- 底本
- Simplicius, In Aristotelis Physicorum Libros Commentaria. Commentaria in Aristotelem Graeca IX, ed. H. Diels, Berlin: Reimer 1882, pp. 1-800; Commentaria in Aristotelem Graeca X, ed. H. Diels, Berlin: Reimer 1895, pp. 801-1366. Transcribed by Humanitext from the page images.
- 翻译
- AI 生成(gemini-3.8-flash) — 机器翻译,可能包含错误
- 语言
- 日本語 · English · 简体中文 · 한국어
- CTS URN
- urn:cts:greekLit:tlg4013.tlg004.humanitext-grc1:204.24-206.8
- 输出
- Humanitext Reader · reader.humanitext.ai · 2026-11-23
辛普里丘评注了亚里士多德在《物理学》第一卷第六章中关于元素性本原为三且不多于三的论证,梳理了设定多个底层或多对相反者所导致的种种不合理,并基于动词态的语法区分对波菲利的解释提出了批评。
" Τὸ μὲν οὖν τρία φάναι τά στοιχεῖα ἕως τοῦ περίεργος ἂν ἡ ἑτέρα τῶν ἐναντιώσεων εἴη." Πάνυ φιλανθρώπως οὐ μόνον κατὰ τὴν ἀποδεικτικὴν ἀνάγκην ἀλλὰ καὶ κατὰ τὴν τῶν ἄλλων φιλοσόφων συμφωνίαν ἀποδείξας τὸ τρεῖς ὀφείλειν εἶναι τὰς τῶν φυσικῶν στοιχειώδεις ἀρχάς, ἃς οὐδὲ ἀρχὰς ἁπλῶς ἀλλὰ στοιχεῖα κυριώτερον ἐκάλεσαν, ἀκριβείας πλείονος ἕνεκεν καὶ ὅτι οὐ πλείω τῶν τριῶν ἐστι τὰ στοιχεῖα προσαποδείκνυσιν. ἐπεὶ γὰρ ἀνάγκη καὶ ὑποκείμενον εἶναί τι ἓν καὶ δύο ἐναντία παρὰ τὸ ὑποκείμενον (εἴπερ μήτε τὸ ἐναντίον εἰς τὸ ἐναντίον δρᾷ ἀλλ’ εἰς τὸ κοινὸν ὑποκείμενον, μήτε τὸ τυχὸν ἐκ τοῦ τυχόντος γίνεται), εἴ τις ὅλως πλεονάσαι βούλεται τὰς ἀρχάς, ἢ ἄλλο ὑποκείμενον προσθήσει ἢ ἄλλην ἐναντίωσιν. ἀλλ’ ὑποκείμενον μὲν ἀδύνατον ἕτερον προσθεῖναι. εἰ γὰρ ἡ αὐτὴ φύσις ἔσται τῶν αὐτῶν οὖσα δεκτική, ἥπερ καὶ κατ’ αὐτὸ τοῦτο ὑφέστηκε κατὰ τὸ ὑποδοχὴν εἶναι, μόνον ἔσται καὶ ἓν τὸ ὑποκείμενον· εἰ δὲ διαφέρουσιν ἀλλήλων,1 καὶ αἱ διαφοραὶ εἴδη ἔσονται. καὶ οὐκέτι ἔσται ὑποκείμενα, ἀλλὰ σύνθετα καὶ μετ’ ἐναντιώσεως· αἱ γὰρ διαφοραὶ κατ’ ἀντίθεσιν ὑφίστανται. ὅλως δὲ ἁπλούστερον εἶναι βούλεται τὸ ὑποκείμενον, ὡς περὶ ἑαυτὸ δεχόμενον τὴν μεταβολήν. προστιθεῖ δὲ καὶ ὅτι ὥσπερ ἡ παράγουσα τὰ πρῶτα ἐναντία ἀρχὴ μία ἦν, οὕτως καὶ ἡ ὑποδεχομένη τὰ ἔσχατα μία ἔσται. τὸ γὰρ παράγον τὰ πρῶτα ἐναντία κρεῖττον αὐτῶν ὑπάρχον καὶ διὰ τοῦτο ἐπὶ πλέον φθάνον ταῖς ἀπογεννήσεσι μετὰ τὴν τῶν ἐσχάτων ἐναντίων ὑπόστασιν μίαν τινὰ ἀπογεννᾷ φύσιν ἀνομοίως ἑαυτὴν μιμουμένην·2 ὡς γὰρ ἐκείνη κατ’ αἰτίαν περιέχει τὰ ἐναντία, οὕτως αὕτη πέφυκε πρὸς ἄμφω· καὶ ὡς αὕτη γεννητικὴ τῶν ἐναντίων ἐστίν, οὕτως ἐκείνη δεκτική. ἓν οὖν εἶναι χρὴ τὸ ὑποκείμενον ἱκανὸν πρὸς τὸ πάσχειν ὑπάρχον. εἰ δὲ δύο τις ἐναντιώσεις λέγοι τέτταρα τὰ ἐναντία τιθεὶς ἢ καὶ ὑποκείμενα δύο θήσεται καθ’ ἑκατέραν ἕν, καὶ οὕτως οὐκέτι ἓν ἔσται τὸ ὑποκείμενον, ὅπερ δέδεικται πρότερον. καὶ μέντοι ἢ ἐξ ἑκατέρου τῶν ὑποκειμένων ἑκατέρα τῶν ἐναντιώσεων γεννᾶν δύναται πάντα καὶ ἔσται περιττὴ ἡ ἑτέρα (μία γὰρ οὕτως ἔσται ἐναντίωσις) ἢ ἑκατέρα ἴδιά τινα καὶ ἀφωρισμένα γεννήσει καὶ οὐκέτι πάντων αἱ αὐταὶ ἀρχαὶ ἔσονται. εἰ δὲ ἓν ὑποκείμενον ταῖς δύο ἐναντιώσεσιν ὑποτιθεὶς λέγοι δύνασθαι γεννᾶν αὐτὰς τὰ ὄντα ἐκ τοῦ ἑνὸς ὑποκειμένου, πάλιν ἢ ἄλλα μὲν ἥδε ἄλλα δὲ ἥδε ἢ τὰ αὐτὰ ἀμφότεραι, καὶ οὕτως πάλιν τὰ αὐτὰ ἔσται ἄτοπα. εἰ μὲν γὰρ ἄλλα καὶ ἄλλα, κἂν ἐκ τοῦ αὐτοῦ ὑποκειμένου, τὸ μὲν ὑποκείμενον κοινὴ πάντων ἀρχὴ ἔσται, αἱ δὲ ἐναντιώσεις οὐκέτι κοιναί. εἰ δὲ ἐξ ἀλλήλων πάντα γεννῶσι, περιττὴ πάλιν ἡ ἑτέρα. μία γὰρ ἔσται ἡ ἐναντίωσις. εἰ δὲ καὶ πλείονάς τις δυεῖν ἐναντιώσεις ὑπόθηται, τὰ αὐτὰ ἄτοπα ἀκολουθήσει καὶ ἔτι μᾶλλον. τούτων δὲ τῶν τῆς διαιρέσεως τμημάτων καὶ τῶν ἑπομένων αὐτοῖς ἀτόπων τὰ μὲν τέθεικε, τὰ δὲ ὡς σαφῆ παρῆκεν ὁ Ἀριστοτέλης. τὸ μὲν γὰρ δύο καὶ ὑποκείμενα λέγειν τοὺς δύο τιθέντας ἐναντιώσεις αὐτὸ ὡς ἄτοπον τέθεικε διὰ τὸ προειλῆφθαι ὅτι πρὸς τὸ πάσχειν ἱκανὸν τὸ ἕν. πρὸς δὲ τὸ τὰ αὐτὰ γεννᾶν τὰς δύο ἐναντιώσεις, εἴτε ἑνὸς εἴτε δυεῖν ὑποκειμένων ὄντων κοινὸν ἐπήγαγεν ἄτοπον τὸ περιττὴν εἶναι τὴν ἑτέραν ἐναντίωσιν, καὶ ὅτι μία ἔσονται ἄμφω, καὶ ὅτι τὰ αὐτὰ γεννῶσι. τὸ δὲ χωρὶς ἑκατέραν ἰδίᾳ τινα γεννᾶν οὐδὲ ἠξίωσε λόγου περὶ κοινῶν ἀρχῶν διαλεγόμενος. ὁ μέντοι Πορφύριος τὸ ἐξ ἀλλήλων γεννᾶν οὕτως ἀκούει, ὡς εἰ ἡ ἑτέρα τῶν ἐναντιώσεων τὴν ἑτέραν γεννᾷ, οἷον εἴ τις λέγοι ἀραιὸν πυκνὸν θερμὸν ψυχρὸν ὡς πρῶτα, ἔπειτα τὸ μὲν θερμὸν ἐκ τοῦ ἀραιοῦ, τὸ δὲ ψυχρὸν ἐκ τοῦ πυκνοῦ· ἀρκέσει γὰρ ἡ τοῦ ἀραιοῦ καὶ πυκνοῦ ἐναντίωσις. καὶ εἰ μὲν ἐξ ἀλλήλων γεννᾶσθαι ἔλεγεν, εἶχεν ἄν τι ἀκόλουθον ἡ ἐξήγησις· νῦν δὲ γεννᾶν εἶπεν ἐξ ἀλλήλων.
“因此,说元素是三个[……]另一对相反者就会是多余的。” 在不仅按照论证的必然性,而且按照其他哲学家的共识,极其善意地证明了自然事物的元素性本原(人们甚至不单纯地称其为本原,而是更严格地称其为元素)必须是三个之后,为了更为精确,他还补充论证了元素也不多于三个。因为既然必定既存在某种单一的底层,又在底层之外存在两个相反者(倘若相反者不对相反者起作用,而是对共同的底层起作用,且并非任何事物由任何事物偶然生成),那么如果有人完全想要增加本原,他要么会添加另一个底层,要么添加另一对相反者。但是添加另一个底层是不可能的。因为如果它是接纳相同事物的相同本性,并且正是根据这一点(即作为容器)而存在,那么底层就将仅是一;但如果它们彼此不同,差异也将成为形式。它们就不再是底层,而是复合的并包含相反状态,因为差异是依照对立而成立的。总的来说,底层理应是更单纯的,作为自身承受变化者。他还补充说,正如产生最初相反者的本原是一,接纳最终相反者的本原也同样将是一。因为产生最初相反者的本原优于它们,并因此在生成中达及更远,所以在最终相反者确立之后,它产生了一种不相似地模仿自身的单一自然本性;因为正如那个本原作为原因包含着相反者,这自然本性也同样在倾向上面对两者;又正如那个本原能产生相反者,这自然本性同样能接纳。因此,足以受动的底层必须是一。但如果有人主张两对相反者而设定四个相反项,他要么会依照每一对相反者各设定一个而设定两个底层,这样底层就不再是一了,这在前面已经表明过;并且要么每一对相反者能够从每一个底层生成一切事物,而另一对将是多余的(因为这样就会只有一对相反者),要么每一对都将生成某些特有的、被限定的事物,而一切事物的本原就不再是相同的了。但如果在两对相反者之下设定一个底层,说它们能够从这单一底层生成存在者,那么又要么这一对生成这些事物而另一对生成那些事物,要么两者生成相同的事物,这样同样的不合理又将发生。因为如果是生成不同的事物,即使是从同一个底层出发,底层将是一切事物的共同本原,而相反者却不再是共同的。但如果它们由彼此生成一切事物,另一对相反者又成为多余的,因为相反者将只有一对。如果有人假设多于两对的相反者,同样的不合理甚至更加严重地随之而来。在这些划分的分支以及伴随它们的不合理之中,亚里士多德提出了一些,而将另一些作为显而易见的事略去。因为主张两对相反者的人也主张两个底层这一点,他本身就作为不合理而提出,因为此前已认定单一底层足以受动。而针对两对相反者生成相同的事物(无论底层是一个还是两个),他引入了共同的不合理,即另一对相反者是多余的,以及两者将成为一个,且它们生成相同的事物。至于每一对各自单独生成某些事物,他在讨论共同本原时甚至认为不值得一提。然而波菲利把“由彼此生成”理解为:仿佛是一对相反者生成另一对相反者,就如同有人把稀薄、浓密、热、冷作为第一者,然后热由稀薄生成,冷由浓密生成;因为稀薄与浓密的相反状态就足够了。如果他说的是“由彼此被生成”,这种解释或许还有些合理之处;但实际上他说的是“由彼此生成”。
- 1.52εἰ μὲν ἐξ ἀλλήλων γεννᾶσθαι ἔλεγεν [...] νῦν δὲ γεννᾶν εἶπεν ἐξ ἀλλήλων
辛普里丘对波菲利解释的批评核心在于动词语态(voice)的差异:如果亚里士多德使用的是被动/中动不定词 γεννᾶσθαι(“由彼此被生成”),那么波菲利所谓一对相反者由另一对生成的解读在语法上尚有成立余地;但亚里士多德使用的实际是主动不定词 γεννᾶν(“由彼此生成”),以两对相反者为主语来能动地产生诸事物。
- 1.52ἀνομοίως ἑαυτὴν μιμουμένην
现在分词 μιμουμένην 为阴性宾格,与紧邻的 μίαν τινὰ φύσιν(所产生的单一自然本性,即质料)一致。反身代词 ἑαυτήν 在此作间接反身代词使用,指代整个句子的能动主体 ἡ παράγουσα ἀρχή(产生它的第一本原),而非分词自身所修饰的宾语:意即所生成的质料以一种不相似的方式模仿其产生者。
