← 辛普里丘

亚里士多德《物理学》注释

§21.12-22.33

关于自然本原的前人学说与二分法逻辑分类

辛普利丘探讨了自然哲学家们关于自然事物存在本原的一致预设,考察了用于梳理和划分前人观点的二分法逻辑结构(一还是多、动还是静、有限还是无限等),并阐明了克塞诺芬尼与巴门尼德等人的立场归属。

显示 ▾
显示
译文
字体
AI ↗
← 上一节下一节 →
§1.2#5

καὶ γὰρ καὶ τοῦτο ἐν τοῖς λογικοῖς κανόσι διώρισται. ὅτι δέ εἰσιν ἀρχαὶ τῶν φυσικῶν πάντες συμφωνοῦντες οἱ φυσικοί, τίνες εἰσὶν αὗται ζητοῦσι. καὶ γὰρ τοὺς περὶ τοῦ ὄντος ζητοῦντας περὶ τῆς ἀρχῆς τοῦ ὄντος ζητεῖν φησιν. οἱ γὰρ περὶ τὰς ἀρχὰς φιλοσοφοῦντες ὡς ὄντων ἀρχὰς ἐζήτουν, καὶ οἱ μὲν ἀδιορίστως, οὐ διακρίνοντες τὰ φυσικὰ ἀπὸ τῶν ὑπὲρ φύσιν, οἱ δὲ διακρίνοντες μέν, ὥσπερ οἵ τε Πυθαγόρειοι καὶ Ξενοφάνης καὶ Παρμενίδης καὶ Ἐμπεδοκλῆς καὶ Ἀναξαγόρας, τῇ δὲ ἀσαφείᾳ λανθάνοντες τοὺς πολλούς. διὸ καὶ Ἀριστοτέλης ὡς πρὸς τὸ φαινόμενον ἀντιλέγει,1 τοῖς ἐπιπολαίως ἐκλαμβάνουσι βοηθῶν. ἅμα δὲ τῷ τοιάσδε ἢ τοσάσδε εἶναι συναποδείκνυται καὶ τὸ εἶναι ὅλως ἀρχάς.2 ὡς οὖν οὐσῶν ἀρχῶν δείξας ὅτι ἀναγκαία ἐστὶν ἡ περὶ τῶν ἀρχῶν γνῶσις καὶ τὸν τρόπον τῆς ἐπ’ αὐτὰς ἐφόδου παραδοὺς εὔλογον οἴεται μὴ πρότερον τὸ αὑτῷ δοκοῦν περὶ τῶν ἀρχῶν ἐκφῆναι πρὶν τὰς τῶν παλαιοτέρων ἐπισκέψασθαι δόξας. καὶ λαβὼν ἀξίωμα διαιρετικὸν τὸ μίαν εἶναι τὴν ἀρχὴν ἢ πολλάς (ἀνάγκη γὰρ διὰ τὸ τῆς ἀντιφάσεως ἀξίωμα μίαν ἢ οὐ μίαν εἶναι, εἰ δὲ μὴ μία, πολλαί), καὶ εἰ μία, φησίν, ἀνάγκη πάλιν ταύτην ἢ ἀκίνητον ἢ κινουμένην εἶναι, ὑποβάλλει λοιπὸν τοῖς τῆς διαιρέσεως τμήμασι τὰς προκαταβεβλημένας δόξας. ἢ γὰρ μία καὶ ἀκίνητος, ὡς Παρμενίδης ἐδόκει λέγειν καὶ Μέλισσος, ἢ μία καὶ κινουμένη, ὥσπερ οἱ φυσικοί. εἰ δὲ πλείους, ἢ πεπερασμένας τῷ ἀριθμῷ ἢ ἀπείρους καὶ εἰ μὲν πεπερασμένας, ἢ δύο ἢ τρεῖς ἢ κατ’ ἄλλον τινὰ ἀριθμὸν ὡρισμένας· εἰ δὲ ἀπείρους, ἢ ὁμογενεῖς ἢ καὶ τοῖς γένεσιν ἀντικειμένας. δυνατοῦ δὲ ὄντος καὶ τοὺς μίαν λέγοντας εἰς τὸ ἄπειρον καὶ τὸ πεπερασμένον διελεῖν, καὶ τοὺς πολλὰς εἰς [τὸ] κινουμένας ἢ ἀκινήτους, “τὸ οἰκειότερον, φησὶν ὁ Ἀλέξανδρος, ἑκατέρῳ τῶν ἐκ τῆς διαιρέσεως ὑπέταξεν.” οἰκειότερον δὲ τῇ μὲν μιᾷ τὸ κινεῖσθαι ἢ μή, ταῖς δὲ πολλαῖς τὸ πεπερασμένον ἢ ἄπειρον. ἰστέον δὲ ὅτι προελθὼν ἐν τοῖς πρὸς αὐτοὺς λόγοις μετὰ τὸ πρὸς Μέλισσον καὶ Παρμενίδην ἀντειπεῖν τοὺς φυσικοὺς καλουμένους προχειρισάμενος οὕτως διεῖλεν· ἢ ἓν τὸ ὄν λέγουσιν ἤτοι τὸ στοιχεῖον, ἢ ἓν καὶ πολλά· ἓν μέν, εἰ τῶν τριῶν τι στοιχείων ἢ τὸ μεταξύ, ἓν δὲ καὶ πολλά, ὡς Ἀναξαγόρας καὶ Ἐμπεδοκλῆς, τάττει δὲ καὶ Δημόκριτον ἐν τούτοις τὸ κενὸν λέγοντα καὶ τὰς ἀτόμους. Ἐπιστῆσαι δὲ χρή, ὅτι ἄλλο μέν ἐστι τὸ κατὰ πλῆθος ἄπειρον καὶ πεπερασμένον, ὃ τοῖς πολλὰς λέγουσι τὰς ἀρχὰς οἰκεῖον ἦν, ἄλλο δὲ τὸ κατὰ μέγεθος ἄπειρον ἢ πεπερασμένον, ὅπερ καὶ ἐξετάζει ἐν τοῖς πρὸς Μέλισσον καὶ Παρμενίδην λόγοις καὶ πρὸς Ἀναξίμανδρον καὶ Ἀναξιμένην ἁρμόζει, ἓν μὲν ἄπειρον δὲ τῷ μεγέθει τὸ στοιχεῖον ὑποθεμένους. καὶ τὸ κινούμενον δὲ καὶ ἀκίνητον καὶ τοῖς μίαν καὶ τοῖς πλείονας λέγουσιν ἀρχὰς ἁρμόττει πρὸς διαίρεσιν. τοιγαροῦν καὶ Εὔδημος “ὡς ἄν, φησίν, ὑπάρχωσιν αἱ ἀρχαί, ἤτοι κινοῦνται ἢ ἀκίνητοί εἰσιν.” ἀλλὰ τοῦτο μὲν τὸ διαιρετικὸν παρῆκεν ὁ Ἀριστοτέλης διὰ τὸ μηδὲ γεγονέναι δόξαν πολλὰς καὶ ἀκινήτους τὰς ἀρχὰς λέγουσαν. τὸ δὲ πεπερασμένον καὶ ἄπειρον ἐπὶ τῆς μιᾶς διὰ συντομίαν νῦν παραδραμεῖν ἔοικεν· ἐν γοῦν τοῖς πρὸς Παρμενίδην ὡς εἶπον καὶ Μέλισσον λόγοις καὶ ταῦτα βασανίζει. ἄμεινον δὲ ἴσως ἐκ τελεωτέρας διαιρέσεως τὰς δόξας πάσας περιλαβόντας οὕτω τοῖς τοῦ Ἀριστοτέλους ἐπελθεῖν. Ἀνάγκη τοίνυν τὴν ἀρχὴν ἢ μίαν εἶναι ἢ οὐ μίαν, ταὐτὸν δὲ εἰπεῖν πλείους, καὶ εἰ μίαν, ἤτοι ἀκίνητον ἢ κινουμένην. καὶ εἰ ἀκίνητον ἤτοι ἄπειρον, ὡς Μέλισσος ὁ Σάμιος δοκεῖ λέγειν, ἢ πεπερασμένην, ὡς Παρμενίδης Πύρητος Ἐλεάτης, οὐ περὶ φυσικοῦ στοιχείου λέγοντες οὗτοι, ἀλλὰ περὶ τοῦ ὄντως ὄντος. μίαν δὲ τὴν ἀρχὴν ἤτοι ἓν τὸ ὂν καὶ πᾶν καὶ οὔτε πεπερασμένον οὔτε ἄπειρον οὔτε κινούμενον οὔτε ἠρεμοῦν Ξενοφάνην τὸν Κολοφώνιον τὸν Παρμενίδου διδάσκαλον ὑποτίθεσθαί φησιν ὁ Θεόφραστος3 ὁμολογῶν ἑτέρας εἶναι μᾶλλον ἢ τῆς περὶ φύσεως ἱστορίας τὴν μνήμην τῆς τούτου δόξης· τὸ γὰρ ἓν τοῦτο καὶ πᾶν τὸν θεὸν ἔλεγεν ὁ Ξενοφάνης· ὃν ἕνα μὲν δείκνυσιν ἐκ τοῦ πάντων κράτιστον εἶναι. πλειόνων γάρ, φησίν, ὄντων ὁμοίως ὑπάρχειν ἀνάγκη πᾶσι τὸ κρατεῖν· τὸ δὲ πάντων κράτιστον καὶ ἄριστον θεός.

因为这一点同样已在逻辑规则中被规定。而所有自然哲学家虽然都一致同意自然事物存在本原,却在探求这些本原究竟是什么。因为他说,那些探求存在者的人乃是在探求存在者的本原。事实上,那些就本原进行哲学思考的人,乃是将它们作为存在者的本原加以探求的;其中有些人是不加界定地探求,并未将自然事物与超自然事物区分开来,而另一些人虽然作了区分——正如毕达哥拉斯派、克塞诺芬尼、巴门尼德、恩培多克勒和阿那克萨戈拉那样——却因其隐晦而未被大众所察知。因此亚里斯多德也是针对表面上的言说进行反驳,以匡助那些肤浅理解之人。而且在[本原]具有如此性质或如此数量的同时,究竟是否存在本原也一并得到了论证。既然如此,他在假定本原存在的前提下指明了关于本原的知识是必然的,并传授了通向本原的方法,于是他认为,在审查古人的见解之前不预先公开自己关于本原的主张,是合情合理的。他选取了“本原要么是一个,要么是多个”作为划分的公理(因为由于矛盾公理,必然是一个或不是一个,如果不是一个,就是多个),并且他说,如果是一个,这一个又必然要么是不动的,要么是在运动的,随后便将先前确立的各种见解归入该划分的分支之下。因为本原要么是一个且不动的,正如巴门尼德和麦里梭所看似主张的那样;要么是一个且在运动的,正如自然哲学家们那样。如果本原是多个,那么在数量上要么是有限的,要么是无限的;如果是有限的,要么是两个,要么是三个,要么是依照某个其他数目而被确定的;如果是无限的,要么是同类的,要么在所属的类上也是互相对立的。虽然本可以将主张一个本原的人划分为无限与有限,并将主张多个本原的人划分为运动的或不动的,但亚历山大说:“他将更为切合的属性归属于划分所产生的每一分支。”而对于单一者而言,运动与否更为切合;对于多个者而言,有限还是无限则更为切合。但应当知道的是,在针对他们的论说中继续推进时,他在反驳麦里梭和巴门尼德之后,着手讨论所谓的自然哲学家们,并作了如下划分:他们要么主张存在者即元素是一个,要么主张是一个且是多个;主张是一个,是指三种元素之一或其中间物;主张是一个且是多个,则如阿那克萨戈拉和恩培多克勒;他还将主张虚空与原子的德谟克利特列入其中。然而必须注意到,在多寡上的无限与有限(这本是切合于主张多个本原之人的),与在量度上的无限或有限是不同的;后者他在反驳麦里梭和巴门尼德的论说中进行了考察,且适用于阿那克西曼德与阿那克西美尼——他们假定元素为一个,但在量度上是无限的。此外,运动与不动对于划分主张一个本原的人和主张多个本原的人来说同样适用。因此欧德谟也说:“无论本原如何存在,它们要么在运动,要么是不动的。”但亚里斯多德略过了这一划分标准,是因为根本未曾出现过主张本原既是多个又是不动的见解。另一方面,在单一本原的情况下的有限与无限,他现在似乎为了简练而一笔带过;无论如何,正如我所说,在反驳巴门尼德和麦里梭的论说中他也审验了这些内容。不过,通过更为完备的划分包罗一切见解,再以此着手讨论亚里斯多德的文本,或许是更好的做法。因此,本原必然要么是一个,要么不是一个(这等于说多个);如果是一个,要么是不动的,要么是在运动的。如果是不动的,要么是无限的,正如萨摩斯的麦里梭看似主张的那样;要么是有限的,正如来自埃利亚的皮瑞斯之子巴门尼德所主张的;这些人所谈论的并非自然的元素,而是真正存在之物。然而,泰奥弗拉斯托斯说,科罗封人、巴门尼德的老师克塞诺芬尼假定本原是一个,即存在者与万有是一个,且既非有限亦非无限,既不运动亦不静止;泰奥弗拉斯托斯同时承认,提及他的见解毋宁属于另一门探究,而非属于关于自然的考究。因为克塞诺芬尼将这一者与万有称为神;他从神在万物中最为强盛这一点来表明神是一。他说,因为如果神是多个,统御就必然同等地属于所有的神;但在万物中最为强盛且至善者乃是神。

语法注3 条
  1. 1.2ὡς πρὸς τὸ φαινόμενον ἀντιλέγει

    πρὸς τὸ φαινόμενον 并非指“依照现象”,而是针对前文“由于隐晦而未被察知(λανθάνοντες)”的本意而言的“字面言说/表象陈述”。该短语与紧接着的分词短语 τοῖς ἐπιπολαίως ἐκλαμβάνουσι βοηθῶν(匡助肤浅理解之人)严格呼应,表明亚里斯多德反驳的是早期思想家字面上的表象陈述,以纠正大众望文生义的误解。

  2. 1.2ἅμα δὲ τῷ τοιάσδε ἢ τοσάσδε εἶναι συναποδείκνυται καὶ τὸ εἶναι ὅλως ἀρχάς

    句法骨架由介词 ἅμα 引导带冠词的不定词与格短语 τῷ τοιάσδε ἢ τοσάσδε εἶναι 构成时间/附随状语,而被动语态主谓语动词 συναποδείκνυται 的语法主语则是带冠词的不定词短语 τὸ εἶναι ὅλως ἀρχάς。整句表意为:“在[本原]为如此性质或如此数量的同时,本原之根本存在亦一并得到证明”。

  3. 1.2μίαν δὲ τὴν ἀρχὴν ἤτοι ἓν τὸ ὂν καὶ πᾶν καὶ οὔτε πεπερασμένον οὔτε ἄπειρον οὔτε κινούμενον οὔτε ἠρεμοῦν Ξενοφάνην τὸν Κολοφώνιον τὸν Παρμενίδου διδάσκαλον ὑποτίθεσθαί φησιν ὁ Θεόφραστος

    这是一个由间接引语构成的长句。主句的主语和主谓语动词是靠近末尾的 φησιν ὁ Θεόφραστος(泰奥弗拉斯托斯说),它支配不定词 ὑποτίθεσθαι(假定)。该不定词的逻辑主语是宾格的 Ξενοφάνην τὸν Κολοφώνιον τὸν Παρμενίδου διδάσκαλον,而宾语则倒装于句首:μίαν δὲ τὴν ἀρχὴν ἤτοι ἓν τὸ ὂν καὶ πᾶν,其后紧接着一系列连环否定的谓述成分(καὶ οὔτε πεπερασμένον...)。

翻译:Gemini 3.8 Flash・中文译文与原文无修订urn:cts:greekLit:tlg4013.tlg004.humanitext-grc1:21.12-22.33