← 辛普里丘

亚里士多德《物理学》注释

§196.10-197.27

相反者向单一性的归结与本原的永恒性

辛普里丘探讨了Bekker 189a17的语境,结合德谟克利特、恩培多克勒等人的学说,解释了相反者并非无限而是可归结为单一最高相反关系(如聚合与分离、形式与匮乏)的论据,并提出了亚历山大的观点,即将“本原必须始终保持”理解为肯定本原的永恒性。

显示 ▾
显示
译文
字体
AI ↗
← 上一节下一节 →
§1.46#1

" Ἔτι δέ ἐστιν ἄλλα ἄλλων πρότερα ἐναντία ἕως τοῦ τὰς δὲ ἀρχὰς ἀεὶ δεῖ μένειν." Ταύτην δευτέραν αἰτίαν ὁ Ἀλέξανδρος ἐπάγεσθαί φησι τοῦ δεῖν ἐν ταῖς ἀρχαῖς μίαν ἐναντίωσιν τιθέναι καὶ μὴ ἀπείρους. καὶ ὡς μὲν μίαν ἐναντίωσιν τὴν ἀρχὴν δεικνῦσα δευτέρα ἂν εἴη, ὡς δὲ ὅτι οὐκ ἄπειροι αἱ ἀρχαί, τετάρτη ἐστὶν ἡ ἐπιχείρησις.1 πρώτη μὲν γὰρ ἦν ἡ λέγουσα μὴ οἷόν τε εἶναι “ἀπείρους, ὅτι μηδὲ ἐπιστητὸν ὄν”, δευτέρα δὲ τὸ “μία ἐναντίωσις ἐν παντὶ γένει ἑνί”, τρίτη δὲ “καὶ ὅτι ἐνδέχεται ἐκ πεπερασμένων”· ἐφ’ αἷς αὕτη τετάρτη ἅμα καὶ ἔνστασιν λύουσά τινα2 τὴν λέγουσαν ὅτι κἂν τὰ ἐναντία ἀρχαί, τί κωλύει ἄπειρα τὰ ἐναντία εἶναι πολλῶν ἀντιθέσεων προφερομένων. λύει δὲ δεικνῦσα, ὅτι πάντα τὰ ἐναντία εἰς μίαν ἀντίθεσιν ἀνάγεται τὴν ἀνωτάτω. ἅμα δὲ καὶ προσαποδείκνυσιν, ὅτι οὐ μόνον ἄπειρα οὐκ ἔστι τὰ ἐναντία, ἀλλ’ οὐδὲ πλείονα δυεῖν τὰ ἀνωτάτω καὶ ἀρχικά. κἂν γὰρ πολλά ἐστι τὰ ἐναντία, ἀλλ’ ἔστιν ἄλλα ἄλλων ἀεὶ πρότερα ἐναντία καὶ τὰ μὲν περιέχοντα τὰ δὲ περιεχόμενα. καὶ γίνεται ἐκ τῶν προτέρων τὰ δεύτερα καὶ ἐκ τῶν περιεχόντων τὰ περιεχόμενα. καὶ δῆλον ὅτι τὰ πρώτιστα καὶ περιέχοντα ταῦτα ἂν εἶεν ἀρχαί. δεῖ γὰρ τὰς ἀρχὰς καὶ πρώτας εἶναι καὶ πάντων κοινάς. καὶ ὅτι μὲν οὕτως ἔχει τὰ ἐναντία, ὡς τὰ μὲν περιέχειν τὰ δὲ περιέχεσθαι καὶ εἶναι ἄλλα ἄλλων πρότερα καὶ γίνεσθαι ἕτερα ἐξ ἄλλων, καὶ πρότερον εἶπεν, ὅτε ἔλεγε “λαμβάνουσι γὰρ ἐκ τῆς αὐτῆς συστοιχίας. τὰ μὲν περιέχει, τὰ δὲ περιέχεται τῶν ἐναντίων.” τὰ γὰρ περιέχοντα καὶ πρότερα καὶ αἴτια. καὶ νῦν δὲ διὰ τῶν παραδειγμάτων ἐνεδείξατο. τὸ γὰρ γλυκὺ καὶ πικρὸν καὶ λευκὸν καὶ μέλαν ἐκ γῆς καὶ πυρὸς γίνονται καὶ ταῦτα ἐκ θερμοῦ καὶ ψυχροῦ, ὥσπερ ταῦτά τινες εἰς μάνωσιν καὶ πύκνωσιν ἀνέφερον καὶ ταύτας εἰς σύγκρισιν καὶ διάκρισιν. καὶ Δημόκριτος δὲ ἀπείρους τὰς ἀτόμους ὑποθέμενος τὰς κατὰ ποιότητα αὐτῶν διαφορὰς ταῖς κατὰ τὴν θέσιν καὶ τὰ σχήματα καὶ τὴν τάξιν ἐναντιότησι γεννᾷ προτέρας ταύτας ἐκείνων ὑποτιθέμενος. δεῖ γὰρ τὰς κοινὰς πάντων ὡς ἀρχὰς λαβεῖν. ἐὰν δὲ εἴπω λευκὸν καὶ μέλαν τὰς ἀρχάς, τῶν μὲν κεχρωσμένων ἔσονται ἀρχαί, τῶν δὲ ἀχρωμάτων οἷον σκληροῦ καὶ μαλακοῦ ἢ γλυκέος καὶ πικροῦ οὐκέτι· καὶ γλυκὺ δὲ καὶ πικρὸν τῶν ἀχύμων οὐκ ἂν εἶεν ἀρχαί. σύγκρισις δὲ καὶ διάκρισις πάντων κοιναὶ τῶν φυσικῶν καὶ πέρας καὶ ἄπειρον καὶ ταὐτὸν καὶ ἕτερον καὶ πάντων κοινότατον καὶ ὡς φυσικὸν κοινὸν τὸ εἶδος καὶ ἡ στέρησις. διὸ κάλλιον καὶ τὰς πολλὰς εἰς μίαν ἐναντίωσιν ἀνάγειν. καὶ Ἐμπεδοκλῆς γοῦν καίτοι δύο ἐν τοῖς στοιχείοις ἐναντιώσεις ὑποθέμενος θερμοῦ καὶ ψυχροῦ καὶ ξηροῦ καὶ ὑγροῦ εἰς μίαν τὰς δύο συνεκορύφωσε τὴν τοῦ νείκους καὶ τῆς φιλίας, ὥσπερ καὶ ταύτην εἰς μονάδα τὴν τῆς ἀνάγκης. ἀλλ’ αὕτη μὲν ὡς ἕν, τὸ δὲ νεῖκος καὶ ἡ φιλία ὡς δύο, καὶ οὐχ ὡς ποιητικὰ μόνον, ἀλλὰ καὶ ὡς στοιχειώδη ὡς ἡ διάκρισις καὶ ἡ σύγκρισις· ἰσοδυναμεῖ γὰρ τούτοις. εἰ οὖν τινα τῶν ἐναντίων ἐξ ἄλλων ἐναντίων φαίνεται γινόμενα, οὐκ ἂν εἶεν πάντα τὰ ἐναντία ἀρχαί· αἱ γὰρ ἀρχαὶ πρῶτα, τὰ δὲ πρῶτα οὔτε ἐξ ἄλλων οὔτε ἐξ ἀλλήλων. εἰ οὖν πάντα εἰς μίαν ἐναντίωσιν ἀνάγεται ἢ σύγκρισιν καὶ διάκρισιν ἢ ὑπερέχον καὶ ὑπερεχόμενον ἢ εἶδος καὶ στέρησιν, ἄλλων κατ’ ἄλλην ἐπιβολὴν τὴν πρώτην ἐναντίωσιν θεασαμένων,3 εἴη ἂν ἡ πρώτη ἐναντίωσις ἀρχὴ μία οὖσα. Ἀλλὰ πῶς τὰ ἐναντία ἀρχὰς τῶν γινομένων καὶ φθειρομένων εἰπὼν ἐπήγαγε τὰς δὲ ἀρχὰς ἀεὶ δεῖ μένειν; ὁ μὲν οὖν Ἀλέξανδρος ἀϊδίους φησὶν εἶναι τὰς ἀρχάς· εἰ γὰρ γίνοιντο (πᾶν δὲ γινόμενον φθείρεται), φθείροιντο ἂν αἱ ἀρχαί, ὥστε καὶ τὰ ἐκ τῶν ἀρχῶν. οὕτω δὲ καὶ ἐπιλείψει ποτὲ ἡ γένεσις μηδενὸς ὄντος, ἐξ οὗ τι γενήσεται· εἰ δὲ ἄτοπον τοῦτο, δεῖ τὰς ἀρχὰς ἀεὶ εἶναι.

“此外,某些相反者先于另一些相反者”直到“但本原必须始终保持”。 亚历山大说,他提出这是在本原中应当设定一个相反关系而非无限多个的第二个理由。作为表明本原是一个相反关系而言,这可以说是第二个论证;但作为表明本原并非无限而言,这一论辩则是第四个。因为第一个论证说它们“不可能是无限的,因为[无限者]甚至不是知识的对象”;第二个论证是“在每个单一属中都存在一个相反关系”;第三个论证是“而且,从有限的事物出发是可能的”;继这些之后,这第四个论证同时还解决了一个异论,该异论称:即便相反者是本原,既然提出了许多种对立,又有什么妨碍相反者是无限的呢?而它通过表明所有的相反者都可归结为最高的单一对立,从而解决了这个异论。同时,它还进一步证明了,不仅相反者并非无限,而且最高的、根本性的相反者甚至不会多于两个。因为即便相反者有许多,但某些相反者总是先于另一些相反者,并且某些是包摄性的,某些是被包摄的。第二位的事物从先在者生成,被包摄者从包摄者生成。显而易见,这些最在先的、包摄性的事物就是本原。因为本原必须既是在先的,又是对一切事物共通的。而相反者具有这种状态——即某些包摄而某些被包摄,某些先于另一些,并且一些从另一些中生成——这一点他在先前也说过,当时他说:“因为他们从同一个序列中摄取;在相反者中,某些包摄,某些被包摄。”因为包摄者既是在先的,也是原因。而现在他也通过具体的例证指明了这一点。因为甜与苦、白与黑从土与火生成,而这些又从热与冷生成,正如某些人把这些归结为稀薄与浓密,又把这些归结为聚合与分离一样。德谟克利特也是如此,在假定原子是无限的同时,他通过位置、形状和秩序上的相反性来生成它们在性质上的差异,假定前者先于后者。因为必须将对一切事物共通者作为本原。但如果我说白与黑是本原,它们将是有色之物的本原,却不再是无色之物(如硬与软,或甜与苦)的本原;甜与苦也不会是无味之物的本原。而聚合与分离对一切自然物都是共通的,极限与无限、同一与相异也是如此,而对一切最为共通且作为自然物共通的,则是形式与匮乏。因此,把多数相反归结为单一的相反关系是更好的。无论如何,恩培多克勒尽管在元素中假定了两对相反关系——热与冷、干与湿——却把这两者统摄为单一的一对,即争吵与友爱,正如他也把这一对统摄为必然性这一单一元一样。但这[必然性]是作为一,而争吵与友爱是作为二,并且不仅作为动力因,也作为元素性的因,如同分离与聚合一样;因为它们在效力上等同于这些。因此,如果某些相反者显然是从另一些相反者中生成的,那么所有的相反者就不会都是本原;因为本原是最先的,而最先的事物既不来自其他事物,也不相互生成。因此,即使不同的人从不同的切入点考察了第一位的相反关系,如果一切都归结为单一的相反关系——无论是聚合与分离,还是过度与不及,或是形式与匮乏——那么第一位的相反关系作为单一者就是本原。 但是,既然他说相反者是生成与消灭之物的本原,他又怎么会加上“但本原必须始终保持”呢?亚历山大说,本原是永恒的;因为如果它们生成(而一切生成之物皆会消灭),本原就会消灭,从而出自本原的事物也会消灭。这样一来,由于没有任何可供事物从中生成的东西存在,生成在某个时候就会断绝;但如果这是荒谬的,那么本原就必须始终存在。

语法注3 条
  1. 1.46καὶ ὡς μὲν μίαν ἐναντίωσιν τὴν ἀρχὴν δεικνῦσα δευτέρα ἂν εἴη, ὡς δὲ ὅτι οὐκ ἄπειροι αἱ ἀρχαί, τετάρτη ἐστὶν ἡ ἐπιχείρησις.

    这是一个非对称的并列结构:前半句使用 ὡς 搭配分词(δεικνῦσα)和虚拟潜势式(δευτέρα ἂν εἴη),意为“作为表明……而言是第二个”;后半句则转为 ὡς 接 ὅτι 引导的名词从句,并以直陈式现在时(τετάρτη ἐστίν)作谓语,意为“作为[表明]本原并非无限而言,该论证则是第四个”。两处的 ὡς 均表示考察的视角或基准。

  2. 1.46ἐφ’ αἷς αὕτη τετάρτη ἅμα καὶ ἔνστασιν λύουσά τινα

    ἐφ’ αἷς 是阴性复数与格的关系代词,回指前文述及的三个论证(πρώτη... δευτέρα... τρίτη),表示逻辑次序上的承接(“在这些之后”)。主句主语为 αὕτη(这一论证),表语 τετάρτη 后省略了系动词 ἐστί。分词 λύουσα 与主语 αὕτη 在性和数上一致,表示伴随状况。

  3. 1.46ἄλλων κατ’ ἄλλην ἐπιβολὴν τὴν πρώτην ἐναντίωσιν θεασαμένων

    属格独立结构(genitive absolute)。ἄλλων ... θεασαμένων 构成逻辑主语和分词谓语,嵌入在条件从句 εἰ οὖν πάντα εἰς μίαν ἐναντίωσιν ἀνάγεται 内部,补充让步或背景性情状(“即使不同的人根据不同的切入点考察了第一位的相反关系”)。

翻译:Gemini 3.8 Flash・中文译文与原文无修订urn:cts:greekLit:tlg4013.tlg004.humanitext-grc1:196.10-197.27