- 底本
- Simplicius, In Aristotelis Physicorum Libros Commentaria. Commentaria in Aristotelem Graeca IX, ed. H. Diels, Berlin: Reimer 1882, pp. 1-800; Commentaria in Aristotelem Graeca X, ed. H. Diels, Berlin: Reimer 1895, pp. 801-1366. Transcribed by Humanitext from the page images.
- 翻译
- AI 生成(gemini-3.8-flash) — 机器翻译,可能包含错误
- 语言
- 日本語 · English · 简体中文 · 한국어
- CTS URN
- urn:cts:greekLit:tlg4013.tlg004.humanitext-grc1:210.7-211.10
- 输出
- Humanitext Reader · reader.humanitext.ai · 2026-11-23
辛普利丘通过青铜与雕像等例考察了“这个”与“由此物而来”如何分配给底层与缺乏,论述了底层与缺乏虽在数量上为一却在定义上相异,并指出缺乏作为偶性属于质料。
εἰ δέ ποτε καὶ ἐπὶ τούτου τὸ ἐκ τοῦδε λέγομεν, οἷον ἐκ χαλκοῦ ἀνδριάντα λέγοντες γίνεσθαι, οὐκέτι καὶ τὸ τόδε ἐπὶ τοῦ αὐτοῦ λέγομεν· οὐ γὰρ ὅτι ὁ χαλκὸς ἐγένετο ἀνδριάς.1 ὥστε εἰ ἡ μὲν στέρησις ἀμφοτέρως λέγεται καὶ τόδε καὶ ἐκ τοῦδε, τὸ δὲ ὑποκείμενον θατέρως μόνον καὶ ταύτῃ ἂν ἀλλήλων διαφέροι. εἰ δὲ χρὴ διορίζειν ὅλως, τὸ μὲν ἐκ τοῦδε γίνεσθαι μᾶλλον τῷ μὴ ὑπομένοντι, τουτέστι τῇ στερήσει, προσήκει· δύναται γὰρ καὶ τὸ μετὰ τόδε δηλῶσαι· τὸ μέντοι τόδε γίνεσθαι τόδε τῷ ὑπομένοντι μᾶλλον ἁρμόττει. μένον γάρ τι δεῖ γίνεσθαι ὅπερ γίνεται. ἀμέλει καὶ ὅταν τὸ ἄμουσον λέγωμεν γίνεσθαι μουσικόν, κατὰ τὴν πρὸς τὸ ὑποκείμενον ἀναφορὰν λέγομεν· ἐκείνῳ γὰρ ἁρμόττει. οὐ γὰρ δὴ ἡ ἀμουσία αὐτὴ γίνεται μουσικόν, ἀλλὰ τὸ τῇ ἀμουσίᾳ ὑποκείμενον, καθ’ ὃ ταύτην ἔχει. ὥσπερ καὶ ὅταν ἐκ τοῦ χαλκοῦ λέγωμεν τὸν ἀνδριάντα γίνεσθαι, καθ’ ὃ ἐν τῷ χαλκῷ ἡ τοῦ ἀνδριάντος ἐστὶ στέρησις ἀνώνυμος, κατὰ τοῦτο λέγομεν. ἐπειδὴ γὰρ ἐκ στερήσεως ἡ γένεσις, ὅταν ἀπορήσωμεν τοῦ τῆς στερήσεως ὀνόματος, διὰ τοῦ ὑποκειμένου σημαίνομεν αὐτὴν ὡς ἐν τούτῳ καὶ τῆς στερήσεως οὔσης. ὁμοίως δὲ καὶ ἐπὶ τῶν ἁπλῶν ἔχει καὶ τῶν συνθέτων. καὶ γὰρ ἐπὶ τούτων τὸ μετὰ τῆς στερήσεως ὑποκείμενον οἷον ὁ ἄμουσος ἄνθρωπος οὐχ ὑπομένει τὸ μετὰ τοῦ εἴδους ὑποκείμενον, τουτέστι τὸν μουσικὸν ἄνθρωπον, διὰ τὸ ἀντικεῖσθαι τῷ ἀμούσῳ τὸ μουσικόν. καὶ μέντοι καὶ ἐξ ἀμούσου ἀνθρώπου καὶ τὸν ἄμουσον ἄνθρωπον γίνεσθαι λέγομεν μουσικὸν ἄνθρωπον. Αὕτη μὲν ἡ ὅλη τῶν λεγομένων ἔννοια. ἐν δὲ τοῖς κατὰ μέρος τὸ μὲν γινόμενον τὸ ὑποκείμενον καὶ τὴν στέρησίν φησιν οἷον τὸν ἄνθρωπον καὶ τὸ ἄμουσον, τὸ δὲ ὃ γίνεται τὸ εἶδος οἷον τὸ μουσικόν. ὑποκεῖσθαι δὲ τὸ γινόμενον εἶπεν, οὐ τὴν ὕλην μόνον νῦν ὑποκεῖσθαι λέγων, ἀλλ’ ὅλον τὸ γινόμενον ἐν ᾧ καὶ ἡ ὕλη καὶ ἡ στέρησις. τοῦτο οὖν, φησί, τὸ γινόμενον εἰ καὶ ἀριθμῷ ἐστιν ἕν (διότι συνδεδράμηκεν εἰς ταὐτὸν τό τε ὑποκείμενον καὶ ἡ στέρησις ὡς μὴ δυναμένης τῆς στερήσεως καθ’ ἑαυτὴν ὑποστῆναι), ἀλλὰ τῷ εἴδει γε διαφορά ἐστιν. ἐπειδὴ δὲ μὴ κυρίως ἐπ’ αὐτῶν εἴρηται τὸ τῷ εἴδει διαφέρειν καὶ τῆς ὕλης ἀνειδέου παντελῶς οὔσης καὶ τῆς στερήσεως ἀπουσίας οὔσης τοῦ εἴδους, γοργῶς τὸ τῷ εἴδει οὐχ ἓν μετέβαλεν εἰς τὸ τῷ λόγῳ διάφορον εἰπὼν τὸ γὰρ εἴδει λέγω καὶ λόγῳ ταὐτόν.2 οὐ γὰρ ὁ αὐτὸς λόγος ἀνθρώπου καὶ ἀμούσου. ὅτι δὲ ἡ στέρησις καὶ ὑπάρχει τῇ ὕλῃ καὶ ὡς συμβεβηκὸς ὑπάρχει, καὶ προϊοῦσι μὲν ἔσται δῆλον λεγέσθω δὲ καὶ νῦν. μὴ ὑπαρχούσης μὲν γὰρ τῆς στερήσεως οὐκ ἂν εἴη γένεσις. ἐκ γὰρ μὴ τοιούτου ἡ γένεσις καὶ πεφυκότος· μὴ κατὰ συμβεβηκὸς δὲ ὑπαρχούσης ἀλλὰ καθ’ αὑτὸ, φθείροιτο ἂν τὸ ὑποκείμενον ἐν τῇ τῆς στερήσεως ἀποβολῇ, εἴπερ τὸ εἶναι αὐτῷ σὺν τῷ ἐστερῆσθαι ἦν.3 ἀλλ’ εἰ τὸ ὑποκείμενον δυνάμει, τὸ δὲ δυνάμει ἐν στερήσει, πῶς οὐ τῷ οἰκείῳ λόγῳ στέρησίς ἐστι τὸ ὑποκείμενον;
但是,即使我们有时对这个[底层]也说“由此物而来”,例如说雕像是由青铜生成的,我们也就不再对同一事物说“这个”;因为[我们并不说]青铜变成了雕像。因此,如果缺乏以“这个”和“由此物而来”这两种方式被表述,而底层仅以其中一种方式被表述,那么在这方面二者也将互有差异。但如果必须进行总体区分的话,“由这物生成”毋宁属于不持续存在者,即缺乏;因为它也可以表示“在这之后”;然而“这物变成这物”则更适合于持续存在者。因为成为所生成之物的一定是某种持续存在之物。自然,当我们说非音乐的变成有音乐修养的之时,我们是根据与底层的关联而言的;因为这适合于底层。因为非音乐性本身断然不会变成有音乐修养的,而是非音乐性的底层在其具有这[缺乏]的范围内[变成有音乐修养的]。正如当我们说雕像是由青铜生成的时候,我们是在青铜中存在着对雕像的无名缺乏这一范围内如此说的。因为既然生成是由缺乏而来的,当我们缺乏对这种缺乏的名称时,我们便通过底层来表示它,鉴于缺乏也在其中。在简单的事物和复合的事物中情况也是如此。因为在后者[复合者]中,带有缺乏的底层(如非音乐的人)在带有形式的底层(即有音乐修养的人)面前并不持续存在,这是由于有音乐修养的与非音乐的相对立。事实上,我们既说“由非音乐的人”,也说“非音乐的人”变成有音乐修养的人。 这是所说内容的总体意义。在细节上,他[亚里士多德]说“正在生成者”是底层与缺乏,如人与非音乐的,而“所生成的结果”是形式,如有音乐修养的。他说正在生成者“作为底层存在”,并不是说现在仅仅质料作为底层存在,而是包含质料与缺乏在内的正在生成者整体[作为底层存在]。因此他说,这个正在生成者即使在数量上为一(因为底层与缺乏汇合为同一物,鉴于缺乏无法自身独立存立),但在种上至少存在差异。但是,由于对它们而言说“在种上不同”并非严格意义上的——质料完全没有形式,而缺乏是形式的缺席——因此他机敏地将“在种上非一”转换为“在定义上相异”,并说:“因为我所说的在种上与在定义上是同一回事。”因为人与非音乐的的定义并非同一。缺乏属于质料,且作为偶性而属于质料,这一点在下文中将会明了,但现在也姑且说明。因为如果缺乏不属于它,生成便不会存在;因为生成是由并非如此、却本性上适于如此者而来的。另一方面,如果缺乏不是作为偶性而是本质地属于它,那么如果对底层而言其存在就是伴随着被剥夺,底层在缺乏被除去时就会毁灭。但是,如果底层是潜能的,而处于潜能中的事物处于缺乏之中,底层在自身的固有定义中又怎会不是缺乏呢?
- 1.55οὐ γὰρ ὅτι ὁ χαλκὸς ἐγένετο ἀνδριάς
承前省略了动词 λέγομεν(即 οὐ γὰρ [λέγομεν] ὅτι...),意为“因为[我们并不说]青铜变成了雕像”。连词 ὅτι 在此引导陈述内容从句(“说……”),而非表示原因(“因为……”)。
- 1.55γοργῶς τὸ τῷ εἴδει οὐχ ἓν μετέβαλεν εἰς τὸ τῷ λόγῳ διάφορον εἰπὼν τὸ γὰρ εἴδει λέγω καὶ λόγῳ ταὐτόν
该句的句法骨架为:“[亚里士多德]机敏地将‘在种上非一’(τὸ τῷ εἴδει οὐχ ἓν)转换为‘在定义上相异’(εἰς τὸ τῷ λόγῳ διάφορον)”,分词短语 εἰπὼν... 充当其方式与说明。其中引述的 τὸ γὰρ εἴδει λέγω καὶ λόγῳ ταὐτόν 系指亚里士多德文中的解释说明。
- 1.55μὴ κατὰ συμβεβηκὸς δὲ ὑπαρχούσης ἀλλὰ καθ’ αὑτὸ, φθείροιτο ἂν τὸ ὑποκείμενον ἐν τῇ τῆς στερήσεως ἀποβολῇ, εἴπερ τὸ εἶναι αὐτῷ σὺν τῷ ἐστερῆσθαι ἦν
独立属格短语 μὴ κατὰ συμβεβηκὸς δὲ ὑπαρχούσης... 充当反事实假设的条件从句,主节由 φθείροιτο ἂν(带有 ἄν 的祈愿语气)构成。句末的 εἴπερ 从句提供了反事实推论的根据:若缺乏是本质所属,则底层的本质存在(τὸ εἶναι αὐτῷ)就必然与其处于被剥夺状态(τῷ ἐστερῆσθαι)共存。
