- 底本
- Simplicius, In Aristotelis Physicorum Libros Commentaria. Commentaria in Aristotelem Graeca IX, ed. H. Diels, Berlin: Reimer 1882, pp. 1-800; Commentaria in Aristotelem Graeca X, ed. H. Diels, Berlin: Reimer 1895, pp. 801-1366. Transcribed by Humanitext from the page images.
- 翻译
- AI 生成(gemini-3.8-flash) — 机器翻译,可能包含错误
- 语言
- 日本語 · English · 简体中文 · 한국어
- CTS URN
- urn:cts:greekLit:tlg4013.tlg004.humanitext-grc1:206.9-207.35
- 输出
- Humanitext Reader · reader.humanitext.ai · 2026-11-23
根据亚里士多德《物理学》189b22,辛普里丘通过实体是单一属的三段论论证了最初的相反关系不可能有多个,对比了亚历山大和波菲利的解释,并就“实体”一词的含义提出了自己的批判性见解。
" Ἅμα δὲ καὶ ἀδύνατον πλείους εἶναι ἐναντιώσεις τὰς πρώτας." Δείξας ὅτι ἐὰν ὑπόθηταί τις δύο τὰς πρώτας ἐναντιώσεις, ἢ καὶ δύο ὕλας ὑποθήσει ἤ, εἰ μία ἡ ὕλη, περιττὴ ἔσται ἡ ἑτέρα τῶν ἐναντιώσεων, δείκνυσι νῦν ὅπερ καὶ πρότερον ἔλεγεν, ὅτι οὐδὲ δυνατὸν πλείους εἶναι μιᾶς τὰς πρώτας ἐναντιώσεις συλλογιζόμενος καὶ νῦν οὕτως· ἡ οὐσία ἕν τι γένος ἐστὶ τὸ αὐτό, ἐν δὲ ἑνὶ γένει μία ἐναντίωσις· ἐν ἄρα τῇ οὐσίᾳ μία ἐναντίωσις, ἀλλὰ μὴν ἡ οὐσία πρώτη τῶν ἄλλων γενῶν ἐστιν· ἡ δὲ ἐν τῷ πρώτῳ γένει ἐναντίωσις πρώτη τῶν ἐν τοῖς ἄλλοις γένεσιν ἐναντιώσεών ἐστιν· ὥστε ἡ ἐν τῇ οὐσίᾳ ἐναντίωσις πρώτη τῶν ἐν τοῖς ἄλλοις γένεσιν ἐναντιώσεών ἐστι. καὶ οὕτως ἂν ἔχοιεν αἱ ἐν τοῖς ἄλλοις γένεσιν ἐναντιώσεις πρὸς τὴν ἐν τῇ οὐσίᾳ, ὡς αὐτὰ τὰ γένη πρὸς τὴν οὐσίαν. εἰ οὖν ἐκείνοις παρὰ τῆς οὐσίας τὸ εἶναι, καὶ ταῖς ἐναντιώσεσιν αὐτῶν παρὰ τῆς ἐν τῇ οὐσίᾳ ἐναντιώσεως·1 ὑστέρα ἄρα καὶ ὑπ’ ἐκείνην· μία ἄρα ἡ πρώτη ἡ ἐν τῇ οὐσίᾳ ἐναντίωσις καὶ ἡ ἀρχὴ αὐτή, ἐπειδὴ καὶ τὰς ἀρχὰς τὰς τῆς οὐσίας ζητοῦμεν. εἰκότως οὖν τὰς ἐναντιώσεις πάσας εἰς τὸ εἶδος καὶ τὴν στέρησιν συνεκορύφωσεν ὁ λόγος, διότι αὕτη τῆς οὐσίας μάλιστά ἐστιν ἰδία καὶ κατὰ ταύτην γένεσις ἐπιτελεῖται καὶ φθορά. εἰ δέ τις πλείους ἐναντιώσεις ἐν ταῖς ἀρχαῖς λαμβάνοι, οὗτος τῶν ἀρχῶν λέγοι ἂν τὰς μὲν πρώτας εἶναι, τὰς δὲ μετ’ ἐκείνας. οὕτως δὲ ὁμογενεῖς οὖσαι κατὰ τὸ πρότερον καὶ ὕστερον διοίσουσιν. εἰ γὰρ κοινὸν γένος ἡ οὐσία, γενικωτάτη ἂν εἴη ἡ τῆς οὐσίας ἐναντίωσις. τὸ δὲ πᾶσαι δὲ αἱ ἐναντιώσεις ἀνάγεσθαι δοκοῦσιν εἰς μίαν ἢ καὶ ἐκ τῆς τῶν φαινομένων ἐναργείας τὴν πίστιν παράγει ἐκ τῆς τῶν φυσικῶν μαρτυρίας πάντων μίαν τὴν πρώτην τιθέντων, ἢ ἐκ τῆς ἑαυτοῦ δόξης εἰς εἶδος καὶ στέρησιν πάσας ἀναγούσης τὰς ἐναντιότητας. καὶ γὰρ προσεχεῖς μὲν γενέσεως ἀρχαὶ κατ’ αὐτὸν δύο εἰσὶν ἐναντιώσεις, θερμότης ψυχρότης, ξηρότης ὑγρότης, ὡς ἐν τῷ δευτέρῳ τῆς Περὶ γενέσεως ἔδειξεν· ἐπεὶ δὲ καὶ αὗται ὑπὸ μίαν ἀνάγονται τὴν τῆς ἕξεως καὶ τῆς στερήσεως, διὰ τοῦτο μία ἡ ἀρχικὴ κατ’ αὐτὸν ἐναντίωσις. οὕτως ὁ Ἀλέξανδρος καὶ νῦν ἐξηγήσατο τὸ χωρίον· τὸ δὲ ἀεὶ γὰρ ἐν ἑνὶ γένει μία ἐναντίωσίς ἐστιν ἐπὶ τῆς προσεχοῦς τὴν γένεσιν ἐναντιώσεως ἀκούει.2 τὸ γὰρ λευκὸν καὶ μέλαν χρώματός ἐστι προσεχὴς ἐναντίωσις, οὐ ποιότητος· “τὸ δὲ ποιόν, φησίν, ἢ οὐκ ἔχει προσεχῆ ἐναντίωσιν, ἢ εἴ ἔχει, ὑπ’ αὐτὴν ἀναχθήσεται τὸ λευκὸν καὶ μέλαν καὶ τὰ ἄλλα ὁμοίως τὰ ἐν τῇ ποιότητι ἐναντία.” ὁ μέντοι Πορφύριος οὐσίαν ἀκούει τὴν ὕλην καὶ περὶ ταύτην μίαν λέγει ἐναντίωσιν τὴν πρώτην, διότι γένος ἡ οὐσία, ἐν παντὶ δὲ γένει μία ἐναντίωσις ἡ πρώτη. λέγει δὲ οὕτως· “ἐν παντὶ γένει μία ἐναντίωσις ἡ πρώτη. γένος δὲ καὶ ἡ οὐσία· μία ἄρα καὶ περὶ ταύτην ἡ ἐναντίωσις. ἡ δὲ ὕλη οὐσία. ὥστε καὶ ἡ περὶ ταύτην μία ἐναντίωσις ἡ πρώτη, κἂν ὦσι πλείους, τῷ πρότερον καὶ ὕστερον διοίσουσιν, ἀλλ’ οὐ τῷ γένει· ἀεὶ γὰρ ἐν ἑνὶ γένει μία ἐναντίωσις”. καὶ ἄμεινον οἶμαι οὕτως ἤπερ ἐπ’ ἐκείνης τῆς οὐσίας ἀκούειν τῆς ὅλης τῆς τοῖς ἄλλοις γένεσιν ἀντιδιῃρημένης. τὸ γὰρ λέγειν ὅτι αἱ τῶν ἄλλων γενῶν ἐναντιώσεις ὑπὸ τὴν τῆς οὐσίας ἐναντίωσίν εἰσι, διότι καὶ αὐτὰ τὰ γένη ἀπὸ τῆς οὐσίας ἔχει τὸ εἶναι, ἀπιθάνως εἰρῆσθαί μοι δοκεῖ. αἱ μὲν γὰρ ἄλλαι ἐναντιώσεις ὑπὸ τὴν πρώτην οὕτως ἀνάγονται, ὡς κατηγορεῖσθαι τῶν ἄλλων τὴν πρώτην. πᾶσα γὰρ ὑπεροχὴ καὶ ἔλλειψις, ταὐτότης καὶ ἑτερότης, ἢ ὅτι ἂν ἄλλο τις λέγοι τὴν πρώτην,3 οὐ μέντοι τὰ ἄλλα γένη οὐσίαι εἰσί. διότι γὰρ τὸ εἶναι ἐν τῇ οὐσίᾳ ἔχουσι, δι’ αὐτὸ τοῦτο οὐκ εἰσὶν οὐσίαι. κάλλιον οὖν ἴσως οὐσίαν καὶ ἓν γένος τὸ γενητὸν πᾶν ἀκούειν κοινὸν τῶν δέκα γενῶν ὑπάρχον. διὸ καὶ ἡ προσεχὴς αὐτῶν ἐναντίωσις κοινὴ τῶν δέκα γενῶν ἐστιν, ἡ ἕξις λέγω καὶ ἡ στέρησις. δυνατὸν δὲ καὶ τὴν ὕλην ἀκούειν, ὡς κατ’ αὐτὴν ὑφεστηκότος τοῦ γενητοῦ καὶ ἐνύλου παντός, οὐ μέντοι ὅτι κυρίως οὐσία ἐστὶν ἡ ὕλη. οὔτε γὰρ ἡ νοητὴ οὐσία ἐστὶν ἡ ὕλη οὔτε ἡ αἰσθητή. ἡ μὲν γὰρ παντάπασίν ἐστιν ἄυλος, ἡ δὲ καὶ αὐτὴ γένεσιν ἔχει καὶ φθορὰν ἥ γε κυρίως γενητὴ οὐσία. τὸ δὲ γινόμενον καὶ φθειρόμενον ὑποκειμένου δεῖται καὶ ὕλης, ὡς καὶ ἐν τοῖς ἑξῆς μαθησόμεθα. ὕλην δὲ ὕλης ποιεῖν ἄλογον.
“同时,最初的相反关系也不可能有多个。” 在表明了如果有人假设最初的相反关系是两个,他要么也将假设两个质料,要么如果质料是一个,另一对相反关系将是多余的之后,[亚里士多德]现在论证了他先前也说过的那一点,即最初的相反关系甚至不可能多于一个,他现在也同样推论如下:实体是同一种单一的属,而在一个属中相反关系是一;因此在实体中相反关系是一。然而实体在其他诸属中是最初的;而在最初的属中的相反关系,在其他诸属中的相反关系中也是最初的;因此实体中的相反关系在其他诸属中的相反关系中是最初的。这样,其他诸属中的相反关系相对于实体中的相反关系,就会如同那些属本身相对于实体一样。因此,如果它们的存在来自于实体,那么它们的相反关系的存在也来自于实体中的相反关系;因此[其他诸属的相反关系]是后于并且从属于那一个的;因此最初的相反关系(即实体中的相反关系)是一,并且这一相反关系本身就是本原,因为我们也正在探求实体的本原。因此,将所有相反关系归结为形式和缺乏的论证是合理的,因为这一相反关系尤为实体所特有,且生成和毁灭依照它而得以完成。但如果有人在诸本原中采取多个相反关系,他就会说在诸本原中一些是最初的,而另一些是在它们之后的。这样,它们作为同属者,将依照先后而有所不同。因为如果实体是一个共同的属,实体的相反关系就将是最具属性的。至于“但所有的相反关系似乎都归结为一个”这一说法,他要么从显明事实的明了性(即从主张最初相反关系为一的一切自然哲学家的见证)引出确信,要么从他自己将所有相反性归结为形式和缺乏的主张引出确信。因为依照他,生成的直接本原是两对相反关系,即冷热与干湿,正如他在《论生成和毁灭》第二卷中所表明的;但既然这些也归结到具备和缺乏这一个之下,因此依照他,最初的相反关系是一。亚历山大在这个地方也正是这样解释的;至于“因为在一个属中相反关系总是一”这一句,他是就生成的直接相反关系而言理解的。因为黑白是颜色的直接相反关系,而不是性质的直接相反关系;“然而性质,”他说,“要么没有直接的相反关系,要么如果有的话,黑白以及性质中的其他相反者也同样将归结在它之下。”然而波菲利把实体理解为质料,并说围绕着这质料最初的相反关系是一,因为实体是一个属,而在每一个属中最初的相反关系是一。他这样说道:“在每一个属中最初的相反关系是一。而实体也是一个属;因此围绕它相反关系也是一。而质料是实体。所以围绕它的最初相反关系也是一,即使它们有多个,它们也将依照先后而不同,但不会依照属而不同;因为在一个属中相反关系总是一”。我认为这样理解比按照与其它诸属对立划分的作为整体的那个实体来理解更好。因为说其它诸属的相反关系从属于实体的相反关系,是由于那些属本身从实体获得存在,在我看来这种说法是难以令人信服的。因为其它相反关系归结在第一相反关系之下,乃是依照第一相反关系被述说于其它相反关系的方式;因为一切〔相反关系〕都是过度与不及、同一性与差异性,或是有人称为第一相反关系的任何其他东西,然而其它诸属并不是实体。因为正是由于它们在实体中拥有存在,恰恰凭这一点它们就不是实体。因此,或许把实体和单一的属理解为共同属于十个范畴属的整个生成界更为妥当。所以它们的直接相反关系也是十个范畴属所共有的,我指的是具备和缺乏。也可以理解为质料,理由是整个生成的、具质料的事物都依照它而成立,但这并不是因为质料是严格意义上的实体。因为质料既不是理智实体也不是感觉实体;前者完全是非质料的,而后者(即严格意义上的生成实体)自身就具有生成和毁灭。正如我们在后续内容中将学到的,生成和毁灭的事物需要底层和质料;但设定质料的质料是不合理的。
- 1.53εἰ οὖν ἐκείνοις παρὰ τῆς οὐσίας τὸ εἶναι, καὶ ταῖς ἐναντιώσεσιν αὐτῶν παρὰ τῆς ἐν τῇ οὐσίᾳ ἐναντιώσεως
前后两半均省略了系动词 ἐστί 的平行条件结构。在后半句 καὶ ταῖς ἐναντιώσεσιν... 中,语法主语 τὸ εἶναι(存在)亦从前半句承前省略,需补充理解为:“如果那些属的存在来自实体,那么它们的相反关系[的存在]也来自实体中的相反关系”。
- 1.53ἐπὶ τῆς προσεχοῦς τὴν γένεσιν ἐναντιώσεως ἀκούει
动词 ἀκούει 在此并非感官上的“听见”,而是表示对文本的诠释与理解(“将……理解为”),介词短语 ἐπί 加属格标示该解释所适用的对象或语境。宾格 τὴν γένεσιν 则是修饰形容词 προσεχοῦς 的关系宾格(“就生成而言直接的”)。
- 1.53πᾶσα γὰρ ὑπεροχὴ καὶ ἔλλειψις, ταὐτότης καὶ ἑτερότης, ἢ ὅτι ἂν ἄλλο τις λέγοι τὴν πρώτην
阴性单数主格 πᾶσα 承前省略了被修饰词 ἐναντίωσις(相反关系),并省略了系动词 ἐστί,ὑπεροχὴ... ἑτερότης 及从句 ἢ ὅτι ἂν ἄλλο... 作为主格表语(“因为一切[相反关系]都是过度与不及……”),论证前一句所言第一相反关系被述说于其它相反关系,将诸如过度与不及、同一与差异等作为第一相反关系的可能形式罗列为主格。
