← 辛普里丘

亚里士多德《物理学》注释

§1.3-2.26

哲学的划分与自然哲学的范围

辛普利丘阐述了亚里士多德哲学关于实践与理论的划分,以及理论哲学三分法(物理学、数学/灵魂论、形而上学),确立了《物理学》与《论天》在自然哲学体系中的分工,并对注疏家亚历山大的观点作了修正与批评。

显示 ▾
显示
译文
字体
AI ↗
← 上一节下一节 →
§1.0#1

Τὸν σκοπὸν τῆς Ἀριστοτέλους Φυσικῆς ἀκροάσεως μαθεῖν ἔστι ῥᾳδίως, εἰ τῆς κατ’ αὐτὸν διαιρέσεως τοῦ φυσικοῦ μέρους τῆς φιλοσοφίας ὑπομνησθείημεν. οὐ χεῖρον δὲ ἴσως καὶ τὴν ὅλην τὴν κατ’ αὐτὸν τῆς φιλοσοφίας ἐκθέσθαι διαίρεσιν. ἐπειδὴ γὰρ τελείωσίς ἐστι τῆς ψυχῆς ἡ φιλοσοφία ὥσπερ τοῦ σώματος ἡ ἰατρική,1 τῆς δὲ ψυχῆς τὸ μὲν ἄλογόν ἐστι τὸ δὲ λογικόν, καὶ τοῦ λογικοῦ τὸ μὲν τῇ ἀλογίᾳ συνεργοῦν οἷος ὁ δυνάμει παρ’ αὐτῷ λεγόμενος νοῦς, τὸ δὲ χωριστὸν οἷος ὁ κατ’ ἐνέργειαν, διττὴ δὲ πάσης τῆς ψυχῆς ἡ δύναμις ἡ μὲν ὀρεκτικὴ ἡ δὲ γνωστική, τὸ μὲν τοῦ ὀρεκτικοῦ τελειωτικὸν ἔν τε τῇ ἀλογίᾳ καὶ τῷ δυνάμει νῷ τῷ ταῖς ὀρέξεσι ταῖς ἀλόγοις συνεργοῦντι πρακτικὸν τοῦτο πᾶν οἱ ἀπὸ τοῦ Περιπάτου καλοῦσι2 περὶ πρᾶξιν ἠσχολημένον καὶ τέλος ἔχον τὴν τοῦ ἀγαθοῦ αἵρεσίν τε καὶ τεῦξιν, τὸ δὲ τοῦ γνωστικοῦ τέλος ἔχον τὴν ἀλήθειαν κοινῶς θεωρητικόν. ἀλλ’ ὅσον μὲν αὐτοῦ τὴν γνῶσιν τοῦ δυνάμει νοῦ τελειοῖ τὴν μετ’ αἰσθήσεως καὶ φαντασίας περὶ τὰ ἔνυλα εἴδη καὶ ἀχώριστα τῆς ὕλης καταγεινομένην, τοῦτο φυσικὸν καλοῦσιν, ὅτι περὶ τὰ τοιαῦτα ἡ φύσις καὶ ἐν τούτοις οὖσα ἀποδείκνυται· ὅσον δὲ περὶ τὰ χωριστὰ πάντη τῆς ὕλης εἴδη καὶ τὴν τοῦ ἐνεργείᾳ νοῦ καθαρὰν ἐνέργειαν καὶ τοῦ δυνάμει τὴν τῷ ἐνεργείᾳ συνεπαιρομένην, τοῦτο θεολογικὸν καὶ πρώτην φιλοσοφίαν καὶ μετὰ τὰ φυσικὰ καλοῦσιν ὡς ἐπέκεινα τῶν φυσικῶν τεταγμένην· τὸ δὲ περὶ τὰ πῇ μὲν χωριστὰ πῇ δὲ ἀχώριστα τῆς ὕλης εἴδη τοῦτο μαθηματικὸν καὶ περὶ ψυχῆς καλοῦσι. καὶ γὰρ τὴν μαθηματικὴν οὐσίαν μέσην λέγουσι τῷ μὲν καθόλου τὸ χωριστὸν ἔχουσαν τῆς ὕλης, τῷ δὲ διαστατῷ καὶ διακεκριμένῳ τὸ ἀχώριστον. καὶ τὴν ψυχὴν δὲ ὁμοίως κατὰ μὲν τὰς αἰσθήσεις καὶ φαντασίας καὶ κατὰ τὸν δυνάμει νοῦν πολὺ τὸ ἔνυλον ἔχουσαν νοοῦσι, κατὰ δὲ τὸν ἐνεργείᾳ νοῦν, ὃν καὶ αὐτὸν τῆς ψυχῆς ὄντα ἄκρον δείκνυσιν ὁ Ἀριστοτέλης, κἂν μὴ δοκῇ τῷ Ἀλεξάνδρῳ, τὸ χωριστὸν τῆς ὕλης ἔχειν φασίν. ἀλλὰ τὰ μὲν ἄλλα μέρη ἐν ταῖς οἰκείαις πραγματείαις ἀκριβεστέρας τεύξεται διακρίσεως. Τοῦ δὲ φυσικοῦ λόγου τὸ μὲν περὶ τὰς ἀρχάς ἐστι τῶν φυσικῶν πραγμάτων πάντων καθ’ ὃ φυσικά, ταὐτὸν δὲ εἰπεῖν σωματικά, καὶ περὶ τὰ ταῖς τοιαύταις ἀρχαῖς ἐξ ἀνάγκης ἀκολουθοῦντα, τὰ δὲ περὶ τὰ ἀπὸ τῶν ἀρχῶν. ἐπεὶ δὲ τούτων τὰ μέν ἐστιν ἁπλᾶ τὰ δὲ σύνθετα, περὶ μὲν τῶν ἁπλῶν ἡ Περὶ οὐρανοῦ διδάσκει ἐν μὲν τοῖς πρώτοις δύο βιβλίοις περὶ τῆς πέμπτης οὐσίας, τοῦ κυρίως οὐρανοῦ, διαλεγομένη καὶ πρὸς τοῖς ἄλλοις καὶ τὸ ἀίδιον αὐτῆς ἀποδεικνύουσα, ἐν δὲ τοῖς λοιποῖς δύο περὶ τῶν τεττάρων στοιχείων τῶν ὑπὸ σελήνην, καθ’ ὅσον ἁπλᾶ καὶ ταῦτα καὶ ἁπλᾶς κινούμενα κινήσεις, κατὰ τοσοῦτον ἐκεῖ παρειλημμένων.3 οὕτως γὰρ ἄμεινον οἶμαι λέγειν καὶ οὐχ ὡς ὁ Ἀλέξανδρος τὴν Περὶ οὐρανοῦ περὶ τοῦ ἀιδίου τε καὶ κυκλοφορητικοῦ καὶ ἔτι περὶ παντὸς φυσικοῦ σώματος καθόλου ἢ περὶ τοῦ κόσμου εἶναί φησι. περὶ μὲν γὰρ τοῦ φυσικοῦ καθ’ ὃ φυσικὸν ταύτην εἶναι καὶ αὐτὸς ὁμολογεῖ τὴν πραγματείαν. καὶ ἔστι καὶ τὸ σύνθετον φυσικόν· οὐδεὶς δὲ περὶ συνθέτου λόγος ἐκεῖ, ἀλλὰ περὶ τῶν ἁπλῶν, ὡς καὶ αὐτὸς Ἀριστοτέλης ἐν τῷ τρίτῳ τῆς πραγματείας δῆλον πεποίηκεν εἰπών “περὶ μὲν οὖν τοῦ πρώτου τῶν στοιχείων εἴρηται καὶ ποῖόν τί ἐστι τὴν φύσιν καὶ ὅτι ἄφθαρτον καὶ ἀγένητον. λοιπὸν δὲ περὶ τῶν δυοῖν εἰπεῖν” δύο λέγων τὰς δύο συζυγίας τῶν τεττάρων στοιχείων τοῖς δύο εἴδεσι τῆς κινήσεως τῷ τε ἀπὸ τοῦ μέσου καὶ τῷ πρὸς τὸ μέσον κρατουμένας, στοιχεῖα δὲ τὰ ἁπλᾶ καλῶν.

如果回忆起亚里士多德对哲学中自然部分的划分,我们便能轻易知晓他的《物理学讲义》的旨趣。不过,或许将他对整个哲学的划分也阐述一番并无不妥。因为既然正如医术是身体的成全一样,哲学是灵魂的成全,而灵魂一部分是非理性的,另一部分是理性的,在理性部分中,一者与非理性部分协同工作,就像在他那里被称为潜在的理智那样,另一者则是分离的,就像现实态中的理智那样,并且整个灵魂的能力是双重的,一者为欲求能力,另一者为认知能力,因此,那成全欲求能力的——无论是在非理性部分中,还是在与非理性欲求协同工作的潜在理智中——逍遥学派的人将这一切统称为实践的,它专注于行动,并以善的选择和获得为目的;而成全认知能力、以真理为目的的,则统称为理论的。然而,在其中凡是成全潜在理智的认识、伴随着感觉与表象而专注于质料内在且不可脱离质料的形式的,他们称之为自然的,因为自然被证明是关乎此类事物并在它们之中的;凡是关乎完全脱离质料的形式、关乎现实态理智的纯粹活动以及潜在理智随同现实态理智一同提升的活动的,他们称之为神学的、第一哲学和《形而上学》(物理学之后),因其被排列在自然事物之外;而关乎在某方面脱离质料、在某方面又不可脱离质料的形式的,他们称之为数学的以及关于灵魂的。因为他们确实主张数学实体是中介性的,在普遍方面具有脱离质料的特性,而在具广延性和被分割性方面则具有不可脱离的特性。同样,关于灵魂,他们认为就感觉、表象以及潜在理智而言,它含有大量的质料内在性,但就现实态理智而言——亚里士多德指明这理智本身也是灵魂的顶峰,即使亚历山大不以为然——他们说它具有脱离质料的特性。不过,其他部分将在其各自专属的著作中得到更严格的划分。 至于自然学说,一部分关乎所有自然事物就其为自然的而言(这等于说是物体的)的诸原理,以及必然随同此类原理而来的事物;另一部分则关乎来自诸原理的事物。由于在后者之中,有些是简单的,有些是复合的,关于简单的事物,《论天》作了教导:在最初两卷中探讨第五实体,即本义上的天,除其他要点外还论证了它的永恒性;在其余两卷中则探讨月下的四元素,就它们也是简单的并且进行简单运动而言,它们被纳入该书的讨论中也是以此为限的。因为我认为这样说更为恰当,而不应像亚历山大所说的那样,主张《论天》是关于永恒且作圆周运动的物体,进而关于一般意义上的一切自然物体,或者是关于宇宙的。因为他自己也承认这部著作是关于就其为自然的而言的自然事物的;而复合的事物也是自然的,但那里绝无关于复合事物的讨论,唯独关于简单事物,正如亚里士多德本人在该著作第三卷中所明确指出的那样,他说:“关于诸元素中的第一者,已经讨论了其本性是怎样的,以及它是不灭的和非生成的;余下的是关于那两者进行讨论”,在这里他说“两者”,是指受两种运动形式——即离心运动与向心运动——支配的四元素的两对组合,并称简单事物为“元素”。

语法注3 条
  1. 1.0ἐπειδὴ γὰρ τελείωσίς ἐστι τῆς ψυχῆς ἡ φιλοσοφία ὥσπερ τοῦ σώματος ἡ ἰατρική

    由 ἐπειδή 引导的原因从句极长,列举了灵魂的诸部分与诸能力后,才引出主句谓语 οἱ ἀπὸ τοῦ Περιπάτου καλοῦσι。其中 ἡ φιλοσοφία 为从句主语,τελείωσίς ἐστι 为述语。

  2. 1.0τὸ μὲν τοῦ ὀρεκτικοῦ τελειωτικὸν ... πρακτικὸν τοῦτο πᾶν οἱ ἀπὸ τοῦ Περιπάτου καλοῦσι

    τὸ μὲν τοῦ ὀρεκτικοῦ τελειωτικὸν 是 καλοῦσι 的宾格宾语,由后文的 τοῦτο πᾶν 统摄复指,πρακτικόν 为其宾格补足语。与之相对的 τὸ δὲ τοῦ γνωστικοῦ 同样作宾语,并以 κοινῶς θεωρητικόν 为其述语补足语。

  3. 1.0καθ’ ὅσον ἁπλᾶ καὶ ταῦτα καὶ ἁπλᾶς κινούμενα κινήσεις, κατὰ τοσοῦτον ἐκεῖ παρειλημμένων

    παρειλημμένων 作为属格独立结构,在意义上以先前的 τῶν τεττάρων στοιχείων 为主语。相关结构 καθ’ ὅσον ... κατὰ τοσοῦτον(就……而言,在该限度内)限定了讨论涉及这些元素的范围。

翻译:Gemini 3.8 Flash・中文译文与原文无修订urn:cts:greekLit:tlg4013.tlg004.humanitext-grc1:1.3-2.26