← 辛普里丘

亚里士多德《物理学》注释

§208.1-208.31

关于本原数目为两个抑或三个的考察

辛普利丘注疏了亚里士多德关于本原数目既非一个也非多于两或三个的结论(189b27),解释了数目含混的原因在于缺乏的地位(与质料同一或是偶性本原),并说明了何以从偶性变化的普遍视角切入生成的分析。

显示 ▾
显示
译文
字体
AI ↗
← 上一节下一节 →
§1.54

" Ὅτι μὲν οὖν οὔτε ἓν τὸ στοιχεῖον οὔτε πλείω δυεῖν ἢ τριῶν ἕως τοῦ οὕτω τὰ περὶ ἕκαστον ἴδια θεωρεῖν." Δείξας ὅτι μιᾶς ἐναντιώσεως ἐν ταῖς ἀρχαῖς δεῖ καὶ ὑποκειμένου τινὸς τοῖς ἐναντίοις, συμπεραίνεται ὅτι οὔτε ἓν τὸ στοιχεῖον, εἴπερ ἐναντία καὶ ὑποκείμενόν τι τοῖς ἐναντίοις, οὔτε μέντοι πλείω δυεῖν ἢ τριῶν. τό τε γὰρ ὑποκείμενον ἕν ἐστι καὶ τὰ ἐναντία οὐ πλείω δυεῖν ἐστιν. εἴτε μέντοι δύο ἀρχαὶ εἴτε τρεῖς (τοῦτο γάρ ἐστι1 τὸ καθάπερ εἴπομεν) ζητήσεως ἄξιόν ἐστι. καὶ γὰρ εἰ μὲν ὡς μία ἀρχὴ τὰ ἐναντία λαμβάνοιτο, δύο ἂν εἶεν ἀρχαὶ ἥ τε ὕλη καὶ τὰ ἐναντία· εἰ δὲ ὡς δύο τὰ ἐναντία, τρεῖς εἰσιν αἱ ἀρχαί. ἄμεινον δὲ διὰ τὴν στέρησιν ἀμφιβόλως εἰρῆσθαι ἢ ταὐτὸν δοκοῦσαν τῇ ὕλῃ ἢ εἰ καὶ διαφέροι κατὰ συμβεβηκὸς ἀρχὴν οὖσαν.2 ἄπορον οὖν εἴτε δύο ἀρχαὶ τὸ εἶδος καὶ ἡ ὕλη, εἴτε τρεῖς καὶ τῆς στερήσεως προσλαμβανομένης, εἴτε πῶς μὲν δύο πῶς δὲ τρεῖς, ὅπερ καὶ ἀληθὲς φανήσεται. ταῦτα γάρ ἐστι τὰ ἐφεξῆς ὑπ’ αὐτοῦ διαρθρούμενα. καὶ περὶ ταῦτά ἐστιν ἡ πολλὴ ἀπορία, πότερον ὁμοίως τὰ ἐναντία ἀρχαί, ἢ τὸ μὲν καθ’ αὑτό, τὸ δὲ κατὰ συμβεβηκός. καὶ δὴ καὶ συμπεραινόμενος τούτους τοὺς λόγους ἐπάγει “διὸ ἔστι μὲν ὡς δύο λεκτέον εἶναι τὰς ἀρχάς, ἔστι δὲ ὡς τρεῖς· καὶ ἔστι μὲν ὡς τὰ ἐναντία, ἔστι δὲ ὡς οὔ”. ἐπειδὴ δὲ ἐκ τῆς μεταβολῆς μάλιστα καὶ τῆς γενέσεως τὰς ἀρχὰς εὑρεῖν τῶν γινομένων προέθετο, τῶν δὲ γινομένων τὰ μὲν κατά τι τῶν συμβεβηκότων γινόμενα πρόδηλον ἔχει ὑποκείμενον τὴν οὐσίαν, τὰ δὲ κατ’ οὐσίαν γινόμενα ἀδηλότερον ἔχει τὸ ὑποκείμενον, διὰ τοῦτο κοινῶς πρῶτον περὶ γενέσεως ποιησάμενος τὸν λόγον καὶ παραδείγματα παραθέμενος τῆς κατά τι τῶν συμβεβηκότων μεταβολῆς, ὕστερον τὴν κατ’ οὐσίαν γένεσιν διακρίνει ταύτης καὶ δείκνυσι καὶ ἐπ’ ἐκείνης τὴν τοῦ ὑποκειμένου χρείαν, καὶ ὅπως ἔχει καὶ πρὸς ἐκεῖνο ἡ στέρησις. κοινότερον δὲ τὸν λόγον εἶπε, καὶ ὅτι οὐ μόνον τῇ φυσικῇ ἀλλὰ καὶ τῇ τεχνικῇ προσχρῆται γενέσει· τοιαύτη γὰρ ἡ τοῦ μουσικοῦ. ὅτι δὲ ἡ τῶν κοινῶν καὶ ὁλοσχερῶν θεωρία ὡς πρὸς ἡμᾶς προτέρα τῶν ἰδίων ἐστίν, εἴρηκεν εὐθὺς τῆς πραγματείας ἀρξάμενος. καὶ δῆλον καὶ ἐκ τῶν ἐνταῦθα λεγομένων, ὅτι τὰ ἐκεῖ “καθόλου” εἰρημένα, ἐξ ὧν ἔλεγεν “εἰς τὰ καθέκαστα δεῖν προϊέναι”, τὰ κοινὰ καὶ ὁλοσχερῆ ἦν, ἅπερ ἐστὶν ἡμῖν γνωριμώτερα. Φαμὲν

“因此,元素既不是单一的,也不是多于两个或三个”至“这样考察关于每一事物的特有性质”。 在表明了诸本原中需要一对相反关系以及相反者们的某种底层之后,[亚里士多德]得出结论:既然存在相反者们以及相反者们的某种底层,那么元素既不是单一的,也不是多于两个或三个。因为底层是一,而相反者不多于两个。然而,诸本原是两个还是三个(因为这就是“正如我们所说”的意思),则是值得探究的。因为如果相反者被当作一个本原,那么本原将是两个,即质料与相反者;但如果相反者被当作两个,本原就是三个。但是,最好理解为由于缺乏的缘故才表述得如此模棱两可,因为缺乏似乎与质料相同,或者即使有所不同,也是偶性上的本原。因此,本原究竟是形式和质料这两个,还是加上缺乏在内的三个,或者在何种意义上是两个而在何种意义上是三个(这确实将显明为真),乃是一个疑难。因为这些正是他在后文中逐一厘清的内容。围绕这些存在着巨大的疑难:相反者们是同等地作为本原,还是一个自身即是[本原],而另一个是偶性上的[本原]。事实上,他在总结这些论证时接着说道:“因此,在某种意义上应当说本原是两个,而在某种意义上是三个;在某种意义上它们是相反者,而在某种意义上不是”。既然他提议主要从变化和生成中探寻生成事物的诸本原,而在生成的事物中,那些依照偶性的某物而生成的清楚地拥有实体作为底层,而依照实体而生成的则较为隐晦地拥有底层,因此他首先普遍地论述生成,并列举了依照偶性的某物而发生的变化的例子,随后才将依照实体的生成与此区分开来,并表明在后一种情况下也需要底层,以及缺乏与那个[底层]处于怎样的关系。他说论述更具普遍性,还因为他不仅利用了自然的生成,也利用了技艺的生成;因为通晓音乐之人的[生成]就是如此。另一方面,对共同的和粗略之物的考察在与我们相关而言先于对特有之物的考察,这是他在刚开始这部著作时就已经说过的。从这里所说的话也可以清楚看出,在那里被称为“普遍者”并由此他说“应当向着个别事物前进”的,正是那些共同的和粗略的事物,这些对我们而言是更为熟知的。我们说,

语法注2 条
  1. 1.54εἴτε μέντοι δύο ἀρχαὶ εἴτε τρεῖς (τοῦτο γάρ ἐστι τὸ καθάπερ εἴπομεν) ζητήσεως ἄξιόν ἐστι.

    由 εἴτε... εἴτε... 引导的间接疑问从句整体作为主句的主语,连接谓语形容词短语 ζητήσεως ἄξιόν ἐστι(“值得探究”)。括号内的 τοῦτο γάρ ἐστι τὸ καθάπερ εἴπομεν 是注疏者的插入语,用以解释亚里士多德原文中“正如我们所说”这一短语的指涉内容。

  2. 1.54ἄμεινον δὲ διὰ τὴν στέρησιν ἀμφιβόλως εἰρῆσθαι ἢ ταὐτὸν δοκοῦσαν τῇ ὕλῃ ἢ εἰ καὶ διαφέροι κατὰ συμβεβηκὸς ἀρχὴν οὖσαν.

    非人称表达 ἄμεινον [ἐστί] 支配完成时被动不定词 εἰρῆσθαι(意为“最好理解为……表述得模棱两可”)。由 ἢ... ἤ... 连接的两个分词(阴性宾格单数形式 δοκοῦσαν 和 οὖσαν)在语法上与介词短语中的名词 τὴν στέρησιν 一致,用以说明产生含混的原因。

翻译:Gemini 3.8 Flash・中文译文与原文无修订urn:cts:greekLit:tlg4013.tlg004.humanitext-grc1:208.1-208.31