- 底本
- Simplicius, In Aristotelis Physicorum Libros Commentaria. Commentaria in Aristotelem Graeca IX, ed. H. Diels, Berlin: Reimer 1882, pp. 1-800; Commentaria in Aristotelem Graeca X, ed. H. Diels, Berlin: Reimer 1895, pp. 801-1366. Transcribed by Humanitext from the page images.
- 翻译
- AI 生成(gemini-3.8-flash) — 机器翻译,可能包含错误
- 语言
- 日本語 · English · 简体中文 · 한국어
- CTS URN
- urn:cts:greekLit:tlg4013.tlg004.humanitext-grc1:22.33-24.25
- 输出
- Humanitext Reader · reader.humanitext.ai · 2026-11-23
辛普里丘补充阐述了克塞诺芬尼关于单一的神未生、超越有限无限与动静的论证及各家注解,随后探讨了主张本原单一且运动的学说,并将其划分为有限者(泰勒斯之水、赫拉克利特之火)与无限者(阿那克西曼德的无定/无限者)加以评述。
ἀγένητον δὲ ἐδείκνυεν ἐκ τοῦ δεῖν τὸ γινόμενον ἢ ἐξ ὁμοίου ἢ ἐξ ἀνομοίου γίνεσθαι·1 ἀλλὰ τὸ μὲν ὅμοιον ἀπαθές φησιν ὑπὸ τοῦ ὁμοίου· οὐδὲν γὰρ μᾶλλον γεννᾶν ἢ γεννᾶσθαι προσήκει τὸ ὅμοιον ἐκ τοῦ ὁμοίου· εἰ δὲ ἐξ ἀνομοίου γίνοιτο, ἔσται τὸ ὂν ἐκ τοῦ μὴ ὄντος. καὶ οὕτως ἀγένητον καὶ ἀίδιον ἐδείκνυ. οὔτε δὲ ἄπειρον οὔτε πεπερασμένον εἶναι, διότι ἄπειρον μὲν τὸ μὴ ὂν ὡς οὔτε ἀρχὴν ἔχον οὔτε μέσον οὔτε τέλος, περαίνειν δὲ πρὸς ἄλληλα τὰ πλείω. παραπλησίως δὲ καὶ τὴν κίνησιν ἀφαιρεῖ καὶ τὴν ἠρεμίαν. ἀκίνητον μὲν γὰρ εἶναι τὸ μὴ ὄν· οὔτε γὰρ ἂν εἰς αὐτὸ ἕτερον οὔτε αὐτὸ πρὸς ἄλλο ἐλθεῖν· κινεῖσθαι δὲ τὰ πλείω τοῦ ἑνός· ἕτερον γὰρ εἰς ἕτερον μεταβάλλειν, ὥστε καὶ ὅταν ἐν ταὐτῷ μένειν λέγῃ καὶ μὴ κινεῖσθαι ἀεὶ δ’ ἐν ταὐτῷ μίμνει κινούμενον οὐδέν, οὐδὲ μετέρχεσθαί μιν ἐπιπρέπει ἄλλοτε ἄλλῃ, οὐ κατὰ τὴν ἠρεμίαν τὴν ἀντικειμένην τῇ κινήσει μένειν αὐτό φησιν,2 ἀλλὰ κατὰ τὴν ἀπὸ κινήσεως καὶ ἠρεμίας ἐξῃρημένην μονήν. Νικόλαος δὲ ὁ Δαμασκηνὸς ὡς ἄπειρον καὶ ἀκίνητον λέγοντος αὐτοῦ τὴν ἀρχὴν ἐν τῇ Περὶ θεῶν ἀπομνημονεύει, Ἀλέξανδρος δὲ ὡς πεπερασμένον αὐτὸ καὶ σφαιροειδές· ἀλλ’ ὅτι μὲν οὔτε ἄπειρον οὔτε πεπερασμένον αὐτὸ δείκνυσιν, ἐκ τῶν προειρημένων δῆλον· πεπερασμένον δὲ καὶ σφαιροειδὲς αὐτὸ διὰ τὸ πανταχόθεν ὅμοιον λέγειν. καὶ πάντα νοεῖν δέ φησιν αὐτὸ λέγων ἀλλ’ ἀπάνευθε πόνοιο νόου φρενὶ πάντα κραδαίνει. Τῶν δὲ μίαν καὶ κινουμένην λεγόντων τὴν ἀρχήν, οὓς καὶ φυσικοὺς ἰδίως καλεῖ, οἱ μὲν πεπερασμένην αὐτήν φασιν, ὥσπερ Θαλῆς μὲν Ἐξαμύου Μιλήσιος καὶ Ἵππων, ὃς δοκεῖ καὶ ἄθεος γεγονέναι, ὕδωρ ἔλεγον τὴν ἀρχὴν ἐκ τῶν φαινομένων κατὰ τὴν αἴσθησιν εἰς τοῦτο προαχθέντες. καὶ γὰρ τὸ θερμὸν τῷ ὑγρῷ ζῇ καὶ τὰ νεκρούμενα ξηραίνεται καὶ τὰ σπέρματα πάντων ὑγρὰ καὶ ἡ τροφὴ πᾶσα χυλώδης· ἐξ οὗ δέ ἐστιν ἕκαστα, τούτῳ καὶ τρέφεσθαι πέφυκεν· τὸ δὲ ὕδωρ ἀρχὴ τῆς ὑγρᾶς φύσεώς ἐστι καὶ συνεκτικὸν πάντων. διὸ πάντων ἀρχὴν ὑπέλαβον εἶναι τὸ ὕδωρ καὶ τὴν γῆν ἐφ’ ὕδατος ἀπεφήναντο κεῖσθαι. Θαλῆς δὲ πρῶτος παραδέδοται τὴν περὶ φύσεως ἱστορίαν τοῖς Ἕλλησιν ἐκφῆναι, πολλῶν μὲν καὶ ἄλλων προγεγονότων, ὡς καὶ τῷ Θεοφράστῳ δοκεῖ, αὐτὸς δὲ πολὺ διενεγκὼν ἐκείνων, ὡς ἀποκρύψαι πάντας τοὺς πρὸ αὐτοῦ· λέγεται δὲ ἐν γραφαῖς μηδὲν καταλιπεῖν πλὴν τῆς καλουμένης Ναυτικῆς ἀστρολογίας. Ἵππασος δὲ ὁ Μεταποντῖνος καὶ Ἡράκλειτος ὁ Ἐφέσιος ἓν καὶ οὗτοι καὶ κινούμενον καὶ πεπερασμένον, ἀλλὰ πῦρ ἐποίησαν τὴν ἀρχὴν καὶ ἐκ πυρὸς ποιοῦσι τὰ ὄντα πυκνώσει καὶ μανώσει καὶ διαλύουσι πάλιν εἰς πῦρ, ὡς ταύτης μιᾶς οὔσης φύσεως τῆς ὑποκειμένης· πυρὸς γὰρ ἀμοιβὴν εἶναί φησιν Ἡράκλειτος πάντα. ποιεῖ δὲ καὶ τάξιν τινὰ καὶ χρόνον ὡρισμένον τῆς τοῦ κόσμου μεταβολῆς κατά τινα εἱμαρμένην ἀνάγκην. καὶ δῆλον ὅτι καὶ οὗτοι τὸ ζωογόνον καὶ δημιουργικὸν καὶ πεπτικὸν καὶ διὰ πάντων χωροῦν καὶ πάντων ἀλλοιωτικὸν τῆς θερμότητος θεασάμενοι ταύτην ἔσχον τὴν δόξαν· οὐ γὰρ ἔχομεν ὡς ἄπειρον τιθεμένων αὐτῶν.3 ἔτι δὲ εἰ στοιχεῖον μὲν τὸ ἐλάχιστόν ἐστιν ἐξ οὗ γίνεται τὰ ἄλλα καὶ εἰς ὃ ἀναλύεται, λεπτομερέστατον δὲ τῶν ἄλλων τὸ πῦρ, τοῦτο ἂν εἴη μάλιστα στοιχεῖον. καὶ οὗτοι μὲν οἱ ἓν καὶ κινούμενον καὶ πεπερασμένον λέγοντες τὸ στοιχεῖον. Τῶν δὲ ἓν καὶ κινούμενον καὶ ἄπειρον λεγόντων Ἀναξίμανδρος μὲν Πραξιάδου Μιλήσιος Θαλοῦ γενόμενος διάδοχος καὶ μαθητὴς ἀρχήν τε καὶ στοιχεῖον εἴρηκε τῶν ὄντων τὸ ἄπειρον, πρῶτος τοῦτο τοὔνομα κομίσας τῆς ἀρχῆς. λέγει δ’ αὐτὴν μήτε ὕδωρ μήτε ἄλλο τι τῶν καλουμένων εἶναι στοιχείων, ἀλλ’ ἑτέραν τινὰ φύσιν ἄπειρον, ἐξ ἧς ἅπαντας γίνεσθαι τοὺς οὐρανοὺς καὶ τοὺς ἐν αὐτοῖς κόσμους· ἐξ ὧν δὲ ἡ γένεσίς ἐστι τοῖς οὖσι, καὶ τὴν φθορὰν εἰς ταῦτα γίνεσθαι κατὰ τὸ χρεών. διδόναι γὰρ αὐτὰ δίκην καὶ τίσιν ἀλλήλοις τῆς ἀδικίας κατὰ τὴν τοῦ χρόνου τάξιν, ποιητικωτέροις οὕτως ὀνόμασιν αὐτὰ λέγων· δῆλον δὲ ὅτι τὴν εἰς ἄλληλα μεταβολὴν τῶν τεττάρων στοιχείων οὗτος θεασάμενος οὐκ ἠξίωσεν ἕν τι τούτων ὑποκείμενον ποιῆσαι, ἀλλά τι ἄλλο παρὰ ταῦτα. οὗτος δὲ οὐκ ἀλλοιουμένου τοῦ στοιχείου τὴν γένεσιν ποιεῖ, ἀλλ’ ἀποκρινομένων τῶν ἐναντίων διὰ τῆς ἀιδίου κινήσεως· διὸ καὶ τοῖς περὶ Ἀναξαγόραν τοῦτον ὁ Ἀριστοτέλης συνέταξεν.
他又从生成之物必然要么由相似者生成、要么由不相似者生成这一点,表明[神即单一者]是未生造的。但他说,相似者不受相似者作用,因为相似者生育并不比由相似者所生育更为合宜;而若是从不相似者生成,存在者就将来自非存在者。于是他就这样表明它是未生造且永恒的。并且[表明]它既非无限亦非有限,因为非存在者因没有始、中、终而是无限的,而多数之物则相互界定。同样地,他也取消了运动与静止。因为非存在者是不动的(因为既不会有他物走向它,它自身也不会走向他物),而多于一的事物则在运动(因为一物转变为另一物);因此,即使当他说它停留于同一处且不运动: “它恒常留于同一处,全然不动, 忽而转至此处忽而彼处亦与它不相称”,[泰奥弗拉斯托斯]说,他并非指它依照与运动对立的静止而停留,而是依照独立于运动与静止的持存而停留。然而大马士革的尼古拉在《论诸神》中记载他主张本原是无限且不动的,而亚历山大则[记载]它是有限且球形的;但正如前文所述,他指明它既非无限亦非有限是显而易见的;[亚历山大]称其为有限且球形,乃是因为他说它各处均等。他又说它认识万物,言道: “然毫无劳顿,仅凭心思之智意便震撼万有”。 在主张本原为一个且在运动的人当中(彼[亚里斯多德]亦特称他们为自然哲学家),有些人主张它是有限的。正如米利都人埃克萨米埃斯之子泰勒斯,以及似乎也是无神论者的希彭,由感觉中显现的现象引导至此,主张水是本原。因为热借湿润而生存,死亡之物趋于干燥,万物的种子皆是湿润的,一切滋养皆具汁液;而各事物依其本性皆由其所由构成之物滋养;水乃是湿润本性的本原,且维系万物。因此他们认为水是万物的本原,并宣称大地安置在水之上。泰勒斯被传说为最早向希腊人开示关于自然的考究之人——如泰奥弗拉斯托斯亦认为的那样,虽有许多先人,但他远超彼等,以致掩盖了他之前的所有人;不过据说除所谓的《航海天文学》外,他并未留下任何文字著述。梅塔庞提翁的希帕索斯与以弗所的赫拉克利特亦主张本原是一个、在运动且有限的,但他们将火设定为本原,并通过凝聚与稀疏由火生成存在者,又将其重新化解为火,就仿佛这作为底层的本性是一个那样;因为赫拉克利特说,万物皆是火的交换物。他还根据某种宿命的必然,设定了宇宙变化的一定秩序和确定的时间。显然,他们也是观察到热的孕育生命、造化、运化、贯通万物及转化万物的属性,才持有这种见解;因为我们并未掌握他们将其设为无限的[记录]。再者,若元素是其他事物由之生成并化解于其中的最小者,而火又是其他事物中最微细的,那么火就最具元素的资格。这些人便是主张元素为一个、在运动且有限的人。 在主张本原为一个、在运动且无限的人当中,米利都人普拉克夏德斯之子阿那克西曼德成为泰勒斯的继承者和弟子,称无限者为存在者的本原与元素,他是最早为本原引入这一名称的人。他说它既非水亦非其他所谓的元素,而是某种其他的无限本性,诸天及其中一切世界皆由其生成;“存在之物的生成出自哪些事物,毁灭亦依照必然归于这些事物;因为它们依照时间的秩序,就彼此的不义向对方作出偿付与报偿”,他以如此略带诗意的词句谈论它们。显然,他观察到四种元素的相互转变,因而并不赞同将其中任何一种作为底层,而是将独立于它们之外的某种他物作为底层。而且他不是通过元素的变化来造成生成,而是通过永恒运动分离出对立面;因此亚里斯多德亦将他与阿那克萨戈拉一派同列。
- 1.2ἐξ ὧν δὲ ἡ γένεσίς ἐστι τοῖς οὖσι, καὶ τὴν φθορὰν εἰς ταῦτα γίνεσθαι
此处为引述阿那克西曼德学说的间接引语结构。尽管前文出现的本原为单数(ἄπειρον 或 φύσις ἄπειρος),但关系词 ἐξ ὧν 及相对应的指示词 εἰς ταῦτα 却采用了中性复数,这是依照概念意义的句法一致(synesis),预先指涉了从无定/无限者中所分离产生出的多个对立面或各构成部分。
- 1.2οὐ κατὰ τὴν ἠρεμίαν τὴν ἀντικειμένην τῇ κινήσει μένειν αὐτό φησιν
动词 φησίν 的逻辑主语并非紧接在前被引用的克塞诺芬尼,而是转述并阐释其学说的泰奥弗拉斯托斯。此处的上下文表明,这是泰奥弗拉斯托斯在解说克塞诺芬尼所言的“停留”并非与运动对立的静止,而是超越两者的持存。
- 1.2οὐ γὰρ ἔχομεν ὡς ἄπειρον τιθεμένων αὐτῶν
τιθεμένων αὐτῶν 为属格独立结构,主句动词 ἔχομεν 后面在句法上省略了相当于“记录”或“证据”的宾语(意即“我们并未掌握他们将其设为无限的[记载]”)。小词 ὡς 与分词搭配,表达主张或认定的内涵。
