- 底本
- Simplicius, In Aristotelis Physicorum Libros Commentaria. Commentaria in Aristotelem Graeca IX, ed. H. Diels, Berlin: Reimer 1882, pp. 1-800; Commentaria in Aristotelem Graeca X, ed. H. Diels, Berlin: Reimer 1895, pp. 801-1366. Transcribed by Humanitext from the page images.
- 翻译
- AI 生成(gemini-3.8-flash) — 机器翻译,可能包含错误
- 语言
- 日本語 · English · 简体中文 · 한국어
- CTS URN
- urn:cts:greekLit:tlg4013.tlg004.humanitext-grc1:197.27-199.3
- 输出
- Humanitext Reader · reader.humanitext.ai · 2026-11-23
辛普里丘介绍并批评了亚历山大将亚里士多德“本原必须始终保持”一句理解为本原永恒性的观点,并依据阿摩尼乌斯的看法主张:该表述指的不是时间上的永恒,而是形式与匮乏在一切转化的自然物中的普遍存在。
εἶτα καὶ τὴν Πλάτωνος ἀπόδειξιν προστίθησι περὶ τῶν ἀρχῶν. εἰ γὰρ γίνοιντο, ἐξ ἀρχῶν ἄν γίνοιντο, εἰ δὲ τοῦτο, οὐκ ἂν ἀρχαὶ εἶεν αὐταί. “διτταὶ δέ εἰσι, φησίν, ἀρχαὶ ὡς δειχθήσεται, αἱ μὲν προϋπάρχουσαί τε καὶ ἀγένητοι καὶ ἀΐδιοι κατ’ ἀριθμὸν ὡς τὸ ποιοῦν καὶ ἡ ὕλη, αἱ δὲ καθ’ ἃ ἡ γένεσίς τε καὶ φθορά· ἅπερ ἐστὶ τὰ ἐναντία, ἅπερ οὔτε ἀγένητα οὔτε ἀΐδιά ἐστι κατ’ ἀριθμόν. ἔτι δέ, φησί, πολλῶν ἀρχῶν οὐσῶν οὐ πᾶσαι αἱ ἀρχαὶ ἀΐδιοι, ἀλλὰ αἱ ἀρχικώταται, αἱ δὲ προσεχεῖς φθαρταί. ὥστε οὐ πᾶσα ἀρχὴ ἀΐδιός ἐστιν. ἔτι ἐναντίων ὄντων τῶν μὲν καθόλου τῶν δὲ καθέκαστα, τὰ μὲν καθέκαστα, ἅ ἐστι γινόμενα, καὶ φθείρεται· τὰ δὲ καθόλου ἐναντία ὑφ’ ἃ πάντα τὰ ἐναντία, ἃ καὶ γενικώτατά ἐστι, στέρησις καὶ εἶδος, οὐ φθείρεται. τὰ γὰρ καθόλου ἄφθαρτά ἐστι.” ταῦτα τοῦ Ἀλεξάνδρου καὶ ἐπ’ αὐτῆς τῆς λέξεως εἰπόντος, ἄξιον ἂν εἴη καὶ πρὸς αὐτὸν καὶ πρὸς Ἀριστοτέλην ζητεῖν, πῶς ἀρχὰς λαμβάνων τὰς προσεχεῖς καὶ στοιχειώδεις ἀλλ’ οὐχὶ τὰς ποιητικὰς καὶ ἐξῃρημένας, πῶς δὲ τὰ ἐναντία ἐκ τῶν ἐναντίων γίνεσθαι λέγων καὶ φθείρεσθαι εἰς τὰ ἐναντία ταῦτα τιθεὶς ἀρχάς, ὅμως ἀϊδίους εἶναι λέγει τὰς ἀρχάς· καίτοι καὶ αὐτὸς Ἀλέξανδρος τὰ καθ’ ἃ ἡ γένεσις καὶ ἡ φθορά, ἅπερ ἐστὶ τὰ ἐναντία, οὔτε ἀγένητα οὔτε ἀΐδια κατ’ ἀριθμὸν εἶναί φησι. δῆλον δὲ ὅτι περὶ τῶν ὡς ἐναντίων ἀρχῶν ὁ Ἀριστοτέλης διαλεγόμενος ἐπήγαγε τὰς δὲ ἀρχὰς ἀεὶ δεῖ μένειν. ὥστε κἂν αἱ ἀρχικώταται, ὡς φησιν, ἀρχαὶ ἀΐδιοί εἰσιν, αἱ δὲ προσεχεῖς φθαρταί, τῶν προσεχῶν ἂν εἶεν ἐναντίαι.1 πῶς δὲ τὰ καθόλου ἐναντία ἀΐδια λέγων, τὰ δὲ καθέκαστα φθαρτά, οὐκ ἐπέστησεν ὅτι οὐ μόνον τῷ καθόλου εἴδει καὶ τῇ στερήσει ταῦτα ὑπάρχει, ἀλλὰ καὶ τῷ καθόλου λευκῷ καὶ τῷ καθόλου μέλανι, ὥστε καὶ ταῦτα ἀρχαί; ὅλως δὲ πρὸς τὸ μίαν δεῖξαι τὴν ἀρχικὴν ἐναντίωσιν τί συνετέλει τὸ ἀϊδίους τὰς ἀρχὰς εἰπεῖν; οὐ γὰρ εἰ ἀΐδιοι, ἤδη καὶ δύο. Μήποτε οὖν καὶ τοῦτο κάλλιον, ὡς ὁ ἡμέτερος διορθοῦται καθηγεμὼν λέγων τὸ ἀεὶ δεῖ μένειν οὐ τὸ ἀΐδιον σημαίνειν οὐδὲ ἀγενήτους καὶ ἀφθάρτους δηλοῦν ταύτας τὰς ἀρχάς, περὶ ὧν ὁ λόγος· πῶς γὰρ ἔτι κατὰ τὴν τούτων μεταβολὴν ἡ γένεσις ἔσται καὶ φθορά; ὅπερ ἐστὶ τὸ ζητούμενον ἐν τούτοις· ἀλλὰ τὸ ἀεὶ δεῖ μένειν εἴρηται, ὡς δέον ὂν ἐπὶ ἑκάστου τῶν γινομένων καὶ φθειρομένων εὑρίσκεσθαι πάντως ἢ εἶδος ἢ στέρησιν ἐν τῷ μεταβάλλοντι, μᾶλλον δὲ καὶ εἶδος καὶ στέρησιν. καὶ γὰρ εἶδος ἔχει πᾶν καὶ στέρησιν ἀπουσίαν οὖσαν ἐκείνου τοῦ εἴδους, εἰς ὃ μεταβάλλειν πέφυκε. τὸ γὰρ λευκὸν σῶμα ἔχει μὲν τὸ λευκὸν εἶδος, στέρησιν δὲ τοῦ μέλανος, εἰς ὃ μεταβάλλειν πέφυκε. καὶ εἴη ἂν τοῦτο τῆς ἀρχικῆς ὄντως ἐναντιώσεως ἴδιον. διὸ καὶ ἐπήγαγεν αὐτὸ ὁ Ἀριστοτέλης ὡς αἰτίαν τοῦ τὰς ἄλλας ἐναντιώσεις μὴ εἶναι ἀρχάς, εἴπερ μὴ διὰ πάντων χωροῦσι. τῶν μὲν γὰρ μερικωτέρων ἀντιθέσεων οὐδεμίαν ἐπὶ τὰ φυσικὰ πάντα πράγματα ἐκτεταμένην εὑρήσεις· οὔτε γὰρ μέλανα πάντα οὔτε λευκὰ οὔτε γλυκέα οὔτε πικρὰ τὰ φυσικά ἐστιν, ἐν πᾶσι δέ ἐστιν εἶδος. πλὴν ἐπὶ μὲν τῶν ἀϊδίων τοῦτο μόνον, ἐπὶ δὲ τῶν γενητῶν καὶ φθαρτῶν μετὰ τοῦ εἴδους καὶ ἡ στέρησις, οὐχὶ ἡ αὐτοῦ τοῦ εἴδους, ἀλλ’ ἡ τοῦ ἀντικειμένου, εἰς ὃ μεταβάλλειν πέφυκεν. οὕτως οὖν ἀεὶ διαμένειν ἡ ἀντίθεσις ἡ ἀρχικὴ λέγεται, καίτοι τῶν ἄλλων ἀντιθέσεων μὴ διαμενουσῶν, ὡς εἰ καὶ τὴν ὕλην τις τὴν πρωτίστην ἀεὶ λέγοι διαμένειν ἐν πᾶσι τοῖς ἐνύλοις ὁρωμένην, καίτοι τοῦ ξύλου καὶ τοῦ χαλκοῦ καὶ τῶν μερικῶν ὑλῶν οὐκ ἐν πᾶσι τῶν αὐτῶν ὄντων. μήποτε δὲ τὸ ἀεὶ οὐ μόνον τὴν τοῦ χρόνου παντότητα ἀλλὰ καὶ τὴν τῶν πραγμάτων δηλοῖ, ὥστε ἐπὶ τοῦ πανταχοῦ νῦν λέγεσθαι.2
随后,[亚历山大]还补充了柏拉图关于本原的证明:因为如果它们生成,它们就会从本原生成;若果真如此,它们自身就不会是本原了。“他说,正如将被表明的那样,本原是双重的:一类是预先存在且在数目上既非生成亦属永恒的,如动力因和质料;另一类则是生灭依之而发生的本原;这正是那些相反者,它们在数目上既非非生成亦非永恒。此外,他说,虽有诸多本原,并非所有本原都是永恒的,而是最根本的本原是永恒的,而切近的本原则是可消灭的。因此,并非每一个本原都是永恒的。此外,在相反者中,有普遍的,也有个别的;个别的相反者既然是生成的,也会消灭;而包含一切相反者的普遍相反者,亦即最属普遍性的匮乏与形式,则不会消灭。因为普遍者是不可消灭的。”既然亚历山大用这些原话表达了这一看法,那么针对他以及针对亚里士多德提出探讨将是值得的:既然所取的是切近且元素性的本原,而非动力性且超越性的本原,并且既然说相反者从相反者生成并消灭为相反者而把这些设定为本原,他究竟如何能说这些本原是永恒的呢?更何况亚历山大自己也说,生灭依之而发生的事物(即相反者)在数目上既非非生成亦非永恒。而显而易见的是,亚里士多德正是在论述作为相反者的本原时加上了“但本原必须始终保持”。因此,即使如他所说,最根本的本原是永恒的,而切近的本原是可消灭的,那么[所论述的]相反本原也会属于切近的本原。而且,他在说普遍的相反者永恒而个别的相反者可消灭时,怎么没有注意到这不仅属于普遍的形式与匮乏,也属于普遍的白与普遍的黑,从而这些也会成为本原呢?再者,笼统而言,说本原是永恒的,对于表明根本的相反关系是一,究竟有什么助益呢?因为并不能因其永恒就推得其必为二。因此,或许按照我们的导师所修正的那样说更为恰当:即“必须始终保持”并不意味着“永恒”,也并非指明此处所讨论的这些本原是非生成且不可消灭的;因为如果那样,生灭又怎能依照它们的转化而发生呢?而这正是此处所探讨的问题;相反,“必须始终保持”的意思是,在每一个生成和消灭的事物中,必然在转化者之中普遍地发现形式或匮乏,或者更确切地说,形式与匮乏兼具。因为凡物都具有形式,并具有作为其自然倾向于转化成的那个形式之不在的匮乏。例如白色的物体具有白这一形式,但也具有它自然倾向于转化成的黑的匮乏。而这正是真正根本的相反关系所特有的属性。因此亚里士多德也加上了这一点,作为其他相反关系不是本原的原因,因为它们并未贯通所有事物。因为在那些较为局部的对立中,你找不到任何一个能扩展至所有自然事物的对立;因为自然事物并非全都是黑的,也不是全都是白的,亦非全都是甜的或苦的,但在一切事物中都存在形式。唯独在永恒之物中仅有形式存在,而在生成与消灭之物中,匮乏与形式并存,但这并非该形式本身的匮乏,而是它自然倾向于转化成的对立者的匮乏。因此,根本的对立被说成是始终保持的,尽管其他对立并不保持,这正如有人若说最初的质料在一切寓于质料的事物中显现因而是始终保持的一样,尽管木料、青铜及局部的质料在一切事物中并非同一物。或者,“始终”不仅指时间的全体,而且也指事物的全备,因而在当下具有“处处”之意。
- 1.46ὥστε κἂν αἱ ἀρχικώταται, ὡς φησιν, ἀρχαὶ ἀΐδιοί εἰσιν, αἱ δὲ προσεχεῖς φθαρταί, τῶν προσεχῶν ἂν εἶεν ἐναντίαι.
在紧随条件从句 κἂν... εἰσιν 的主句中,主语及其所修饰的名词被省略。属格 τῶν προσεχῶν 表示所属或类属,ἐναντίαι 则作表语主格(或主语)。结合上下文,亚里士多德所论述的本原正是相反的本原(αἱ ἐναντίαι ἀρχαί),故该句意指这些相反的本原将属于切近的(因而是可消灭的)本原。
- 1.46ὥστε ἐπὶ τοῦ πανταχοῦ νῦν λέγεσθαι.
介词短语 ἐπὶ τοῦ πανταχοῦ 表明词义的取向或适用(“在……的意义上”),其中中性单数定冠词 τοῦ 将副词 πανταχοῦ 名词化(指“‘处处’一词/涵义”)。因此全句表示“‘始终’(ἀεί)一词在此处是在‘处处’的意义上被使用的”。
