- 底本
- Simplicius, In Aristotelis Physicorum Libros Commentaria. Commentaria in Aristotelem Graeca IX, ed. H. Diels, Berlin: Reimer 1882, pp. 1-800; Commentaria in Aristotelem Graeca X, ed. H. Diels, Berlin: Reimer 1895, pp. 801-1366. Transcribed by Humanitext from the page images.
- 翻译
- AI 生成(gemini-3.8-flash) — 机器翻译,可能包含错误
- 语言
- 日本語 · English · 简体中文 · 한국어
- CTS URN
- urn:cts:greekLit:tlg4013.tlg004.humanitext-grc1:202.20-203.25
- 输出
- Humanitext Reader · reader.humanitext.ai · 2026-11-23
辛普里丘阐释了亚里士多德在《物理学》第1卷第6章(189a34)中为调和“相反者是本原”与要求底层的疑难而引入作为底层的第三者这一论证,将其与早期自然哲学家的观点作对比,并论述了作为接受者的底层为何不能在本质上具有相反属性。
" Διόπερ εἴ τις τόν τε πρότερον ἀληθῆ νομίσειεν λόγον εἶναι καὶ τοῦτον, ἀναγκαῖον, εἰ μέλλει διασώσειν ἀμφοτέρους αὐτούς, ὑποθεῖναί τι τρίτον." Δείξας πρότερον ὅτι τῶν φυσικῶν ἀρχαὶ τὰ ἐναντία1 ἐκ τοῦ τὸ γινόμενον μὴ ἐκ τοῦ τυχόντος ἀλλ’ ἐξ ἐναντίου γίνεσθαι καὶ φθείρεσθαι μὴ εἰς τὸ τυχὸν ἀλλ’ εἰς ἐναντίον, εἶτα ἄλλους ἐπαγαγὼν λόγους ἀποροῦντας πρὸς τοῦτο καὶ τοὐναντίον δεικνύναι δοκοῦντας, ὅτι οὐκ εἰσὶν ἀρχαὶ τὰ ἐναντία (καὶ δεικνύντας γε κατὰ συλλογιστικὴν ἀκρίβειαν, ἀλλ’ οὐ σοφιζομένους), εὑρίσκει μηχανήν,2 πῶς καὶ οἱ πρότερον λόγοι καὶ οἱ προσεχεῖς καίτοι τἀναντία λέγειν δοκοῦντες εἰς ταὐτὸ συμφωνήσουσιν. αὕτη δ’ ἐστὶ τὸ ἀρχὰς μὲν εἶναι τὰ ἐναντία (τοῦτο γὰρ ἀληθῶς δέδεικται πρότερον), μὴ μέντοι καθ’ αὑτὰ ληφθέντα (καὶ γὰρ οἱ τοῦτο ἀναιροῦντες λόγοι ἀληθεῖς εἰσιν), ἀλλὰ μετά τινος ἄλλου τρίτου τοῦ τοῖς ἐναντίοις ὑποκειμένου. καὶ πάλιν εὑρίσκει συμφωνοῦντας αὑτοῦ τῷ λόγῳ τοὺς φυσικούς, οἳ μίαν φύσιν ὑποτιθέντες τοῖς ἐναντίοις, δι’ ἣν ἓν τὸ πᾶν ἔλεγον, ἐκ ταύτης γεννῶσι τὰ πάντα, ὡς Θαλῆς μὲν ὕδωρ, Ἡράκλειτος δὲ πῦρ, Ἀναξιμένης δὲ ἀέρα, Διογένης δὲ τὸ μεταξύ. καὶ γὰρ οὗτοι πάντες τὴν μίαν ταύτην φύσιν τοῖς ἐναντίοις ὑπετίθεσαν συγκρίσει καὶ διακρίσει ἢ μανώσει καὶ πυκνώσει τὰ ἄλλα γίνεσθαι λέγοντες ἀπ’ αὐτῆς. ἐπαινεῖ δὲ μᾶλλον τοὺς τὸ μεταξὺ λέγοντας καὶ τὴν αἰτίαν προστίθησι. τὰ γὰρ τέτταρα στοιχεῖα μετ’ ἐναντιοτήτων ἤδη ἐστί· πῦρ μὲν γὰρ θερμὸν καὶ ξηρόν, ἀὴρ δὲ θερμὸν καὶ ὑγρόν, ὕδωρ δὲ ψυχρὸν καὶ ὑγρόν, ἡ δὲ γῆ ψυχρὸν καὶ ξηρόν. πάντα δὲ μετὰ ἐναντιότητος· πάντα γὰρ ἐξ ὕλης καὶ εἴδους. τὸ δὲ μέλλον δέχεσθαι τὰ ἐναντία καὶ σὺν αὐτοῖς τὰς γενέσεις τῶν ὄντων καὶ τὰς φθορὰς ἀποδιδόναι δεῖ κατὰ τὴν ἑαυτοῦ φύσιν ἄμοιρον τῶν ἐναντίων ὑπάρχειν. εἰ γὰρ ἔχοι τι τῶν ἐναντίων κατ’ οὐσίαν, ἢ οὐ μεταβαλεῖ κατ’ αὐτὸ καὶ οὐδὲν ἀπ’ αὐτοῦ ἔσται ἢ φθαρήσεται, εἰ τὸ εἶναι αὐτῷ ἐν τῷ ἑτέρῳ τῶν ἐναντίων, ἢ ἅμα ἕξει τὰ ἐναντία. ὅλως δὲ εἰ μετ’ ἐναντίου ἐστίν, οὐκέτι ἁπλοῦν ἔσται, ἀλλὰ σύνθετον. τὰ γὰρ ἐναντία ἐν ὑποκειμένῳ, ὥστε οὐδὲ ἀρχή. ἀρχαὶ γὰρ ἐκεῖνα ἐξ ὧν τοῦτό ἐστιν, ἀλλ’ οὐκ αὐτό. εἰ δέ τις ὅλως ἓν τῶν στοιχείων ἐπιθυμεῖ τὴν ἀρχὴν τίθεσθαι, ἄμεινον ἀέρα λέγειν, διότι ὡς πρὸς τὰ ἄλλα ἀναισθήτους ἔχειν δοκεῖ τὰς διαφοράς (δόξει οὖν ὡς ἄποιον καὶ μηδεμίαν ἔχον ἐναντίωσιν καθ’ ἑαυτὸ ὑποτίθεσθαι), τῶν δὲ ἄλλων πάλιν τὸ ὕδωρ εἰς τὰ ἐναντία τρέπεσθαί ἐστιν εὐφυέστερον· θερμαίνεται γὰρ καὶ ψύχεται ῥᾳδίως καὶ δὴ καὶ πήγνυται εἰς κρύσταλλον ὡς μηδὲ τὴν ὑγρότητα κατ’ οὐσίαν ἔχειν δοκοῦν. τὸ μέντοι πῦρ φανερὰς ἔχει τὰς ἐναντιώσεις, θερμότητα λέγω καὶ ξηρότητα καὶ μάλιστα τὴν θερμότητα, καὶ δέχεσθαι τὰ ἐναντία πῦρ μένον οὐ πέφυκε. τούτου δὲ αἴτιον τὸ δραστικὸν εἶναι μᾶλλον αὐτὸ καὶ εἴδει ἀναλογεῖν, ἀλλ’ οὐχὶ ὕλῃ.3
“因此,如果有人认为先前的论证是真的,而且这一个也是真的,那么,若要同时保全二者,就必须设定某种第三者。” 在先前从“生成之物不是出自偶然之物而是出自相反者,消灭也不是走向偶然之物而是走向相反者”这一点出发表明了自然之物的本原是相反者,继而又提出针对此点提出疑难且似乎表明了相反结论(即相反者并非本原)的其他论证(并且确实是依照三段论的精确性来表明的,而非运用诡辩)之后,他找到了一个办法,使得先前的论证与接续的论证尽管看似陈述相反的主张,却能在同一结论上达成一致。这就是说:相反者固然是本原(因为这在先前已真实地被证明了),但并非就其自身被把握时如此(因为否定这一点的论证也是真实的),而是与作为相反者底层的某个第三者结合在一起时如此。他又发现那些自然哲学家再次与他自己的论述相一致:他们为相反者设定了一个单一的自然本性,并因此主张万物为一,且由此本性产生万物,正如泰勒斯设定水,赫拉克利特设定火,阿那克西美尼设定气,而狄奥根尼设定居间者一样。因为所有这些人都是将这一单一的自然本性设定为相反者的底层,并主张其他事物是通过结合与分离、或稀薄化与凝聚化由此本性生成的。但他更赞许那些主张居间者的人,并补充了原因。因为四元素本身已伴随着对立性;火是热且干的,气是热且湿的,水是冷且湿的,土则是冷且干的。一切都伴随着对立性,因为一切都由质料与形式构成。然而,那将要接受相反者并与它们一同促成存在者的生成与消灭之物,按其自身本性而言,必须是没有分有相反者的。因为如果它在本质上具有相反者中的某种性质,那么要么它不会根据该性质发生变化从而不会有任何东西从中产生,要么如果其存在处于相反者中的一方它就会被毁灭,要么它将同时具有相反者。总而言之,如果它伴随着相反者存在,它就将不再是单纯的,而是复合的。因为相反者存在于底层之中,以至于它甚至都不是本原;因为本原乃是此物由之构成的那些东西,而不是此物本身。但是,如果有人执意要把元素之一设定为本原,那么说是气要更好一些,因为与其他元素相比,它似乎具有不易被人感知到的差异(因此它将看似作为自身无性质且不具任何对立性的东西被设定);而在其余元素中,水又更有利于转变为相反者:因为它极易被加热和冷却,甚至冻结为冰块,以至于看似连湿性都不是在本质上拥有的。然而火具有显而易见的对立性,我是指热与干,尤其是热,而且在保持为火的同时本性上并不接受相反者。而这的原因在于,它更具能动性且类似于形式,而并不类似于质料。
- 1.50εἰ γὰρ ἔχοι τι τῶν ἐναντίων κατ’ οὐσίαν, ἢ οὐ μεταβαλεῖ κατ’ αὐτὸ καὶ οὐδὲν ἀπ’ αὐτοῦ ἔσται ἢ φθαρήσεται, εἰ τὸ εἶναι αὐτῷ ἐν τῷ ἑτέρῳ τῶν ἐναντίων, ἢ ἅμα ἕξει τὰ ἐναντία.
条件句的归结部分(apodosis)由三重析取(ἢ ..., ἢ ..., ἢ ...)构成,在第二个析取项(φθαρήσεται)内部又嵌入了一个从属条件从句(εἰ τὸ εἶναι αὐτῷ ἐν τῷ ἑτέρῳ τῶν ἐναντίων)。带定冠词的不定词与与格 τὸ εἶναι αὐτῷ 表示其本质存在。
- 1.50Δείξας πρότερον ... εἶτα ἄλλους ἐπαγαγὼν λόγους ... εὑρίσκει μηχανήν
整个句子的主干结构由两个表示先行业态的副词性分词短语(Δείξας πρότερον ... 与 εἶτα ἄλλους ἐπαγαγὼν λόγους ...)修饰主句动词 εὑρίσκει(主语为亚里士多德),而间接疑问从句 πῶς ... συμφωνήσουσιν 则对 εὑρίσκει μηχανήν 的内容加以展开说明。
- 1.50τούτου δὲ αἴτιον τὸ δραστικὸν εἶναι μᾶλλον αὐτὸ καὶ εἴδει ἀναλογεῖν, ἀλλ’ οὐχὶ ὕλῃ.
这是一个省略系动词 ἐστί 的名词性谓语句,带定冠词的不定词短语 τὸ ... εἶναι ... καὶ ... ἀναλογεῖν 作主语,αἴτιον 作表语。宾格代词 αὐτό(指代火)是不定词的逻辑主语。
