← 辛普里丘

亚里士多德《物理学》注释

§203.26-204.23

底层与相反者构成的三个本原的证实

辛普里丘注解了亚里士多德如何借助早期自然哲学家与柏拉图的学说来确证三个本原(一个底层与作为过度和不足的两个相反者)的设定,并阐明了早期与晚期思想家在将能动与受动角色分配给一与二方面的差异。

显示 ▾
显示
译文
字体
AI ↗
← 上一节下一节 →
§1.51

" Ἀλλὰ πάντες γε τὸ ἓν τοῦτο τοῖς ἐναντίοις σχηματίζουσιν." Καὶ ἐκ τῆς ἀνάγκης τοῦ λόγου καὶ ἐκ τῆς τῶν ἄλλων φυσικῶν μαρτυρίας τὸ ἓν εἰσαγαγών, ὅτι μηδὲ τοῦτο αὔταρκες καθ’ ἑαυτό, δείκνυσι λέγων,1 ὅτι μηδὲ ἐκεῖνοι μόνον ἐτίθεντο τὸ ἓν ἀλλὰ σὺν αὐτῷ τὰ ἐναντία, τὰς τρεῖς ἀρχὰς βουλόμενος καὶ κατ’ ἐκείνους συστῆσαι. καὶ λέγει ὅτι καὶ ἐκεῖνοι τὸ ἓν τοῖς ἐναντίοις σχηματίζουσι τὰς διαφορὰς τῶν γινομένων κατὰ τὰς τῶν ἐναντίων διαφορὰς ἀποδιδόντες, οἱ μὲν μανότητι καὶ πυκνότητι, οἱ δὲ τῷ μᾶλλόν τε καὶ ἧττον. καὶ οἱ μανότητι καὶ πυκνότητι τὰ ἄλλα γεννῶντες τῷ ἐπιτείνειν ἣν ἔχει ποιότητα ἢ ἀνιέναι ποιοῦσιν· ἡ μὲν γὰρ μάνωσις ἄνεσις, ἡ δὲ πύκνωσις ἐπίτασις, ὧν ἡ μὲν ἐπίτασις ὑπὸ τὸ μᾶλλον, ἡ δὲ ἄνεσις ὑπὸ τὸ ἧττον, πάντα δὲ εἰς ὑπεροχὴν ἀνάγεται καὶ ἔλλειψιν. καὶ ἔοικε, φησί, μὴ ὑφ’ ἡμῶν καινοτομεῖσθαι τὸ τρεῖς εἶναι τὰς ἀρχάς, ἀλλὰ παλαιά τις εἶναι αὕτη ἡ δόξα, ὅτι τὸ ἓν καὶ ἡ ὑπεροχὴ καὶ ἔλλειψις ἀρχαὶ τῶν ὄντων εἰσί. κἂν γὰρ μὴ πάντες τῷ αὐτῷ ὀνόματι ἐχρήσαντο τῆς ὑπεροχῆς καὶ τῆς ἐλλείψεως, ἀλλ’ οἱ μὲν σύγκρισιν καὶ διάκρισιν οἱ δὲ μάνωσιν καὶ πύκνωσιν ἢ τὸ μᾶλλον καὶ ἧττον ἢ τὸ μέγα καὶ μικρὸν ἐκάλουν, ἀλλὰ πάντα γε ταῦτα εἰς ὑπεροχὴν ἀνάγεται καὶ ἔλλειψιν. καὶ ταύτῃ γε πάντες ἀλλήλοις συμφωνοῦσιν οἱ τρεῖς λέγοντες τὰς ἀρχάς. διαφέρουσι δὲ τῷ τοὺς μὲν ἀρχαιοτέρους τὰ μὲν δύο ἅπερ ἐστὶ τὰ ἐναντία ποιητικὰ λέγειν, τὸ δὲ ἓν παθητικὸν καὶ ὑλικόν, τῶν δὲ ὑστέρων τινὰς τὸ μὲν ἓν ποιητικόν, τὰ δὲ δύο τὰ ἐναντία παθητικὰ καὶ ὑλικά.2 δοκεῖ δὲ ὁ Πλάτων οὕτως λέγειν τὸ μὲν ποιοῦν ἓν τιθείς, τὸ δὲ πάσχον ἤτοι τὴν ὕλην ὑπερβολὴν καὶ ἔλλειψιν καλῶν καὶ μέγα καὶ μικρόν, καὶ ταύτῃ δύο λέγων αὐτό. δῆλον δὲ ὅτι εἰ μὲν τὸ κυρίως ποιητικὸν αἴτιον ἔλεγεν ἕν, οὐκ ἦν τοῦτο στοιχεῖον· εἰ δὲ τὸ εἶδος ἕν, τὴν δὲ ὕλην δύο κατὰ τὸ Πυθαγόρειον ἔθος διὰ τῶν ἀριθμῶν σημαίνων τὰ πράγματα, εἰκότως ἓν μὲν τὸ εἶδος ἔλεγεν ὡς ὁρίζον ὅπερ ἂν καταλάβῃ καὶ περατοῦν, δύο δὲ τὴν ὕλην ὡς ἀόριστον καὶ ὄγκου καὶ διαιρέσεως αἰτίαν καὶ πεφυκυῖαν πρὸς τὰ ἀντικείμενα.3 ἐπιστῆσαι δὲ χρὴ μετ’ ὀλίγον ὅτι καὶ αὐτὸς Ἀριστοτέλης τὴν στέρησιν καὶ τὴν ὕλην εἰς ταὐτὸν ἄγει λέγων “ἔστι δὲ τὸ μὲν ὑποκείμενον ἀριθμῷ μὲν ἕν, εἴδει δὲ δύο”. καὶ δῆλον ὅτι καὶ αὐτὸς δύο μὲν ἐρεῖ τὸ ὑποκείμενον, ἓν δὲ τὸ εἶδος.

“但是他们所有人确实都通过相反者来塑造这一者。” 在既出自论证的必然性又出自其他自然哲学家的见证而引入了一者之后,他通过指出那些人不仅设定了一者,而且将相反者与它一同设定,从而表明甚至这一者就其自身而言也是不自足的,并期望即使根据那些人的看法也能确立起三个本原。他说,那些人也是通过相反者来塑造一者,依照相反者的差异来解释生成之物的差异:有些人通过稀薄与浓密,另一些人则通过较多与较少。而那些通过稀薄与浓密生成其他事物的人,乃是通过强化或放松它所具有的性质来促成的;因为稀薄化是放松,而浓密化是强化,其中强化归属于较多,放松归属于较少,而一切都被归结为过度与不足。他说,本原为三这一点似乎并非由我们所创新,而是这个看法本是古老的,即一者与过度和不足是存在者的本原。因为即使并非所有人都使用了“过度”与“不足”这一相同名称,而是有些人称之为结合与分离,另一些人称之为稀薄与浓密,或较多与较少,或大与小,然而所有这些至少都被归结为过度与不足。在这方面,主张三个本原的人至少是彼此一致的。但他们的不同之处在于:较早的哲学家主张二者(即相反者)是能动的,而一者是受动的和质料性的;而后来的某些哲学家则主张一者是能动的,而作为相反者的二者是受动的和质料性的。柏拉图似乎正是这样主张的:他将施动者设定为一,而将受动者即质料称为过度与不足以及大与小,并在这方面称之为二。显然,如果他把严格意义上的能动原因称为一,那么这并不是元素;但如果他把形式称为一,把质料称为二,按照毕达哥拉斯学派的习俗通过数来表示事物,那么他合理地将形式称为一,因为形式限定并限制它所占据的东西,而将质料称为二,因为它是无规定的、体积与分割的原因,并且本性上朝向对立物。并且在不久之后必须注意到,亚里士多德本人也将匮乏与质料归于同一者,他说:“底层在数目上是一,但在形式上是二。”显然,他自己也将说底层是二,而形式是一。

语法注3 条
  1. 1.51Καὶ ἐκ τῆς ἀνάγκης τοῦ λόγου καὶ ἐκ τῆς τῶν ἄλλων φυσικῶν μαρτυρίας τὸ ἓν εἰσαγαγών, ὅτι μηδὲ τοῦτο αὔταρκες καθ’ ἑαυτό, δείκνυσι λέγων

    主句的核心是 δείκνυσι λέγων(“通过指出……表明”),支配宾语从句 ὅτι μηδὲ τοῦτο αὔταρκες καθ’ ἑαυτό(“甚至这一者就其自身而言也是不自足的”)。开头的分词短语 εἰσαγαγών 修饰省略的主语(亚里士多德),以 τὸ ἓν 为宾语。ὅτι 从句通过倒装(hyperbaton)被置于主动词 δείκνυσι 之前。

  2. 1.51διαφέρουσι δὲ τῷ τοὺς μὲν ἀρχαιοτέρους τὰ μὲν δύο ἅπερ ἐστὶ τὰ ἐναντία ποιητικὰ λέγειν, τὸ δὲ ἓν παθητικὸν καὶ ὑλικόν, τῶν δὲ ὑστέρων τινὰς τὸ μὲν ἓν ποιητικόν, τὰ δὲ δύο τὰ ἐναντία παθητικὰ καὶ ὑλικά.

    表示 διαφέρουσι(“不同”)的原因或方面的与格冠词 τῷ 统辖由 μέν...δέ 相对比的两个带不定式的宾格结构(τοὺς μὲν ἀρχαιοτέρους... λέγειν 与 τῶν δὲ ὑστέρων τινὰς [λέγειν])。在后一分句中不定式 λέγειν 被省略,且各自内部的宾格补足成分(二与一)呈对称排列。

  3. 1.51εἰκότως ἓν μὲν τὸ εἶδος ἔλεγεν ὡς ὁρίζον ὅπερ ἂν καταλάβῃ καὶ περατοῦν, δύο δὲ τὴν ὕλην ὡς ἀόριστον καὶ ὄγκου καὶ διαιρέσεως αἰτίαν καὶ πεφυκυῖαν πρὸς τὰ ἀντικείμενα.

    条件句的归结从句。主动词 ἔλεγεν 支配双宾格结构(ἓν μὲν τὸ εἶδος,而后半句省略 [ἔλεγε] 统辖 δύο δὲ τὴν ὕλην)。由 ὡς 引导的分词(ὁρίζον, περατοῦν)以及形容词/名词短语(ἀόριστον, αἰτίαν, πεφυκυῖαν)充当解释性状语,阐明为何将形式称为一、将质料称为二的理由。

翻译:Gemini 3.8 Flash・中文译文与原文无修订urn:cts:greekLit:tlg4013.tlg004.humanitext-grc1:203.26-204.23