- 底本
- Simplicius, In Aristotelis Physicorum Libros Commentaria. Commentaria in Aristotelem Graeca IX, ed. H. Diels, Berlin: Reimer 1882, pp. 1-800; Commentaria in Aristotelem Graeca X, ed. H. Diels, Berlin: Reimer 1895, pp. 801-1366. Transcribed by Humanitext from the page images.
- 翻译
- AI 生成(gemini-3.8-flash) — 机器翻译,可能包含错误
- 语言
- 日本語 · English · 简体中文 · 한국어
- CTS URN
- urn:cts:greekLit:tlg4013.tlg004.humanitext-grc1:193.36-195.19
- 输出
- Humanitext Reader · reader.humanitext.ai · 2026-11-23
辛普利丘论证道,“实体是某一个属”并非仅指第一范畴的实体,而是指处于变化中的整个自然和质料性存在(或各范畴中的本质之物),他借由论证每个属中最高对立的单一性以及援引欧德谟的论述对此加以确立。
καὶ γὰρ ἡ λευκότης ποτὲ μὲν πάρεστι τῷ ὑποκειμένῳ, ποτὲ δὲ ἄπεστι· καὶ παρούσης μὲν τὸ εἶδος λέγεται τῆς λευκότητος ὑπάρχειν αὐτῷ, ἀπούσης δὲ ἡ στέρησις. καὶ ἐπὶ τῶν ἄλλων κατηγοριῶν ὁμοίως. μήποτε οὖν ὅταν λέγῃ1 ἡ δὲ οὐσία ἕν τι γένος, οὐ τὴν οὐσίαν λέγει νῦν τὴν ταῖς ἄλλαις κατηγορίαις ἀντιδιῃρημένην, ἀλλὰ τὴν ὅλην τῆς φυσικῆς ὑποστάσεως τῆς ἐν μεταβολῇ οὔσης ὕπαρξιν, περὶ ἧς νῦν ὁ λόγος καὶ ἧς τὰς ἀρχὰς ζητοῦμεν. ἐφ’ ἧς πάσης ἡ κατὰ τὸ εἶδος καὶ τὴν στέρησιν ἐναντίωσις θεωρεῖται διὰ τὴν μεταβολὴν ὑπάρχουσα. ὅτι δὲ ἐν τῇ τοιαύτῃ οὐσίᾳ μίαν εἶναι δεῖ τὴν ἀνωτάτω ἐναντίωσιν, δείκνυσι λαβών, ὅτι οἷον ἓν γένος τί ἐστιν ἡ τοιαύτη ὕπαρξις ἡ φυσικὴ καὶ γενητὴ καὶ ἔνυλος, ὥσπερ ἂν εἴποι ἕν τι γένος εἶναι καὶ τῆς νοητῆς καὶ ἀγενήτου καὶ ἀύλου παντελῶς ὑποστάσεως· εἶτα προσλαβών, ὅτι ἐν παντὶ γένει ἑνὶ μία ἐστὶν ἐναντίωσις ἡ ἀνωτάτω, συνήγαγεν ὅτι καὶ ἐν τῷ γένει τούτῳ τῷ νῦν ἡμῖν ὑποκειμένῳ, ἢ τῷ τῆς φυσικῆς οὐσίας,2 μία ἑνὶ ἐναντίωσις ἡ ἀρχικὴ τοῦ γένους, καὶ διὰ τοῦτο οὐκ ἂν εἶεν ἄπειροι ἀρχαί. καὶ μὴ θαυμάσωμεν τὸ τῆς οὐσίας ὄνομα κοινῶς λεγόμενον. νῦν γὰρ καὶ τὴν γένεσιν καὶ τὴν φθορὰν ἀκριβολογούμενος μὲν κατ’ οὐσίαν μεταβολὴν ἐρεῖ, πολλαχοῦ δὲ καὶ ἐπὶ ποιότητος αὐταῖς χρῆται λευκὸν ἐκ μέλανος γίνεσθαι λέγων καὶ φθείρεσθαι τὸ μέλαν εἰς τὸ λευκόν. καίτοι ἐν τῷ τὸ μέλαν γίνεσθαι λευκόν, οὐδεμία γίνεται κατ’ οὐσίαν μεταβολή, ἀλλὰ κατὰ ποιότητα. ὅτι δὲ ἐν παντὶ γένει ἑνὶ μία ἐστὶν ἐναντίωσις ἡ πρώτη, δῆλον ἐντεῦθεν. τὸ γένος κοινότητα φύσεως σημαίνει· ἡ δὲ κοινότης ἢ ἄνωθέν ἐστιν ὡς αἰτία εἶναι τῶν διαφορῶν, ὡς ἡ οὐσία καὶ αἱ λοιπαὶ δέκα κατηγορίαι, ἢ κάτωθεν ὡς ὑποδέχεσθαι αὐτάς. εἴτε δὲ αἰτία, δῆλον ὅτι ἐν τῷ πλάτει τῆς τῶν διαφορῶν ἀπογεννήσεως δύο ἄκρα παρέξει τὰ πλεῖστον ἀλλήλων διεστηκότα, ταὐτὸν δὲ εἰπεῖν ἐναντία· εἴτε ὑποκείμενον, ἕξει πάντως ἐν τοῖς περὶ αὐτὸ μεταβάλλουσι τὰ πλεῖστον ἀλλήλων διεστηκότα προσεχῶς οὐ πλέον ἢ δύο. τοῦτο δὲ καὶ ἐπ’ αὐτῶν φαίνεται τῶν πραγμάτων. ἐν γὰρ τῷ ποιῷ μία ἡ ἄνω ἐναντίωσις ὅμοιον καὶ ἀνόμοιον καὶ ἐν ποσῷ ἴσον καὶ ἄνισον, οὕτως δὲ καὶ ἐν οὐσίᾳ τῇ κοινῇ εἶδος καὶ στέρησις. ἢ οὖν οὕτως ἀκουστέον τὴν οὐσίαν ἢ κατὰ τὸ πανταχοῦ οὐσιῶδες. καὶ γὰρ τὸ χρῶμα καὶ τὸ συγκριτικὸν οὐσιωδῶς ὑπάρχειν τῷ μέλανι λέγομεν. οὕτως δὲ καὶ ἐπὶ πάσης κατηγορίας ἐστὶ τὸ οὐσιῶδες ἑκάστης, καθ’ ὃ καὶ γίνεσθαι καὶ φθείρεσθαι λέγεται τὸ μέλαν ἢ τὸ τρίπηχυ ἢ τὸ δεξιόν. καίτοι ἡ ὑποκειμένη αὐτοῖς οὐσία, τούτων γινομένων καὶ φθειρομένων οὐ λέγεται γίνεσθαι ἢ φθείρεσθαι ἀλλὰ ἀλλοιοῦσθαι. οὐσία οὖν λέγεται νῦν, περὶ ἣν γένεσις καὶ φθορά, ἐν ᾗ καὶ ἡ κυρίως οὐσία ἡ καθ’ ἑαυτὴν ὑφεστάναι λεγομένη καὶ ἡ τῶν συμβεβηκότων τῇ τοιαύτῃ οὐσίᾳ ὑπόστασις. καὶ γὰρ καὶ αὕτη γενέσεως μετέχει καὶ φθορᾶς. Ποίαν οὖν ὁ Ἀλέξανδρος οὐσίαν ἐνταῦθα τὴν κατὰ τὸ ἔνυλον εἶδος ἀκούει; εἰ μὲν τὴν κυρίως οὐσίαν τὴν ταῖς ἄλλαις κατηγορίαις ἀντιδιῃρημένην, ἐλλιπὴς ὁ λόγος, εἰ δὲ τὴν κοινῶς ἐπὶ πάντων τῶν γενητῶν εἰδῶν λεγομένην, εὖ ἂν ἔχοι. καὶ τὰ Εὐδήμου δὲ τοῦ Ῥοδίου πρὸς ταύτην μοι δοκεῖ τὴν ἔννοιαν φέρεσθαι, εἰ καὶ ἀσαφῶς εἴρηται καὶ ἐκεῖνα. ἔχει δὲ οὕτως· “εἰ δὲ ἔστιν ἐναντιότης, δύο τοὐλάχιστον ἔσται. δύο δὲ ὑποκειμένων τῶν πρώτων ἐναντίων, τούτων μὲν οὐδέτερον οἷόν τ’ εἶναι οὐσίαν, ἐπειδὴ οὐκ ἔστιν ἡ οὐσία τῶν ἐναντίων· εἰ δὴ ὁ φυσικὸς μὴ περὶ πάντων σκοπεῖ.3 διόπερ οὐδὲ ἀριθμεῖ πάντα τὰ ὄντα οὐδὲ ἀρχὰς κοινὰς πάντων λαμβάνει, ἀλλὰ τῶν οὐσιῶν καὶ τούτων τῶν σωματικῶν οἷον γένους τινὸς ἑνός. μὴ γίνεται δὲ τὸ τυχὸν ἐκ τοῦ τυχόντος, ἀλλ’ ὁμογενὲς οἷον χρῶμα ἐκ χρώματος, χυλὸς ἐκ χυλοῦ καὶ τὰ λοιπὰ ὁμοίως, οὐδ’ ἂν οὐσία γίνοιτο μὴ ἐξ οὐσιῶν οὐδὲ σῶμα μὴ ἐκ σωμάτων”. ἐν δὴ τούτοις τὸ μὲν “οἷον γένους τινὸς ἑνός” καὶ τὸ “μὴ γίνεται δὲ τὸ τυχὸν ἐκ τοῦ τυχόντος, ἀλλ’ ὁμογενὲς οἷον χρῶμα ἐκ χρώματος” οὐσίαν εἰλῆφθαι σημαίνει οὐχὶ τὴν ἐν τοῖς δέκα γένεσι πρώτην· οὐ γάρ ἐστιν οἷον γένος ἐκείνη, ἀλλὰ γένος τῷ ὄντι· περὶ ἐκείνης δὲ ἂν λέγοιτο τῆς καὶ τὰ συμβεβηκότα περιεχούσης.
事实上,白有时临在于基底,有时则不在;当它临在时,白的形式被说成属于它,而当它不在时,则是匮乏属于它。其他范畴也是如此。那么,每当他说“而实体是某一个属”时,他现在所指的或许并非与其他范畴相对立而划分的那个实体,而是处于变化之中的自然成立的整个存在,这正是眼下所讨论的、我们探求其本原的存在。贯穿这整个存在,依形式与匮乏的对立被观照为通过变化而存在。至于在这样的实体中最高的对立必然是一个,他通过假定这种自然的、生成的、质料性的存在仿佛是一个单一的属来表明这一点,正如人们也可以说那理智的、非生成的、完全无质料的成立也是一个单一的属一样;随后,他又附加假定了在每一个单一的属中最高的对立是一个,由此推论出在我们现在所面对的这个属中,即自然实体的属中,统辖该属的对立对于一个属而言只有一个,因此本原不会是无限的。我们也不必对“实体”这一名称被共通地使用感到惊异。因为在严密表述时,他固然会把生成与消灭称为依实体的变化,但在许多地方他也对性质使用它们,说白由黑生成,黑消灭为白。然而在黑变成白的过程中,并没有发生依实体的变化,而是依性质的变化。而在每一个单一的属中第一对立是一个,从以下几点显而易见:属意味着本性的共通性;而共通性要么是从上方存在,作为诸差异的原因,正如实体和其余十个范畴那样;要么是从下方存在,以便容纳它们。如果是原因,显而易见,在诸差异产生的广度中,它将提供彼此相距最远的两个极端,也就是说提供相反者;如果是基底,在围绕它变化的事物中,它直接彼此相距最远的极端无论如何不会多于两个。这一点在事物本身上也显明出来:因为在性质中,最高的对立是一个,即相似与不相似;在数量中,是一个,即相等与不相等;同样,在共通的实体中则是形式与匮乏。因此,要么必须这样来理解实体,要么依照无处不在的本质性之物来理解。因为我们也说颜色与聚集性本质地属于黑。同样,在每一个范畴中都存在各自本质性的东西,依据它,黑或三肘长或在右侧就被说成生成与消灭。然而承载它们的实体,在这些东西生成与消灭时,并没有被说成生成或消灭,而是被说成变质。因此,现在所说的“实体”,是指生成与消灭围绕其展开者,其中既包含被说成自身成立的严格意义上的实体,也包含此类实体的偶性之成立。因为后者也分有生成与消灭。那么,亚历山大在这里将何种实体理解为依质料性形式的实体呢?如果指的是与其他范畴相对立而划分的严格意义上的实体,这种说法是有欠缺的;但如果是指共通地对一切生成的形式所说的实体,那就是合理的。罗德岛的欧德谟的论述在我看来也倾向于这一观点,尽管那些话表述得也很晦涩。其文如下:“如果有对立性存在,至少会有两个。但在两个最初的对立者被作为基底假定时,它们中没有一个能够是实体,因为实体并不属于对立者之列;如果自然哲学家并非考察一切事物的话[情况正是如此]。因此他既不计算所有的存在者,也不采取一切事物的共通本原,而是采取诸实体、而且是其中仿佛某种单一的属那样的物体性实体的〔本原〕。既然不是任意事物从任意事物中生成,而是同属的事物生成,例如颜色从颜色、味道从味道生成,其余亦同,那么实体若非由诸实体也不会生成,物体若非由诸物体也不会生成”。在这些话中,“仿佛某种单一的属”以及“不是任意事物从任意事物中生成,而是同属的事物,例如颜色从颜色中生成”都表明,实体并没有被理解为十个属中的第一者;因为那第一者并非仿佛一个属,而是真正的属;相反,这话当是对那连同偶性也包含在内的实体说的。
- 1.44μήποτε οὖν ὅταν λέγῃ
此处 μήποτε 并非引导从句的否定连词,而是副词性用法,与独立分句连用以表达审慎的推测或委婉的主张(“那么,或许……”)。
- 1.44ἢ τῷ τῆς φυσικῆς οὐσίας
连词 ἤ 在此处并非表示选择(“或者”),而是起同位语式的解释说明作用,用来同义替换或阐明前面的短语 τῷ νῦν ἡμῖν ὑποκειμένῳ(“即在自然实体的属中”)。
- 1.44εἰ δὴ ὁ φυσικὸς μὴ περὶ πάντων σκοπεῖ
在欧德谟的引文中,由 εἰ δὴ 引导的分句缺少明确的归结分句,其功能是作为前述主张(对立者中没有一个能是实体)的附带条件或补充前提,在上下文中理解为:“如果自然哲学家并非考察一切存在者的话,[这一结论便成立]”。
