← 辛普里丘

亚里士多德《物理学》注释

§209.1-210.7

生成中底层与缺乏的区分

辛普利丘注解了亚里士多德确立生成中底层与缺乏之区分的论证(189b32起),整理了如何从语言表述(“变成某物”与“由某物生成”)和事物本性(持续存在与退去)两个维度展示二者的共通性与相异性。

显示 ▾
显示
译文
字体
AI ↗
← 上一节下一节 →
§1.55#1

" γὰρ γίνεσθαι ἐξ ἄλλου ἄλλο καὶ ἐξ ἑτέρου ἕτερον ἕως τοῦ καὶ γὰρ ἐξ ἀμούσου καὶ ὁ ἄμουσος γίνεται μουσικός. διὸ καὶ ἐπὶ τοῦ συγκειμένου ὡσαύτως· καὶ γὰρ ἐξ ἀμούσου ἀνθρώπου καὶ ἄμουσος ἄνθρωπος γίγνεσθαι λέγεται μουσικός." Ἐντεῦθεν καὶ τὴν τοῦ ὑποκειμένου φύσιν εὑρεῖν ἐναργέστερον προτίθεται, κἂν ἤδη ταύτην ὅτι ἔστιν1 εὗρέ τε καλῶς καὶ ἐβεβαιώσατο. καὶ μέντοι καὶ διαφορὰν ἡμῖν τῆς στερήσεως πρὸς τὸ ὑποκείμενον παραδίδωσι, πρῶτον μὲν ἀπὸ τοῦ λέγεσθαι διαφόρως ἐπιχειρῶν, εἶτα καὶ ἐξ αὐτῆς τῶν πραγμάτων τῆς φύσεως. μεταχειρίζεται δὲ τὸν λόγον οὕτως· ἡ γένεσις καὶ ὅλως ἡ μεταβολὴ ἡ μέν ἐστιν ἁπλῆ, ἡ δὲ σύνθετος· ἁπλῆ μὲν ὡς ὅταν τὸν ἄνθρωπον λέγωμεν γίνεσθαι μουσικόν, γινόμενον μὲν τὸν ἄνθρωπον λαβόντες, ὃ δὲ γίνεται τὸ μουσικόν· ἢ ὅταν λέγωμεν τὸν ἄμουσον γίνεσθαι μουσικόν. σύνθετος δέ, ὅταν τὸν μὴ μουσικὸν ἄνθρωπον λέγωμεν γίνεσθαι μουσικὸν ἄνθρωπον. διὰ τούτων οἶμαι τέως τὴν κοινωνίαν ὑποδεικνὺς τοῦ τε ὑποκειμένου καὶ τῆς στερήσεως (ὑποκείμενον μὲν γὰρ ὁ ἄνθρωπος, στέρησις δὲ τὸ ἄμουσον, καὶ ἄμφω ὁμοίως λέγομεν γίνεσθαι ὅπερ τὸ εἶδος), εἶτα λοιπὸν τὰς διαφορὰς παραδίδωσι, καὶ πρώτην πάλιν τὴν ἀπὸ τοῦ λέγεσθαι· τούτων γάρ, φησί, τὸ μὲν ἄμουσον καὶ τὰ τοιαῦτα οὐ μόνον λέγεται τόδε τι γίνεσθαι οἷον τὸ ἄμουσον μουσικόν, ἀλλὰ καὶ ἐκ τούτου, οἷον ἐκ μὴ μουσικοῦ μουσικόν. ὁ δὲ ἄνθρωπος καὶ ὅλως τὰ τοιαῦτα οὐχ ὁμοίως ἔχει· οὐ γὰρ λέγομεν ἐξ ἀνθρώπου μουσικὸν γίνεσθαι, ἀλλὰ τὸν ἄνθρωπον μουσικόν. καὶ ἔστιν ἐν τοῖς λεγομένοις ἡ διαφορά. δευτέρα δὲ ἐκ τῶν πραγμάτων, ὅτι τῶν γινομένων ὅπερ τὸ εἶδος τὰ μὲν ὑπομένοντα γίνεται (ὁ γὰρ ἄνθρωπος ὑπομένων ἄνθρωπος γίνεται μουσικός), τὰ δὲ ἐξίσταται (τὸ γὰρ ἄμουσον οὐχ ὑπομένει τὸ μουσικόν). τούτων οὖν διωρισμένων τοῦ τε διχῶς λέγεσθαι τὰ γινόμενα ἢ ὡς ἁπλᾶ ἢ ὡς σύνθετα καὶ τοῦ διαφέρειν τὸ γινόμενον κατά τε τὸ λέγεσθαι καὶ κατὰ τὸ ὑπομένειν ἢ μὴ ὑπομένειν, πανταχόθεν τοῦτο ἔστι λαβεῖν, ὅτι δεῖ τι πάντως ὑποκεῖσθαι τὸ γινόμενον,2 τοῦτο δέ ἐστιν ἢ τὸ ἐξ οὗ λέγομεν γίνεσθαι οἷον τὸ ἄμουσον ἢ τὸ λεγόμενον γίνεσθαι οἷον τὸν ἄνθρωπον· ἅπερ καὶ εἰ ἀριθμῷ ἕν ἐστι (διότι τὸ ἕτερον καθ’ ἑαυτὸ ὑποστῆναι οὐ δύναται), ἀλλὰ τῷ λόγῳ ἕτερα· οὐ γὰρ ταὐτὸν ὁ ἄνθρωπος καὶ τὸ ἄμουσον. καὶ προσαρμόττει λοιπὸν τὰ ῥηθέντα τῷ ὑποκειμένῳ καὶ τῇ στερήσει. καὶ πρώτην τὴν κατὰ τὸ πρᾶγμα διαφορὰν διανέμων λέγει, ὅτι τὸ μὲν ὑπομένον τὸ ὑποκείμενόν ἐστι, τὸ δὲ ἐξιστάμενον ἡ στέρησις, μεγίστην ταύτην εὑρὼν διαφορὰν καὶ τὴν αἰτίαν πρόδηλον ἔχουσαν. τὸ μὲν γὰρ ὑποκείμενον ἅτε μηδὲ ἐναντίον ὑπάρχον τῷ εἴδει ὑπομένει προσιὸν αὐτό. ἡ δὲ στέρησις ἀντικειμένη καὶ ἀσύνακτος οὖσα πρὸς αὐτὸ ἐξίσταται πάντως ἐπεισιόντος τοῦ εἴδους. εἶτα τὴν κατὰ τὸ λέγεσθαι διαφορὰν ἐπάγει, τὸ μὲν ἐφ’ οὗ τὸ τόδε καὶ τὸ ἐκ τοῦδε λέγομεν τῇ στερήσει προσαρμόττων, τὸ δὲ ἐφ’ οὗ τὸ τόδε μόνον τῷ ὑποκειμένῳ.

“因为[我们说]一物由另一物生成,不同的物由不同的物生成”至“因为既由非音乐的[人],非音乐的人也变成音乐的人。因此在复合者的情况中也是如此;因为既可以说由非音乐的人,也可以说非音乐的人变成音乐的人”。 从此开始,他提议更加清晰地探寻底层的本性,尽管他此前已经很好地发现并证实了它的存在。事实上,他还向我们揭示了缺乏与底层的差异,首先从它们被表述的不同方式着手,随后又从事物本身的本性出发。他如此展开论证:生成以及总体的变化,一方面是简单的,另一方面是复合的;简单的是指,例如当我们说人变成有音乐修养者时,我们把人当作正在生成者,而所生成的结果是有音乐修养者;或者当我们说非音乐者变成有音乐修养者时。复合的是指,当我们说非音乐的人变成有音乐修养的人时。我想,他通过这些暂时指明了底层与缺乏的共同之处(因为底层是人,缺乏是非音乐的,而我们同样称二者都变成正是形式的那种东西);随后他进而揭示诸种差异,再次首先是基于表述方式的差异。他说,因为在这些之中,非音乐的及此类事物不仅被称为变成“某物”,如非音乐的变成有音乐修养的,而且被称为“由此而来”,如由非音乐的变成有音乐修养的。但人以及通常此类事物则并非如此;因为我们并不说有音乐修养的人是“由人”生成的,而是说“人”变成有音乐修养的。差异正在于表达之中。第二种差异来自事物本身,即在那些变成正是形式的那种东西的事物中,有些在持续存在的同时发生生成(因为人在作为人持续存在的同时变成有音乐修养的人),而另一些则退去(因为非音乐的在有音乐修养的事物面前并不持续存在)。因此,既然这些已经确定——即生成之物以双重方式被表述,要么作为简单的,要么作为复合的,而且生成之物无论在表述方式上还是在持续存在与否上都存在差异——那么从各方面都可以把握这一点:即某种生成的事物必定完全作为底层存在,而这要么是我们所说的生成所“由以产生”者(如非音乐的),要么是被说成“正在生成”者(如人)。即便它们在数量上为一(因为另一者无法自身独立存立),但在定义上却是相异的;因为人与非音乐的并非同一。他在余下部分把所说的内容对应于底层和缺乏。在首先分配基于事实的差异时他说,持续存在者是底层,而退去者是缺乏,他发现这是最大的差异且具有显而易见的缘由。因为底层既然与形式甚至并非相反,故在形式来临时持续存在;而缺乏由于与形式相对立且互不相容,在形式侵入时必然完全退去。随后他引入基于表述方式的差异,把我们说“这个”和“由此物而来”的对应于缺乏,而把仅说“这个”的对应于底层。

语法注2 条
  1. 1.55ταύτην ὅτι ἔστιν

    前取构式(prolepsis),从属从句(ὅτι ἔστιν)的逻辑主语(ταύτην)被提前置于支配动词(εὗρέ τε ... καὶ ἐβεβαιώσατο)的宾格宾语位置,意即“尽管他已经很好地发现并证实了它的存在”。

  2. 1.55δεῖ τι πάντως ὑποκεῖσθαι τὸ γινόμενον

    由非人称动词 δεῖ 支配的带不定式结构。不定式 ὑποκεῖσθαι 的主语是 τι,紧随其后的 τὸ γινόμενον 作其同位语或限定成分(“某种生成的事物必定完全作为底层存在”),后句的 τοῦτο 即承接此主体。

翻译:Gemini 3.8 Flash・中文译文与原文无修订urn:cts:greekLit:tlg4013.tlg004.humanitext-grc1:209.1-210.7