- 底本
- Simplicius, In Aristotelis Physicorum Libros Commentaria. Commentaria in Aristotelem Graeca IX, ed. H. Diels, Berlin: Reimer 1882, pp. 1-800; Commentaria in Aristotelem Graeca X, ed. H. Diels, Berlin: Reimer 1895, pp. 801-1366. Transcribed by Humanitext from the page images.
- 翻译
- AI 生成(gemini-3.8-flash) — 机器翻译,可能包含错误
- 语言
- 日本語 · English · 简体中文 · 한국어
- CTS URN
- urn:cts:greekLit:tlg4013.tlg004.humanitext-grc1:19.25-21.12
- 输出
- Humanitext Reader · reader.humanitext.ai · 2026-11-23
辛普里丘驳斥了亚历山大主张从普遍公理推导自然本原的观点,援引泰奥弗拉斯托斯论证本原必须从可感现象中探求;随后针对184b15的题元,考察了亚里斯多德为何没有首先探讨自然本原是否存在这一难问。
εἰ γὰρ τὸ ‘εἰ μία ἡ ἀρχὴ ἢ πλείους’ καὶ ‘εἰ ἐναντίωσιν ἔχουσιν ἢ μή’ καὶ ‘εἰ ὑπόκειταί τι αὐταῖς ἢ μή’ περὶ αὐτῶν εἴρηται τῶν ἀρχῶν καὶ οὐ περὶ τῶν ἐξ αὐτῶν συγκειμένων, πῶς ἀπὸ τῶν συνθέτων ἐπὶ τὰς ἀρχὰς ἡμᾶς οὗτος ὁ τρόπος ἀναπέμψει; “ἐλέγετο δέ, φησὶν ὁ Ἀλέξανδρος, δύνασθαί τινα λέγεσθαι καθόλου ὑπ’ αὐτοῦ νῦν καὶ τὰ ἀξιώματα, περὶ ὧν εἴρηται πρότερον· οἷς προσχρῆται νῦν. τὸ γὰρ ἀνάγκη ἤτοι μίαν εἶναι τὴν ἀρχὴν ἢ πλείους, ἴσον ἐστὶ τῷ μίαν ἢ οὐ μίαν, τοῦτο δὲ τῷ κατὰ παντὸς τὴν κατάφασιν ἢ τὴν ἀπόφασιν ὀφείλειν κατηγορεῖσθαι ὑποτέτακται”. ἀλλ’ οὐδὲ ταῦτα τὰ κοινὰ σύνθετα ἀπὸ τῶν ἀρχῶν ἐστι τῶν φυσικῶν, ὅπερ ἀπαιτεῖ τὸ τοῦ Ἀριστοτέλους παράγγελμα, ἀλλὰ καὶ αὐτὰ περὶ τὰς ἀρχὰς θεωρεῖται [τὸ μίαν ἢ οὐ μίαν εἶναι]· καὶ ἔδει ἀπὸ τῶν συνθέτων καὶ γνωριμωτέρων ἡμῖν γινώσκεσθαι, εἰ μία ἡ ἀρχὴ ἢ πλείους, καὶ εἰ ἐναντίαι ἢ οὔ, καὶ τίνες αὗται. μήποτε οὖν ἄμεινον ἐκ τῶν τοῖς φυσικοῖς πράγμασιν ἐναργῶς καὶ γνωρίμως τῇ αἰσθήσει ὑπαρχόντων τὰς ἀρχὰς εὑρίσκειν τῶν φυσικῶν, ὥσπερ καὶ τῷ Ἀριστοτέλει δοκεῖ· οἷον ὅτι οὐ μία ἡ ἀρχὴ ἐκ τῆς τῶν ὄντων διαφορᾶς, ὡς μαθησόμεθα· εἰ γάρ ἐστιν ἐν τοῖς οὖσι, φησί, καὶ οὐσία καὶ ποσὸν καὶ ποιὸν καὶ ταῦτα εἴτε ἀπολελυμένα ἀπ’ ἀλλήλων εἴτε μή, πολλὰ τὰ ὄντα. τὸ δὲ ἀκριβὲς τῶν λεγομένων ὀλίγον ὕστερον μαθησόμεθα. ὅτι δὲ οὐκ ἀκίνητοι αἱ ἀρχαί, ἐκ τῆς ἐναργοῦς τῶν φυσικῶν κινήσεως δείκνυται· ἡμῖν δὲ ὑποκείσθω, φησί, τὰ φύσει ἢ πάντα ἢ ἔνια κινούμενα· δῆλον δὲ ἐκ τῆς ἐπαγωγῆς· ὅτι δὲ ἐναντίαι αἱ ἀρχαὶ ἔκ τε τῆς τῶν φυσικῶν περὶ τούτου συμφωνίας, καὶ ὅτι εἶδος καὶ στέρησις καὶ ὑποκείμενόν τι ἐκ τῆς μεταβολῆς τῆς ἐν τοῖς φυσικοῖς δείκνυται. εἰ γὰρ ἡ μεταβολὴ μὴ ἐκ τοῦ τυχόντος εἰς τὸ τυχόν, ἀλλ’ ἐξ ἀμούσου 〈εἰς〉τὸ μουσικόν, καὶ ὅλως ἐκ τοῦ μὴ τοιούτου πεφυκότος δέ, καὶ εἰ ἀνάγκη πᾶσαν μεταβολὴν περί τι μένον ὑποκείμενον γίνεσθαι, δῆλον ὅτι καὶ ἐναντίαι ὡς εἶδος καὶ στέρησις καὶ περὶ ἀνείδεον ὑποκείμενον. ὅλως δὲ ὡς κοινῶς εἰπεῖν ἀπὸ τῶν αἰσθήσεων καὶ τῶν αἰσθητῶν τὴν περὶ τῶν φυσικῶν ἀρχῶν ἀλήθειαν ἀνιχνευτέον καὶ Θεοφράστῳ πειθομένοις, ὃς περὶ τούτου ζητῶν ἐν πρώτῳ Φυσικῶν τάδε γέγραφεν· “ἐπεὶ δὲ [οὐκ] ἄνευ μὲν κινήσεως οὐδὲ περὶ ἑνὸς λεκτέον (πάντα γὰρ ἐν κινήσει τὰ τῆς φύσεως), ἄνευ δὲ ἀλλοιωτικῆς καὶ παθητικῆς οὐχ ὑπὲρ τῶν περὶ τὸ μέσον, εἰς ταῦτά τε καὶ περὶ τούτων λέγοντας1 οὐχ οἷόν τε καταλιπεῖν τὴν αἴσθησιν, ἀλλ’ ἀπὸ ταύτης ἀρχομένους πειρᾶσθαι χρὴ θεωρεῖν, ἢ τὰ φαινόμενα λαμβάνοντας καθ’ αὑτὰ ἢ ἀπὸ τούτων εἴ τινες ἄρα κυριώτεραι καὶ πρότεραι τούτων ἀρχαί.” καὶ κάλλιον οἶμαι τοιοῦτόν τινα τρόπον τὴν ἀπὸ τῶν ἡμῖν γνωριμωτέρων ἐπὶ τὰς ἀρχὰς ἐπίβασιν γίνεσθαι. ἀλλ’ ἐπὶ τὰ ἑξῆς ἰτέον. 184 b 15 Ἀνάγκη δὲ ἤτοι μίαν εἶναι τὴν ἀρχὴν ἢ πλείους. Ἀκόλουθον μὲν ἦν2 πρῶτον ζητεῖν εἰ εἰσὶν ὅλως ἀρχαὶ τῶν φυσικῶν καὶ τότε τίνες εἰσὶ καὶ πόσαι· αὕτη γὰρ ἡμῖν ἡ τάξις τῶν προβλημάτων ἐν τοῖς Ἀποδεικτικοῖς ὑπ’ αὐτοῦ παραδέδοται. “ἀλλὰ τοῦτο, φασίν, οὐκ ἦν τοῦ φυσικοῦ θεωρεῖν ἀλλὰ τοῦ ἐπαναβεβηκότος·3 ὁ γὰρ φυσικὸς ὡς δεδομένῳ τούτῳ χρῆται. διὸ καὶ ἐν τῷ προοιμίῳ εὐθὺς ὡς τιθέμενος ἀρχὰς εἶναι τῶν φυσικῶν, ἐπειδή, φησίν, ὧν εἰσιν ἀρχαὶ ἢ αἴτια ἢ στοιχεῖα, δεῖ ταῦτα γνωρίζειν τὸν ἐπιστήμην μέλλοντα περὶ αὐτῶν ἕξειν καὶ τῶν περὶ φύσεως ἐπιστήμης πειρατέον διορίσασθαι πρῶτον τὰ περὶ τὰς ἀρχάς”. ἀλλὰ ταῦτα μὲν οἱ ἐξηγηταὶ τοῦ Ἀριστοτέλους φασίν. ἐπιστῆσαι δὲ ἄξιον, μήποτε καὶ τὸ πόσαι καὶ τίνες αἱ ἀρχαὶ καὶ ὅλως ὁ περὶ τῶν ἀρχῶν λόγος τοῦ ἀναβεβηκότος κατὰ τοῦτον τὸν λόγον εἶναι δοκεῖ. μήποτε δὲ καὶ ἀνάγκη τὸν φυσικὸν ὅτι σώματά ἐστι τὰ φυσικὰ εἰδέναι, καὶ ὅτι πᾶν σῶμα σύνθετόν ἐστι, καὶ ὅτι τὸ σύνθετον ἀρχὰς ἔχει τὰ ἐξ ὧν σύγκειται, ὡς καὶ Θεόφραστος ἀπέδειξεν. ἄμεινον οὖν ἴσως λέγειν, ὅτι οὐκ ἐν πᾶσι προβλήμασι τὸ εἰ ἔστι ζητεῖται, ἀλλ’ ἐν οἷς τοῦτο ἀμφιβάλλεται, οἷον εἰ ἔστι τὸ κενόν, οὐ μέντοι εἰ ἔστιν ἄνθρωπος.
因为如果“本原是一个还是多个”、“它们是否具有相反对立”以及“在它们之下是否有某种承载者”这些问题所谈论的是本原本身,而不是由本原构成的复合体,那么这种方法又如何能将我们从复合之物引回本原呢?“然而,”亚历山大说,“有人曾说,他[亚里斯多德]此前所谈论的那些公理,如今在某种意义上也可以被他称为普遍之物;他现在正额外运用这些公理。因为‘本原必然要么是一个,要么是多个’,等同于‘要么是一个,要么不是一个’,而这正是从属于‘对于一切事物,或者肯定或者否定必定被述说’这一条的。”但是,这些共同之物也不是由自然事物的本原构成的复合体——而这正是亚里斯多德的指导原则所要求的——相反,它们自身也是关于本原而被考察的[即为一个还是不为一个];并且本应当从对我们而言复合的、更为清晰的事物出发,去认识本原是一个还是多个、是否相反对立,以及它们究竟是什么。那么,难道不是正如亚里斯多德也认为的那样,从在感觉中明晰且易知地属于自然事物的东西出发去发现自然事物的本原,反倒更好吗?例如,正如我们随后将学到的那样,本原不是一个,这是从存在者的差异中[被发现]的;因为他说,如果在存在者中既有实体,又有数量和性质,且无论这些是彼此分离还是不分离,存在者都是多数的。所言之事的精确含义我们不久之后便会学到。而本原并非不动,则是从自然事物显而易见的运动中被表明的;他说:“让我们假定,本性之物要么全部要么部分是在运动的;而这是由归纳表明的。”并且,本原是相反对立的,这由自然哲学家们关于此点的一致看法所表明,而且形式、缺失与某种承载者乃是从自然事物中的变化被表明的。因为如果变化不是从任意事物走向任意事物,而是从无乐感的走向有乐感的,且总的来说是从不是如此、却在天性上能够如此的事物出发,并且如果一切变化都必然围绕着某个持续留存的承载者发生,那么显而易见,[本原]既作为形式与缺失是相反对立的,又围绕着无形式的承载者发生。总而言之,概括地说,必须也遵循泰奥弗拉斯托斯,从感觉与可感事物中探寻关于自然事物本原的真理;他在《自然学》第一卷中探究此事时曾写道:“既然没有运动就连单一的事物也不可谈论(因为自然之物皆处于运动之中),而没有质变性的和受动性的[运动]便不可谈论围绕中心的事物,那么对于着眼于这些事物并谈论它们的人来说,便不可能抛弃感觉,而是必须从感觉出发尝试考察,或者就现象自身来把握它们,或者从现象出发[探究]是否存在某些比起它们更为本原且次序在先的本原。”我认为,从对我们而言更为清晰的事物通向本原的道路以某种这样的方式进行会更好。但我们必须进而讨论接下来的内容。 184 b 15 “本原必然要么是一个,要么是多个。”先探究自然事物的本原究竟是否存在,然后再探究它们是什么以及有多少,这本是合乎逻辑的顺理成章之举;因为这道探究问题的次序正是他自己在《后分析篇》中传授给我们的。“然而,”他们说,“考察这一点并不是自然哲学家的本分,而是进阶至更高层次者的本分;因为自然哲学家将此作为既定前提来使用。因此他在序言中也立刻作为假定自然事物存在本原的人而说道:由于凡具有本原、原因或要素的事物,将要获得关于它们的科学知识的人必须认识这些,所以在关于自然的科学中,也必须首先尝试限定关于本原的事项。”但这些乃是亚里斯多德的诠释家们所说的话。然而值得注意的是,按照这种推论,本原有多少、是什么,乃至关于本原的整个论说,难道不也都会被认为属于进阶至更高层次者吗?难道自然哲学家不也必然要知道自然事物是物体,一切物体都是复合的,且复合之物将构成自身的成分作为本原,正如泰奥弗拉斯托斯所论证的那样吗?因而或许更宜说,并非在所有探求课题中都要探究“是否存在”,而是在对此存有疑问的课题中才探究,例如是否存在虚空,然而绝不是探究是否存在人。
- 1.2εἰς ταῦτά τε καὶ περὶ τούτων λέγοντας
宾格复数分词λέγοντας(以及其后的ἀρχομένους与λαμβάνοντας)作为非人称短语οὐχ οἷόν τε [ἐστί]所引导的不定词καταλιπεῖν(以及πειρᾶσθαι χρὴ θεωρεῖν)的宾格逻辑主语。
- 1.2Ἀκόλουθον μὲν ἦν
在非人称表达式中不带ἄν的未完成过去时直陈式,表示依照逻辑本来理应如此发生、或在正当顺理成章的次序上应当采取的做法(如《后分析篇》所规定的“是否存在”先于“是什么”),但实际上亚里斯多德并未遵循此顺序。
- 1.2τοῦ ἐπαναβεβηκότος
与系动词ἦν连用的表所属或职责范围的表语属格(“属于……的本分/职能”)。“进阶至更高层次者”指超越了自然学(第二哲学)而探讨更高普遍实体的第一哲学家(形而上学者)。
