- 底本
- Simplicius, In Aristotelis Physicorum Libros Commentaria. Commentaria in Aristotelem Graeca IX, ed. H. Diels, Berlin: Reimer 1882, pp. 1-800; Commentaria in Aristotelem Graeca X, ed. H. Diels, Berlin: Reimer 1895, pp. 801-1366. Transcribed by Humanitext from the page images.
- 翻译
- AI 生成(gemini-3.8-flash) — 机器翻译,可能包含错误
- 语言
- 日本語 · English · 简体中文 · 한국어
- CTS URN
- urn:cts:greekLit:tlg4013.tlg004.humanitext-grc1:200.24-201.21
- 输出
- Humanitext Reader · reader.humanitext.ai · 2026-11-23
辛普里丘分析了亚里士多德由“实体没有与实体相反者”推导出的三段论(表明相反者既非实体亦非其实体的本原),对亚历山大将此处实体视作质料的观点提出质疑,并结合元素论探讨了非实体与实体的关系。
" Ἔτι οὐκ εἶναί φαμεν οὐσίαν ἐναντίαν οὐσίᾳ· πῶς οὖν ἐκ μὴ οὐσιῶν οὐσία 〈ἂν〉 εἴη; ἢ πῶς ἂν πρότερον μὴ οὐσία οὐσίας εἴη;" Ἐν τούτοις τρεῖς μοι δοκεῖ συλλογισμοὺς ἢ τέτταρας συνελεῖν, ὧν ὁ μὲν πρῶτος οἷον λῆμμα τῶν ἐφεξῆς ὢν δείκνυσιν, ὅτι τὰ ἐναντία οὐκ οὐσίαι εἰσίν, οἱ δὲ ἐφεξῆς δύο συνάγουσιν, ὅτι τὰ ἐναντία οὐκ εἰσὶν ἀρχαί. καὶ ὁ μὲν πρῶτος τοιοῦτος· ἡ οὐσία ἐναντίον οὐκ ἔχει· τὸ ἐναντίον ἐναντίον ἔχει· τὸ ἄρα ἐναντίον οὐκ ἔστιν οὐσία. ὁ δὲ δεύτερος λαβών, ὅτι τὰ ἐναντία οὐκ οὐσία, ὡς ἐκ μεταθέσεως κατάφασιν,1 καὶ προσλαβών, ὅτι ἡ μὴ οὐσία οὐκ ἔστιν οὐσίας αἰτία, συνάγει ὅτι τὰ ἐναντία οὐσίας οὐκ ἔστιν αἴτια· τὰ δὲ οὐσίας μὴ ὄντα αἴτια οὐκ ἂν εἶεν ἀρχαὶ τῶν φυσικῶν οὐσιῶν. ὁ δὲ τρίτος τοιοῦτος· τὰ ἐναντία οὐκ ἔστιν οὐσίας πρότερα· αἱ ἀρχαὶ τῆς οὐσίας πρότεραι τῆς οὐσίας εἰσί· τὰ ἄρα ἐναντία οὐκ εἰσὶν ἀρχαὶ οὐσίας. ὅτι δὲ τὰ ἐναντία οὐκ ἔστιν οὐσίας πρότερα, δείκνυσιν οὕτως· τὰ ἐναντία οὐκ οὐσία· ἡ μὴ οὐσία διὰ τὴν οὐσίαν καὶ ἐν τῇ οὐσίᾳ τὸ εἶναι ἔχει· τὸ διὰ τὴν οὐσίαν καὶ ἐν τῇ οὐσίᾳ τὸ εἶναι ἔχον πρότερον οὐσίας οὐκ ἔστιν. ἀλλὰ τίς ἡ οὐσία, ἣν τῶν ἐναντίων ἀποφάσκει; ὁ μὲν οὖν Ἀλέξανδρος τῷ οὐκ εἶναί φαμεν οὐσίαν ἐναντίαν οὐσίᾳ προσυπακούειν φησὶ δεῖν τῇ κατὰ τὸ ὑποκείμενον.2 τῷ γὰρ εἴδει οὐσίᾳ ὄντι ἡ στέρησις δοκεῖ εἶναι ἐναντία. “εἰ μὴ ἄρα, φησί, κοινότερον ἡ στέρησις ἐναντίον εἴρηται”. θαυμάζω δὲ εἰ3 τὴν ὕλην ἀκούειν χρὴ τὴν οὐσίαν νῦν· οὐδὲ γὰρ ἡ ὕλη καθ’ αὑτὴν ἀρχή ἔστιν οὐδὲ οὐσία κυρίως, ἀλλ’ εἴπερ ἄρα, κατὰ τρίτον λόγον. οὐσία μὲν γὰρ κυρίως τὸ σύνθετον ἐξ ὕλης καὶ εἴδους, δευτέρως δὲ τὸ εἶδος, καὶ τρίτως ἡ ὕλη. καὶ οἶμαι ὅτι διὰ τῶν αὐτῶν ἐπιχειρημάτων ἔδειξεν ἄν τις, ὅτι οὐδὲ ἡ ὕλη καθ’ αὑτὴν ἀρχὴ ἂν εἴη, εἴπερ μὴ οὐσία καθ’ αὑτήν, ἐκ δὲ μὴ οὐσίας οὐσία οὐκ ἂν εἴη. καὶ τοῦτο δὲ αὐτὸ ζητήσεως ἄξιον εἶναί μοι δοκεῖ, πῶς εἴρηται τὸ πῶς ἐκ μὴ οὐσιῶν οὐσία ἂν εἴη. καὶ γὰρ οὐδὲ ἔδει οὐσίας εἶναι τὰ τῆς οὐσίας στοιχεῖα.4 εἰ γὰρ προυπάρχει τὰ στοιχεῖα τοῦ στοιχειωτοῦ καὶ εἶεν οὐσία τὰ τῆς οὐσίας στοιχεῖα, πρὸ τοῦ γενέσθαι τὴν οὐσίαν εἴη ἂν οὐσία.
“此外,我们说实体没有与实体相反者;那么实体又怎能来自非实体呢?或者,非实体又怎能先于实体呢?” 在我看来,他在这些话中结合了三个或四个三段论,其中第一个作为后继诸论证的前提引理,表明相反者不是实体,而接下来的两个则推导出相反者不是本原。第一个三段论如下:实体没有相反者;相反者具有相反者;因此相反者不是实体。第二个三段论将“相反者不是实体”作为借由换位而得的肯定命题来接受,并附加“非实体不是实体的原因”作为前提,从而推导出相反者不是实体的原因;而那些不是实体之原因者,不可能成为自然实体的本原。第三个三段论则是这样的:相反者不先于实体;实体的本原先于实体;因此相反者不是实体的本原。至于相反者不先于实体,他如此表明:相反者不是实体;非实体因实体而在并且在实体之中拥有存在;因实体而在且在实体中拥有存在者并不先于实体。但是,他否定相反者所是的那个“实体”究竟是什么呢?亚历山大说,对“我们说实体没有与实体相反者”这一文句,必须补充理解为“与顺应底层的[实体]相反”。因为对于作为实体的形式而言,匮乏似乎是相反者。“除非,”他说,“匮乏是在更宽泛的意义上被称为相反者。”但我怀疑现在是否应当将这一实体理解为质料;因为质料就其自身而言既不是本原,在严格意义上也不是实体,即使算作实体,也只是在第三层意义上。因为严格意义上的实体是由质料和形式构成的复合体,其次是形式,第三才是质料。并且我认为,通过同样的论证,人们也可以证明,如果质料就其自身而言并非实体,且实体不能来自非实体,那么质料就其自身而言也不会是本原。而且在我看来,这一点本身也值得探究:“实体怎能来自非实体”这句是如何说的。因为实体的元素原本就没有必要是实体。因为如果元素先于由元素构成者而存在,并且实体的元素是实体,那么在实体生成之前实体就已经存在了。
- 1.49ὡς ἐκ μεταθέσεως κατάφασιν
“作为通过换位而得的肯定命题”。指将否定命题“相反者不是实体(οὐκ οὐσία)”的否定词与述词结合,转换为肯定形式的命题“相反者是非实体(μὴ οὐσία ἐστίν)”这一逻辑学操作。
- 1.49τῇ κατὰ τὸ ὑποκείμενον
阴性与格单数,需补充承接前面引文中出现的名词 οὐσίᾳ(即“与顺应底层的[实体]”)。亚历山大以此限定该命题,因为作为实体的形式似乎有匮乏作为其相反者,故不具有相反者的只能是作为底层的质料。
- 1.49θαυμάζω δὲ εἰ
θαυμάζω εἰ 是表达委婉怀疑的习惯句式(“我怀疑是否……”)。引出其后的从句 τὴν ὕλην ἀκούειν χρὴ τὴν οὐσίαν νῦν(“现在是否应当将实体理解为质料”)。
- 1.49καὶ γὰρ οὐδὲ ἔδει οὐσίας εἶναι τὰ τῆς οὐσίας στοιχεῖα
ἔδει 是无人称未完成过去时,表示在本质或原则上本无必要(“实体的元素原本就没有必要是实体”)。随后的条件句(εἰ γὰρ... εἶεν... εἴη ἄν)为这一判定提供了反事实/潜在论据。
