← 辛普里丘

亚里士多德《物理学》注释

§195.20-196.9

有限本原的优越性与恩培多克勒的例证

辛普里丘将亚里士多德的论证整理为假言三段论,解释道在解释能力相同的前提下,可知的有限本原优于无限本原,并以恩培多克勒为例证明有限本原同样能解释阿那克萨戈拉借助无限本原所解释的所有自然现象。

显示 ▾
显示
译文
字体
AI ↗
← 上一节下一节 →
§1.45

" Καὶ ὅτι ἐνδέχεται ἐκ πεπερασμένων ἕως τοῦ ὥσπερ Ἀναξαγόρας ἐκ τῶν ἀπείρων." Τρίτον τοῦτον κομίζει λόγον δεικτικὸν τοῦ μὴ ἀπείρους ἀλλὰ πεπερασμένας εἶναι τὰς ἀρχάς. εἰ γὰρ τὰ ἄλλα τὰ αὐτά ἐστι, βέλτιον ἐστι πεπερασμένας ἢ ἀπείρους εἶναι τὰς ἀρχάς· ἀλλὰ μὴν τὰ ἄλλα τὰ αὐτά ἐστι· βέλτιον ἄρα τὸ πεπερασμένον. καὶ τὸ μὲν συνημμένον1 δῆλον ἐκ τοῦ πρότερον ἀποδειχθέντος. εἰ γὰρ αἱ ἄπειροι ἀρχαὶ καὶ αὐταὶ ἄγνωστοι καὶ τὰ ἀπ’ αὐτῶν ἄγνωστα ποιοῦσιν εἶναι, δῆλον ὅτι βέλτιον τὸ πεπερασμένον καὶ μάλιστα τῶν ἄλλων τῶν αὐτῶν ὄντων ἐν ταῖς τῶν αἰτίων ἀποδόσεσιν. ὅτι δὲ καὶ πεπερασμένων οὐσῶν αἱ αἰτίαι τῶν γινομένων ἀποδίδονται, δῆλον ἐστιν, ἐξ ὧν Ἐμπεδοκλῆς πεπερασμένα λέγων τὰ στοιχεῖα πάντα οἴεται ἀποδιδόναι, ὅσαπερ Ἀναξαγόρας ἐκ τῶν ἀπείρων. τοῦτο δὲ τὸ ἐπιχείρημα καὶ ἄλλο τι χρήσιμον ἔχει. πρὸς γὰρ τοὺς εἰπόντας ἂν ὅτι ἄγνωστον μὲν τὸ ἄπειρον, οὐ μὴν δυνατὸν ἄλλως ὑποθέμενον2 τὰς αἰτίας τῶν γινομένων ἀποδιδόναι, εἴπερ καὶ ἐξ ὄντος δεῖ τὰ γινόμενα γίνεσθαι καὶ δοκεῖν ἐκ μὴ ὄντος, κἂν εὐσύνοπτον οὖν μᾶλλόν ἐστι τὸ πεπερασμένον, οὐ διὰ τοῦτο δεῖ παρέντας τὸ ἀληθὲς ἄλλο τι λέγειν· οὐ γὰρ αὐτοὶ ποιηταὶ γινόμεθα τῶν φύσει συνεστώτων, ἀλλ’ ὅπως ἔχει θεωροῦμεν αὐτά. πρὸς οὖν τοὺς ταῦτα λέγοντας3 τὸν Ἐμπεδοκλέα παρατίθησιν, ὃς πεπερασμένας λέγων τὰς ἀρχὰς πάντα ἀπεδίδου, ὅσα καὶ οἱ ἀπείρους λέγοντες.

“而且,从有限的事物出发是可能的”直到“正如阿那克萨戈拉从无限的事物出发那样”。 他将此作为表明本原并非无限而是有限的第三个论证提出。因为,如果其他方面相同,那么本原是有限的便优于它是无限的;然而其他方面确实相同;因此有限者更为优越。而假言前提从先前已被证明的事情来看是明显的;因为,如果无限的本原自身是不可知的,并且使得出自它们的事物也是不可知的,那么显而易见,有限者更为优越,尤其是在原因的说明中其他方面相同的时候。至于即使本原是有限的,生成之物的原因也能被说明,这从以下事实即可明了:恩培多克勒主张元素是有限的,却认为自己能够说明阿那克萨戈拉从无限事物出发所说明的一切。而这一论证还有另一重用处;因为,针对那些可能会说:“无限者固然是不可知的,但若做其他的假定,便不可能说明生成之物的原因,如果确实生成之物必须从存在者生成,并且看似从非存在者生成的话;因此,即使有限者更容易被通观,我们也不应因此背弃真理去说别的;因为我们自己并不是由自然构成之物的制作者,而是考察它们是如何存在的”这样的人,——针对说这些话的人,他便引证了恩培多克勒;因为恩培多克勒在主张本原是有限的同时,说明了主张本原是无限的人所说明的一切。

语法注3 条
  1. 1.45τὸ μὲν συνημμένον

    逻辑学术语,指假言命题(条件前件命题),即大前提“如果其他方面相同,那么本原是有限的便优于它是无限的”,与小前提“然而其他方面确实相同”(其证明见后文 ὅτι δὲ 以下)相对应。

  2. 1.45ἄλλως ὑποθέμενον

    宾格分词,作不定式 ἀποδιδόναι 的逻辑主语,具有条件含义(“若做其他的假定”)。在无人称结构 οὐ δυνατὸν [ἐστι] 中,不定式的逻辑主语按常规处理为泛指的宾格。

  3. 1.45πρὸς γὰρ τοὺς εἰπόντας ἂν ... πρὸς οὖν τοὺς ταῦτα λέγοντας

    一种复引结构(resumptive construction)。介词短语 πρὸς γὰρ τοὺς εἰπόντας ἄν(“针对那些可能会说……的人”)通过潜在分词(ἄν+分词)引出虚拟反对者的长篇引语(ὅτι以下);其间插入了若干解释从句,随后通过 πρὸς οὖν τοὺς ταῦτα λέγοντας(“针对说这些话的人,那么”)恢复句子结构,最终落实到主节动词 παρατίθησιν(“引证”)。

翻译:Gemini 3.8 Flash・中文译文与原文无修订urn:cts:greekLit:tlg4013.tlg004.humanitext-grc1:195.20-196.9