- 底本
- Simplicius, In Aristotelis Physicorum Libros Commentaria. Commentaria in Aristotelem Graeca IX, ed. H. Diels, Berlin: Reimer 1882, pp. 1-800; Commentaria in Aristotelem Graeca X, ed. H. Diels, Berlin: Reimer 1895, pp. 801-1366. Transcribed by Humanitext from the page images.
- 翻译
- AI 生成(gemini-3.8-flash) — 机器翻译,可能包含错误
- 语言
- 日本語 · English · 简体中文 · 한국어
- CTS URN
- urn:cts:greekLit:tlg4013.tlg004.humanitext-grc1:199.4-200.23
- 输出
- Humanitext Reader · reader.humanitext.ai · 2026-11-23
辛普里丘注解了亚里士多德在相反两本原之外引入第三本原(质料/底层)的段落:阐明了相反者自身不能相互作用因而需要持续存在的底层这一论证(§1.47),并辨析了亚历山大与辛普里丘关于相反者作为底层中的偶性而非根本本原的三段论结构的不同分析(§1.48)。
" Ἐπεὶ δὲ πεπερασμέναι, τὸ μὴ ποιεῖν δύο μόνον ἔχει τινὰ λόγον ἕως τοῦ ἐξ ὧν κατασκευάζουσι τὴν τῶν ὄντων φύσιν." Δείξας ὅτι τὰ πρῶτα ἐναντία ἀρχαὶ τῶν φυσικῶν εἰσι δύο ὄντα, εἴπερ πρῶτα ἐναντία, βούλεται λοιπὸν καὶ τρίτην ἀρχὴν εἰσαγαγεῖν τὸ τοῖς ἐναντίοις ὑποκείμενον, ὅπερ ἐστὶν ἡ ὕλη. εἰσάγει δὲ αὐτὴν δεικνὺς διὰ πλειόνων ἐπιχειρημάτων μὴ ὄντα τὰ ἐναντία αὐτάρκη εἰς ἀρχῆς λόγον, μᾶλλον δὲ ὅτι οὐδὲ ἀρχαὶ ἂν εἶεν ὅλως καθ’ αὑτὰς λαμβανόμενα. καὶ τὸ μὲν πρῶτον ἐπιχείρημα δείκνυσιν, ὅτι οὐκ εἰσὶν ἀρχαὶ τὰ ἐναντία καθ’ αὑτὰ λαμβανόμενα, δυνάμει συλλογιζόμενον οὕτως· αἱ ἀρχαὶ ποιοῦσί τι, εἴπερ ἀρχαί· τὰ ἐναντία οὐδὲν ποιεῖ, εἴπερ καθ’ αὑτὰ εἴη· τὰ ἄρα ἐναντία οὐκ ἀρχαί. ὅτι δὲ οὐδὲν ποιεῖ τὰ ἐναντία μόνα ὄντα, δῆλον ἐκ τοῦ τὸ ποιοῦν εἴς τι ποιεῖν ὑπομένον τὴν πεῖσιν1 ὡς τὸ μέλαν εἰς τὸ σῶμα, τὰ δὲ ἐναντία εἰ καθ’ αὑτὰ εἴη εἰς μηδὲν ποιεῖν· οὐ γὰρ ὑπομένει ἄλληλα, οὐδὲ τὸ λευκὸν εἰς τὸ μέλαν τι ποιεῖ οὐδὲ ἡ φιλία εἰς τὸ νεῖκος. οὐ γὰρ τοῦ νείκους ἐστὶν ἡ φιλία συναγωγός, ἀλλὰ τῶν ὑποκειμένων στοιχείων. τὸ μὲν γὰρ ποιοῦν εἰς ὑπομένον τι ποιεῖ, τὸ δὲ ἐναντίον οὐχ ὑπομένει τὸ ἐναντίον· ἐπεὶ οὕτω γε νεῖκος μένον φιλία ἔσται. ἀλλ’ ἑκατέρου αὐτῶν περὶ τὸ ὑποκείμενον ἐνεργοῦντος, ὅσῳ μᾶλλον ἐγκρατὲς γίνεται τοῦ ὑποκειμένου τὸ ἕτερον, τοσούτῳ μᾶλλον ἐξίσταται τὸ λοιπόν. πρὸς πίστιν δὲ τοῦ καὶ τρίτου δεῖν τινος τοῖς ἐναντίοις, παρέθετο τό τινας μηδὲ ἓν μόνον ποιεῖν τοῖς ἐναντίοις ὑποκείμενον ἀλλὰ πλείονα, ὡς Δημόκριτος μὲν ἀπείρους ἀτόμους τοῖς ἐναντίοις ὑποθεὶς τοῖς κατ’ αὐτὸν τοῖς τε κατὰ τὸ σχῆμα καὶ τὴν θέσιν καὶ τὴν τάξιν, Ἐμπεδοκλῆς δὲ τὰ τέτταρα στοιχεῖα τῷ νείκει καὶ τῇ φιλίᾳ.
“既然[本原]是有限的,那么不只设定两个便有某种道理”至“他们由此建构起存在之物的自然本性”。 在表明了第一相反者乃是自然事物的本原,且既然是第一相反者便有两个之后,[亚里士多德]接着试图引入第三个本原,即作为相反者之底层的本原,这也就是质料。他通过数个论证表明相反者不足以充当本原的定义,或者更确切地说,如果把它们自身单独抽取出来看,它们根本就不是本原,以此引入质料。第一个论证表明,就相反者自身被看待而言,它们不是本原,其潜在的三段论如下:如果本原是本原,它们就作用于某物;相反者若单独存在,就不作用于任何物;因此相反者不是本原。而相反者单独存在时不起任何作用,这从以下事实是显而易见的:作用者作用于承受其遭受的某种持续存在之物,正如黑作用于物体,而相反者若单独存在,则作用于无物;因为它们互不容忍,白既不对黑起作用,友爱也不对争吵起作用。因为友爱并非争吵的汇聚者,而是作为底层的诸元素的汇聚者。因为作用者作用于某种持续存在之物,而相反者并不容忍相反者;否则,争吵在保持的同时就会成为友爱了。相反,当它们各自在底层事物上发挥作用时,其中之一越是掌控底层,另一者就越是退避。为了证实相反者还需要某种第三者,他引用了这样事实:有些人对相反者设立的底层甚至不只是一个,而是多个,正如德谟克利特按照他所认定的因形状、位置和秩序而成的相反者,设定了无数原子作为底层,而恩培多克勒则为争吵和友爱设定了四种元素作为底层。
"Πρὸς δὲ τούτοις ἔτι κἂν τόδε τις ἀπορήσειεν ἕως τοῦ τὸ γὰρ ὑποκείμενον ἀρχή, καὶ πρότερον δοκεῖ τοῦ κατηγορουμένου εἶναι." Τοῦτο τὸ ῥητὸν εἰς δύο συλλογισμοὺς ὁ Ἀλέξανδρος διεῖλε τὸ μὲν εἰ μή τις ἑτέραν ὑποθήσει τοῖς ἐναντίοις φύσιν ὡς ἕνα συνάγοντα2 οὕτως· τὰ ἐναντία οὐδενὶ ὑπόκεινται, αἱ δὲ ἀρχαὶ ὑπόκεινται, οὐκ ἄρα ἀρχαὶ τὰ ἐναντία. τὸν δὲ δεύτερον τοιοῦτον· αἱ ἀρχαὶ οὐ καθ’ ὑποκειμένου, τὰ ἐναντία καθ’ ὑποκειμένου, ὥστε τὰ ἐναντία οὐκ ἀρχαί. μήποτε δὲ τὸ μὲν ἔτι κἂν τόδε τις ἀπορήσειεν εἰ μή τις ἑτέραν ὑποθήσει τοῖς ἐναντίοις φύσιν οὐκ ἀπόδειξίς ἐστιν ἀλλὰ τὸ πρόβλημα, τὴν δὲ ἀπορίαν ἣν ἄν τις ἀπορήσοι πρὸς τοὺς μὴ ὑποτιθέντας ἑτέραν φύσιν, ἐφεξῆς ἐπάγει. διὸ καὶ τὸν γάρ προσέθηκεν οὐδενὸς γὰρ ὁρῶμεν τῶν ὄντων οὐσίαν τὰ ἐναντία, ὡς ταύτης οὔσης αἰτίας τοῦ ἀπορεῖν πρὸς τοὺς μὴ ὑποτιθέντας ἑτέραν φύσιν τοῖς ἐναντίοις. ὁ δὲ συλλογισμὸς οἶμαι τοιοῦτος· τὰ ἐναντία ἐν ὑποκειμένῳ καὶ συμβεβηκότα, αἱ ἀρχαὶ οὐ συμβεβηκότα, τὰ ἄρα ἐναντία οὐκ ἀρχαί. καὶ ὅτι μὲν τὰ ἐναντία συμβεβηκότα, προέλαβεν ἐκ τοῦ μηδενὸς τῶν ὄντων ὁρᾶσθαι οὐσίαν τὰ ἐναντία· εἰ δὲ μὴ οὐσίαν, δῆλον ὅτι συμβεβηκός. τοῦτο δὲ δῆλον ἐκ τοῦ τὰ ἐναντία μὴ καθ’ αὑτὰ εἶναι, ἀλλ’ ἐν ὑποκειμένῳ τὸ εἶναι ἔχειν. διαφοραὶ γάρ τινές εἰσι τὰ ἐναντία. αἱ δὲ διαφοραὶ τινὸς διαφοραί. διὸ καὶ οὐδενὸς ὁρῶμεν, φησίν, οὐσίαν τὰ ἐναντία, ὡς ὀφείλοντα πάντως ὅτι ἂν ᾖ ἄλλου εἶναι. ὅτι δὲ ἡ ἀρχὴ οὐ καθ’ ὑποκειμένου, τουτέστιν οὐκ ἐν ὑποκειμένῳ οὐδὲ συμβεβηκός, δείκνυσιν οὕτως· τὸ καθ’ ὑποκειμένου ἀρχὴν ἔχει τὸ ὑποκείμενον· ἡ ἀρχὴ ἀρχὴν οὐκ ἔχει· ἡ ἀρχὴ ἄρα οὐ καθ’ ὑποκειμένου ἐστίν. εἰ γὰρ καθ’ ὑποκειμένου ἐστίν, ἔσται ἀρχὴ τῆς ἀρχῆς· ἀλλὰ μὴν ἀρχὴ ἀρχῆς οὐκ ἔστιν· οὐδ’ ἄρα τὸ καθ’ ὑποκειμένου ἀρχή. τὸ δὲ συνημμένον3 δείκνυσιν οὕτως. τοῦ καθ’ ὑποκειμένου τὸ ὑποκείμενον προυπάρχει· τὸ προυπάρχον ἀρχή ἐστι· τοῦ ἄρα καθ’ ὑποκειμένου τὸ ὑποκείμενον ἀρχή ἐστιν.
“除这些之外,人们或许还会提出这一疑难”至“因为底层是本原,且似乎先于被述说的东西”。 亚历山大将这段文句分成了两个三段论:一方面,他把“如果不对相反者假定另一种自然本性”视为推导出如下这一个三段论的依据:相反者不做任何事物的底层;但本原作为底层;因此相反者不是本原。而第二个三段论则是这样的:本原不依存于底层[述说];相反者依存于底层[述说];因此相反者不是本原。然而,“如果不对相反者假定另一种自然本性,人们或许还会提出这一疑难”这句话或许并不是证明,而是问题的提出,并且[亚里士多德]接着引出了人们针对那些不假定另一种本性的人所要提出的疑难。因此他也加上了“因为”一词:“因为我们看到存在之物中没有哪一个的实体是相反者”,正如这就是针对那些不对相反者假定另一种本性的人提出疑难的原因。而我认为,该三段论是这样的:相反者处于底层之中并且是偶性;本原不是偶性;因此相反者不是本原。至于相反者是偶性,他是从“存在之物中没有哪一个的实体被看到是相反者”这一前提得出的;如果不是实体,显而易见便是偶性。而这又从以下事实显而易见:相反者不是独立自存的,而是在底层中获得其存在。因为相反者是某些种差,而种差是某物的种差。因此他说,“我们看到没有任何事物的实体是相反者”,仿佛无论它们是什么,都必然属于他物。至于本原不依存于底层[述说],即不处于底层之中亦非偶性,他如此证明:依存于底层[述说]者以底层为本原;本原没有本原;因此本原不是依存于底层[述说]的。因为如果是依存于底层的,就会有本原的本原;但确实没有本原的本原;因此依存于底层的也不是本原。而他如此证明该假言前提:对于依存于底层[述说]者而言,底层预先存在;预先存在者是本原;因此底层是依存于底层[述说]者的本原。
- 1.47ἐκ τοῦ τὸ ποιοῦν εἴς τι ποιεῖν ὑπομένον τὴν πεῖσιν
由介词 ἐκ 统辖的带冠词不定式结构(ἐκ τοῦ... ποιεῖν),内部包含作为主语的名词化分词 τὸ ποιοῦν,以及由分词短语 ὑπομένον τὴν πεῖσιν 修饰的介词短语 εἴς τι,意为“从作用者作用于承受其遭受的某种持续存在之物这一事实”。
- 1.48τὸ μὲν εἰ μή τις ἑτέραν ὑποθήσει τοῖς ἐναντίοις φύσιν ὡς ἕνα συνάγοντα
宾格短语 τὸ μέν 作为前文动词 διεῖλε(划分为)的一个宾语,同位修饰引文 εἰ μή τις... φύσιν。分词 συνάγοντα 为阳性单数宾格,修饰 ἕνα(省略了 συλλογισμόν),说明亚历山大将该句视作如此得出结论的一个三段论。
- 1.48τὸ δὲ συνημμένον
逻辑学术语,指“假言前提”(即紧前文“如果依存于底层,就会有本原的本原”这一条件命题),紧接着通过后文的三段论对其加以证明。
