄλλη δέ τίς ἐστιν αὕτη ἡ στέρησις ἀντικειμένη τῷ εἴδει καὶ ἀνακάμπτουσα εἰς αὐτό, ὥστε κατὰ τὴν εἰς ἄλληλα τούτων μεταβολὴν ἐπιτελεῖσθαι τὴν γένεσιν καὶ τὴν φθοράν. καὶ ἐκείνη μὲν μετὰ τὸ εἶδός ἐστι πήρωσις οὖσα τοῦ εἴδους, αὕτη δὲ καὶ πρὸ τοῦ εἴδους καὶ μετὰ τὸ εἶδος ὡς ἀπουσία τις μετὰ ἐπιτηδειότητος τῆς πρὸς τὸ εἶδος θεωρουμένη. ὥστε οὐδὲ στέρησις ἂν εἴη στερήσεως, ἀλλ’ εἶδος καὶ στέρησις μόνον ἀπουσία τις οὖσα τοῦ εἴδους· καὶ ὅταν παρῇ τὸ εἶδος, οὐ πάρεστιν ἡ στέρησις. οὐ μέντοι οὐδὲ ἀπουσία τῆς στερήσεως πάρεστιν ὡς ἄλλη στέρησις· εἴδους γὰρ ἀπουσία ἡ στέρησις ἀλλ’ οὐχὶ στερήσεως. καὶ τὸ μὲν εἶδος παρεῖναι καὶ ἀπεῖναι λέγοιτο ἄν, οὔτε δὲ ἡ παρουσία παρεῖναι ἢ ἀπεῖναι, ὡς ἄλλην γίνεσθαι παρουσίαν τῆς παρουσίας, οὔτε ἡ ἀπουσία· καὶ γὰρ ὅταν συνάπτηταί τινα καὶ χωρίζηται ἀπ’ ἀλλήλων, οὐ λέγομεν τοῦ χωρισμοῦ χωρισμὸν εἶναι.

或者我们主张,底层自身在现实活动中就是底层;因为底层断然不是以潜能拥有这一点的;而能够分有诸形式对它而言是偶适的;因此,它将要接受的诸形式的缺乏对其而言也是偶性。“因为正如亚历山大所说,‘当作为某物的质料被把握时,那时它是伴随着缺乏的;而当底层就其自身[被把握]时,它是不伴随缺乏的’”。然而波埃托斯曾说:“当无形且无相时它被称为质料;因为质料似乎是相对于将要生成之物而被命名的;而当它接受了形式时,就不再被称为质料,而是被称为底层;因为某物被说成是作为底层而居于已经内在之物之下的”。然而也许,质料是作为终极者而言的,而底层则是相对于形式而言的,无论它是已经拥有形式,抑或将要接受形式。“亚历山大又说,‘质料依其自身的定义是没有性质的,这不是由于它处于性质的缺乏之中(因为缺乏也是一种性质),而是由于处于否定之中;因为正如接受形式一样,它同样也接受缺乏’”。亚历山大既然如此说,人们便可以指出:首先,如果缺乏是一种性质,而性质是某种形式,且一切被生成的形式都存在缺乏,那么缺乏的缺乏也将存在;如果缺乏是一种缺席,那么缺席的缺席也将存在,并且这将陷入无穷后退。此外,如果质料如接受形式一样接受缺乏,那么当形式临在时,质料便拥有缺乏的缺乏。于是,或者形式是缺乏的缺乏(这极为荒谬),或者将会有某种与形式并存的其他缺乏。并且,既然一切缺乏都与形式相对立,那么与那一[缺乏]相对立的形式又将是什么呢?那么,也许《范畴篇》中与所有状态相对立的缺乏(如失明相对于视觉)是另一种缺乏,它甚至并不返回到所有状态,其自身也在某种方式上分有性质,并且带有它被称为其缺乏的那个形式的色彩。关于这一点亚里士多德写道:“然而在缺乏和所有状态的情况下,不可能发生向彼此的转变。因为从所有状态向缺乏的转变固然会发生,但从缺乏向所有状态则是不可能的。因为既没有失明者再次重见光明,也没有秃顶者再次长出长发,也没有缺齿者再次长出牙齿”。而这里的这种缺乏则是另一回事,它与形式相对立并返回到形式,从而生成与毁灭依照它们向彼此的转变而得以完成。并且前者在形式之后,是对形式的残缺,而后者既在形式之前也在形式之后,被考察为伴随着朝向形式的适宜性的某种缺席。因此,缺乏的缺乏并不存在,而只有形式和仅仅作为形式之缺席的缺乏;当形式临在时,缺乏便不临在。然而,作为另一种缺乏的缺乏之缺席也并不临在;因为缺乏是形式的缺席,而不是缺乏的[缺席]。并且,形式固然可以说成是临在或缺席,但临在既不临在也不缺席(以致生成临在的另一临在),缺席也不[临在或缺席];因为即使某些事物彼此结合并分离,我们也不会说存在分离的分离。

语法注2 条
  1. 1.55ἢ φαμεν ἐνεργείᾳ ὑποκείμενον αὐτὸ εἶναι

    句首的 ἢ 用于引出对上一段末尾所提疑难(“如果底层是潜能的,而处于潜能中的事物处于缺乏之中,底层怎会不是缺乏呢?”)的解答。它构成反驳性或解决性的转折句式:“或者我们主张……”。

  2. 1.55ἥτις οὐδὲ ἀνακάμπτει εἰς τὴν ἕξιν μετέχουσά πως τῆς ποιότητος καὶ αὐτὴ καὶ παρακεχρωσμένη τῷ εἴδει οὗ λέγεται στέρησις

    在由关系代名词 ἥτις 引导的从句中,分词短语 μετέχουσά πως τῆς ποιότητος καὶ αὐτή(其自身也在某种方式上分有性质)与 παρακεχρωσμένη τῷ εἴδει(带有形式的色彩)并列修饰主动词 ἀνακάμπτει(返回),作原因/方式状语,而 οὗ λέγεται στέρησις(它被称为其缺乏的)修饰 τῷ εἴδει。这表明《范畴篇》中的缺乏因带有形式的不可逆痕迹,并非自然学意义上纯粹形式缺席的缺乏。

翻译:Gemini 3.8 Flash・中文译文与原文无修订urn:cts:greekLit:tlg4013.tlg004.humanitext-grc1:211.10-212.15