← 辛普里丘

亚里士多德《物理学》注释

§201.21-202.19

实体的构成要素与引入基质的疑难

辛普里丘基于实体的元素自身并非实体这一原则,论述了质料与形式的性质,并阐明了亚里士多德在认为仅凭相反者并不充分而必须引入作为第三原理的底层(基质)时所推进的论证意图与疑难的本质。

显示 ▾
显示
译文
字体
AI ↗
← 上一节下一节 →
§1.49#2

καὶ ὅλως πανταχοῦ τὰ στοιχεῖα οὐκ ἔστιν, ὅπερ τὰ στοιχειωτά. οὔτε γὰρ τὰ τοῦ ἀνθρώπου στοιχεῖα ἄνθρωποι οὔτε τὰ τῆς σαρκὸς σάρξ. μήποτε οὖν ἡ ὕλη καὶ τὸ εἶδος ἤτοι ἡ ἀντίθεσις στοιχεῖα ὄντα τῆς κυρίως οὐσίας (αὕτη δέ ἐστιν ἡ σύνθετος) οὐσία μὲν καθ’ αὑτὰ ἑκάτερα οὐκ εἰσίν,1 ἀλλ’ οὐσιώδη μόνον, καὶ σώματα μὲν οὐκ ἔστι, σωματικὰ δέ, ὡς καὶ Εὔδημος δηλοῖ “σωματοειδῆ” καλῶν τὴν ὕλην· συνελθόντα δὲ οὐσία καὶ οὐσίας ἀποδοτικά ἐστι. διὸ οὐδέτερον καθ’ αὑτὸ οὔτε οὐσία ἐστὶν οὔτε οὐσίας ἀποδοτικόν. ἔχειν μέντοι τι δοκεῖ πλέον εἰς οὐσίας λόγον ἡ ὕλη τῆς ἐναντιώσεως,2 καθ’ ὅσον ἡ μὲν ὕλη δύναται καθ’ ἑαυτὴν εἶναι, ὅπερ ἴδιον τῆς οὐσίας ἐστίν, ἡ δὲ ἀντίθεσις ἐν ἑτέρῳ πάντως ἔχει τὸ εἶναι καὶ ἐν ὑποκειμένῳ ἐστί, καὶ κατὰ τοῦτο πορρώτερον τῆς οὐσίας ἐστί. καὶ διὰ τοῦτο ἐκ τοῦ ἐν ὑποκειμένῳ εἶναι τὰ ἐναντία ἔδειξεν, ὅτι οὐκ ἀρχαί, μᾶλλον ἀρχὴν εἰπὼν εἶναι τὸ ὑποκείμενον, διότι προυπάρχει τοῦ κατηγορουμένου. Ἀλλ’ ἔτι μοι δοκεῖ ζητεῖν ὁ λόγος, τίς ὁ σκοπὸς ἂν εἴη τοῦ προκειμένου ῥητοῦ. ὅτι μὲν γὰρ ἔτι βούλεται δι’ αὐτοῦ δεῖξαι μὴ οὖσαν αὐτάρκη τὴν ἐναντίωσιν εἰς ἀρχῆς λόγον, πρόδηλον· τίς δὲ ἡ οὐσία, ἧς τὰς ἀρχὰς ζητεῖ, καὶ πῶς μεθοδεύει τὸν λόγον, οὔπω νομίζω δῆλον ἐκ τῶν εἰρημένων γεγονέναι. μήποτε οὖν τῆς συνθέτου οὐσίας, ἣν καὶ κυρίως οὐσίαν ἐν τοῖς ἑξῆς ἐρεῖ, τὰ στοιχεῖα ζητῶν τὴν ἀντίθεσιν τοῦ εἴδους καὶ τῆς στερήσεως οὔ φησιν ἀρκεῖν, ὅτι κἂν τὸ εἶδος οὐσία πως, ἀλλὰ τὸ ἀντικείμενον αὐτῷ ἡ στέρησις οὐδαμῶς οὐσία. οὐσία γὰρ οὐσίᾳ οὐκ ἔστιν ἐναντία. χρεία οὖν ἄλλου τινὸς ὑποκειμένου, ὥστε μετὰ τοῦ εἴδους ποιεῖν τὸ σύνθετον τῆς στερήσεως οὐκ ἐνυπαρχούσης, ἀλλὰ πρὸς τὴν γένεσιν καὶ τὴν φθορὰν συντελούσης. ὅτι δὲ οὐ τοῦτο δείκνυσιν ὅτι ἁπλῶς οὐκ εἰσὶν ἀρχαὶ τὰ ἐναντία ἀλλ’ οὐ καθ’ αὑτὰ ἀρχαί, καὶ διὰ τῶν ἑξῆς δηλοῖ3 αὐτὸ τοῦτο λέγων, ὅτι οὐκ ἄλλως δυνατὸν καὶ τὰ πρότερον καὶ τὰ νῦν συναληθεύειν, εἰ μὴ πρὸς τοῖς ἐναντίοις καὶ τρίτον τι τοῖς ἐναντίοις ὑποκείμενον ὑποτεθῇ. διὰ τοῦτο δὲ καὶ ἀπορίας καλεῖ τὰς νῦν εἰρημένας ὡς προσδιορισμοῦ τινος δεομένας δεικνύντος ὅτι καθ’ αὑτὰ μὲν οὐκ ἔστιν ἀρχαί, τρίτῳ δέ τινι συνταχθέντα ἀρχαὶ γίνονται.

而且普遍而言,在任何情况下元素都不是由元素所构成的产物本身。因为人的元素不是人,肉的元素也不是肉。那么,质料与形式(即对立),作为严格意义上的实体(这就是复合实体)的元素,各自就其自身而言并非实体,而仅仅是具有实体性质的,并非物体,而是属于物体的(正如欧德谟将质料称为“具物体之相者”所表明的那样),然而结合起来时它们便是实体且能产生实体,难道不是这样吗?因此,二者就其自身而言既不是实体,也不能产生实体。不过,质料在实体的定义方面似乎比对立具有某种更大的优势,因为质料能够就其自身存在(这是实体的固有属性),而对立则完全在另一物中拥有其存在并且处于底层中,在此方面它距离实体更为遥远。也正是因此,从相反者存在于底层之中这一点出发,他表明了它们不是本原,而毋宁说底层是本原,因为它先于被述谓者而存在。但在我看来,这里的论述似乎仍需探讨摆在面前的文句之意图究竟何在。因为通过它他想进一步表明对立不足以作为本原的根据,这是显而易见的;然而他所寻求其本原的那个“实体”究竟是什么,以及他是如何推进其论述的,我认为从已说过的话中尚未明朗。那么,难道不是他在寻求复合实体(在后文中他也将称之为严格意义上的实体)的元素时,指称形式与匮乏的对立并不充分吗?因为即使形式在某种意义上是实体,但与之相对置的匮乏绝非实体。因为实体与实体并不相反。因此需要某种其他的底层,以便与形式一起构成复合体,而匮乏并不内在存在,只是对生成和消灭起作用。至于他表明的不是相反者完全不是本原,而是它们就其自身而言不是本原,这一点他也通过后文指明了,他说出了这一点本身:若不在相反者之外再设定某种作为相反者底层的第三者,就绝不可能使先前的说法与现在的说法同时为真。正因如此,他也将现在所说的这些论证称为疑难,因为它们需要某种限定说明,表明〔相反者〕就其自身而言不是本原,但若与第三者结合,便成为本原。

语法注3 条
  1. 1.49μήποτε οὖν ... οὐσία μὲν καθ’ αὑτὰ ἑκάτερα οὐκ εἰσίν

    μήποτε οὖν 起到委婉、审慎提出自身解释或主张的推测性表达作用(“难道不是……”)。句子主语为 ἡ ὕλη καὶ τὸ εἶδος,在插入同位分词短语 στοιχεῖα ὄντα ... 之后,以 οὐκ εἰσίν、ἔστι 及 ἐστι 作为呼应的主要动词。

  2. 1.49ἔχειν μέντοι τι δοκεῖ πλέον εἰς οὐσίας λόγον ἡ ὕλη τῆς ἐναντιώσεως

    主语为 ἡ ὕλη,动词 δοκεῖ 支配不定式 ἔχειν。πλέον 作比较级宾语(“更多、某种优势”),属格 τῆς ἐναντιώσεως 作为比较属格依赖于 πλέον。介词短语 εἰς οὐσίας λόγον 则表示“在实体的定义/身分方面”的限定。

  3. 1.49ὅτι δὲ οὐ τοῦτο δείκνυσιν ὅτι ἁπλῶς οὐκ εἰσὶν ἀρχαὶ τὰ ἐναντία ἀλλ’ οὐ καθ’ αὑτὰ ἀρχαί, καὶ διὰ τῶν ἑξῆς δηλοῖ

    句首的 ὅτι 从句(ὅτι δὲ οὐ τοῦτο δείκνυσιν...)整体作为主句动词 δηλοῖ 的前置宾语从句(“至于他所表明的并非……这一事实”)。该从句内部的 οὐ τοῦτο... 呼应其后的同位/说明性 ὅτι 从句(ὅτι ἁπλῶς οὐκ εἰσὶν ἀρχαὶ...)。主句的主语为省略的亚里士多德。

翻译:Gemini 3.8 Flash・中文译文与原文无修订urn:cts:greekLit:tlg4013.tlg004.humanitext-grc1:201.21-202.19