← 辛普里丘

亚里士多德《物理学》注释

§192.10-193.35

关于实体无对立性与对立本原的诸解释

辛普利丘讨论了实体无对立者与对立本原单一性之间的融通,考察了叙利亚努斯与阿摩尼奥斯的解释,并指出了两者的不足。

显示 ▾
显示
译文
字体
AI ↗
← 上一节下一节 →
§1.44#2

ἴσμεν δὲ ὅτι ἡ στέρησις οὐδὲν τῶν ὄντων εἶναι δοκεῖ ἀπουσία τις οὖσα τοῦ ὄντος. ὥστε ὀρθῶς λέγεται καὶ τὸ οὐσίᾳ μηδὲν εἶναι ἐναντίον καὶ μία εἶναι ἀντίθεσις ἐν τῇ οὐσίᾳ. Πρὸς δὲ τὸ δεύτερον ἔλεγεν ὁ ἡμέτερος καθηγεμὼν Ἀμμώνιος, ὅτι “τῆς τῶν οὐσιῶν ὑποστάσεως τὰς ἀρχὰς ζητοῦμεν, ἐν αἷς καὶ αἱ ἄλλαι κατηγορίαι τὸ εἶναι ἔχουσιν, ὅπερ καὶ ὁ Ἀλέξανδρος ἐπέστησεν ἐξηγούμενος τὸ “ἅμα δὲ καὶ ἀδύνατον πλείους εἶναι ἐναντιώσεις τὰς πρώτας· ἡ γὰρ οὐσία ἕν τι γένος ἐστὶ τὸ αὐτό”, καθάπερ γὰρ τὸ ὂν πρώτως μὲν ἔστιν ἐν οὐσίᾳ, δευτέρως δὲ ἀπὸ ταύτης καὶ τοῖς ἄλλοις γένεσιν ἐφήκει κατὰ τὰ ὡς ἀφ’ ἑνὸς καὶ πρὸς ἕν,1 οὕτως καὶ τῶν ἄλλων γενῶν αἱ ἐναντιώσεις παρὰ τῆς ἐν τῇ οὐσίᾳ τὸ εἶναι ἕξουσι. τὸ οὖν εἶδος καὶ τὴν στέρησιν πρῶτον μὲν ἐπὶ τῆς κατὰ τὴν οὐσίαν ἐναντιώσεως ἁρμόσει λέγειν, κατὰ δεύτερον δὲ λόγον καὶ ἐπὶ τῶν κατὰ τὰς ἄλλας κατηγορίας μεταβολῶν· ἔστι γὰρ καὶ ἐπ’ ἐκείνων τὸ μὲν εἶδος, τὸ δὲ στέρησις. τὸ δὲ ἐν παντὶ γένει ἑνὶ οὐ περὶ τοῦ προσεχῶς εἰς εἴδη διαιρουμένου γένους λέγοιτο ἄν. ἡ γὰρ κατὰ τοῦτο ἐναντίωσις οὐκ ἂν εἴη πρώτη, εἴπερ μηδὲ τὸ γένος τοῦτο πρῶτόν ἐστιν· ἡ δὲ ἀρχικὴ ἐναντίωσις πρώτη ὤφειλεν εἶναι τῶν ἄλλων ἐναντιώσεων.” Ἀλλ’ ὁ μὲν μέγας Συριανός “μήποτε, φησί, γένος μὲν τὴν κατηγορίαν λέγει,2 μίαν δὲ ἔχειν ἐναντίωσιν, ἐπεὶ κἂν ὦσι πολλαί, ὑπὸ μίαν ἀνάγονται τὴν ὑπεροχὴν καὶ τὴν ἔλλειψιν, ἥτις καθ’ ἑκάστην κατηγορίαν οἰκείως λαμβάνεται. ἀεὶ γὰρ τὸ κρεῖττον τῶν ἐναντίων ὑπεροχή, τὸ δὲ καταδεέστερον ἔλλειψις· ἄλλη οὖν ἐν ποσῷ ὑπεροχὴ καὶ ἄλλη ἐν ποιῷ καὶ ἄλλη ἐν τῷ ποῦ ἢ κεῖσθαι· “ὁσαχῶς γάρ, φησὶν ὁ Πορφύριος, τὸ ὄν, τοσαυταχῶς καὶ ἡ ὑπερβολὴ καὶ ἡ ἔλλειψις”. ἴσως δέ, φησί, προσθείη ἄν τις, εἰ ἐπιδέχοιτο ἀντίθεσιν τοιαύτην πᾶσα κατηγορία.” ὁ δὲ Ἀμμώνιος ἔλεγε μὴ περὶ τοῦ κυρίως γένους λέγεσθαι νῦν, μήτε τοῦ προσεχῶς μήτε τοῦ ἀνωτάτω (ἡ γὰρ ἐναντίωσις ἡ κατὰ τὰς διαφορὰς ὁποτέρου τούτων ποιεῖ τὴν γένεσιν καὶ τὴν φθοράν), ἀλλ’ ὅπερ, φησί, καὶ ὁ Ἀλέξανδρος πρὸς τῷ τέλει τῆς τοῦ ῥητοῦ τούτου ἐξηγήσεως ἐπέστησε, γένος ἓν καλεῖ νῦν τὸ ἓν ὑποκείμενον. ἔθος γὰρ αὐτῷ καὶ τὴν ὑποκειμένην ἑκάστῳ φύσιν γένος καλεῖν. καθάπερ οὖν περὶ τὸν ἀριθμὸν θεωρεῖται μία ἐναντίωσις ἡ τοῦ ἀρτίου καὶ περιττοῦ καὶ περὶ τὸν χυμὸν ἡ τοῦ γλυκέος καὶ πικροῦ καὶ περὶ τὴν ἐπιφάνειαν ἡ τοῦ λείου καὶ τραχέος, οὕτω καὶ περὶ τὴν οὐσίαν ἐναντίωσις μία θεωρεῖται ἡ τοῦ εἴδους καὶ τοῦ ἀνειδέου, ὃ καλεῖ αὐτὸς στέρησιν. καθάπερ οὖν ὁ ἀριθμὸς τῷ μὲν λόγῳ ἕτερός ἐστι τοῦ ἀρτίου καὶ περιττοῦ (οὐδὲν γὰρ τούτων πρὸς τὸν τοῦ ἀριθμοῦ λόγον παραλαμβάνεται), τῇ δὲ ἐνεργείᾳ μετὰ θατέρου τούτων πάντως ἐστὶ καὶ ἡ ἐπιφάνεια πρὸς τὸ ὁμαλὸν καὶ τὸ ἀνώμαλον ἔχει, οὕτως ἡ ὑποκειμένη τῇ οὐσίᾳ φύσις πρὸς τὸ εἶδος καὶ τὸ ἀνείδεον ἔχει. Ἐν δὴ τούτοις πρὸς μὲν τὰ τοῦ φιλοσοφωτάτου Συριανοῦ ῥητέον, ὡς εἰ μὲν τὴν ὑπεροχὴν καὶ τὴν ἔλλειψιν κυρίως ἀκούει, μόνης ἂν εἴη τῆς ποσότητος οἰκεία ἡ ἐναντίωσις· καὶ γὰρ ἐν ταῖς ἄλλαις κατηγορίαις διὰ τὴν ποσότητα ὑπάρχει. εἰ δὲ κατὰ τὸ κρεῖττον αὐτὴν καὶ καταδεέστερον ἀποδέχεται, πῶς3 ἐφιστάνει, εἰ ταύτην πᾶσα κατηγορία ἐπιδέχεται; καὶ γὰρ διαφοραὶ πάντως εἰσὶν ἑκάστης καὶ ἐν ταῖς διαφοραῖς ἡ μὲν κρείττων ἐστίν, ἡ δὲ καταδεεστέρα. πρὸς δὲ τὰ τοῦ ἡμετέρου καθηγεμόνος μαρτυρουμένου καὶ τὸν Ἀλέξανδρον πρῶτον μέν, πῶς ἡ τῆς οὐσίας ἐναντίωσις καὶ ταῖς ἄλλαις ὑπάρξει κατηγορίαις, ἑκάστης οἰκείαν ὀφειλούσης ἔχειν ἐναντίωσιν ὥσπερ καὶ γένος οἰκεῖον; εἰ γὰρ ἀπὸ τῆς οὐσίας ταῖς ἄλλαις καὶ τὸ εἶναι καὶ τὸ γένος καὶ ἡ ἐναντίωσις, ἓν ἂν εἴη πρῶτον γένος ἡ οὐσία καὶ οὐκέτι δέκα τὰ πρῶτα· οὐδὲ γὰρ οὐδὲ τὸ ὂν ἀπὸ τῆς οὐσίας ταῖς ἄλλαις ὑπάρχει, ἀλλὰ πρώτῃ μὲν τῇ οὐσίᾳ πάρεστι, μετ’ ἐκείνην δὲ ταῖς ἄλλαις, ὥσπερ καὶ ἡ τάξις οὐκ ἀπὸ τοῦ πρώτου τῷ δευτέρῳ, ἀλλὰ πᾶσιν ἀπὸ τῆς κοινῆς τάξεως. Πῶς δὲ γένος ἓν τὸ ὑποκείμενον ἔλεγε νῦν καὶ τὴν ὕλην μήπω δείξας, ὅτι δεῖ τινα τρίτην εἶναι ἀρχὴν τὴν τοῖς ἐναντίοις ὑποκειμένην, ὅπερ μετ’ ὀλίγον ποιήσει; ἀλλ’ ὅτι μὲν ἐναντίωσιν τὴν κατὰ τὸ εἶδος καὶ τὴν στέρησιν βούλεται λαβεῖν διὰ τῶν ἐφεξῆς δῆλον· αὕτη δὲ οὐ περὶ τὴν οὐσίαν μόνην ὑφέστηκεν, ἀλλὰ περὶ πᾶσαν κατηγορίαν τὴν δεχομένην μεταβολήν.

然而我们知道,匮乏似乎并不是存在者中的任何一者,而是存在者的某种缺席。因此,“实体没有任何对立者”与“实体中存在一个对立”这两句话都被正确地说出。针对第二个[疑难],我们的导师阿摩尼奥斯曾说:“我们所探求的是诸实体成立的本原,而其他范畴也在实体中拥有其存在——这也是亚历山大在解释‘同时,最初的诸对立也不可能是多样的;因为实体是同一的一个属’时所指出的——因为正如存在首先是在实体中,其次通过‘由一出发且归向于一’的方式从实体延伸至其他诸属,同样,其他诸属的诸对立也将从实体中的对立获得其存在。因此,形式与匮乏首先适合于依实体的对立而言,其次依照第二种论理也适用于依其他范畴的变化;因为在那些变化中,也同样是一个为形式,另一个为匮乏。而‘在每一个单一的属中’不会是指直接分割为诸种的那个属;因为依此属的对立不会是最初的,既然这个属本身也不是最初的;而本原性的对立应当在其他对立中居于第一。”但是,伟大的叙利亚努斯说:“也许他把范畴称为属,并说它具有一个对立,因为即使它们有许多个,也可以归结为一个,即过度与不足,而过度与不足在每个范畴中都是依其本性而被领会的。因为在对立者中,较优者总是过度,较劣者总是不足;因此在数量中的过度是一回事,在性质中的是另一回事,在何处或放置中的又是另一回事;‘因为’,波菲利说,‘存在有多少种意义,过度与不足也就有多少种意义’。并且他说,或许有人还可以补充说:只要每一个范畴都容纳这样的反对对立。”然而阿摩尼奥斯说,现在所说的并不是严格意义上的属,既非直接的属,亦非最高的属(因为依照这两者中任一者的差异而来的对立会造成生成与消灭),而是正如亚历山大在对此段文句解释的结尾所指出的那样,他现在把“一个基底”称为“一个属”;因为他习惯把每一事物底层的本性也称为属。正如围绕数目观照到一个对立即偶与奇,围绕味道观照到甜与苦,围绕表面观照到平滑与粗糙,同样,围绕实体也观照到一个对立,即形式与无形式(他自己将其称为匮乏)。因此,正如数目在定义上不同于偶与奇(因为这两者都不被纳入数目的定义中),但在现实中必然伴随着两者之一,而表面对于平整与不平整亦是如此,同样,底层承载实体的本性对于形式与无形式也是这种关系。 在这些论述中,针对最具哲学智慧的叙利亚努斯的说法,应当说:如果他是严格意义上理解过度与不足,那么该对立将仅仅是数量所特有的;因为在其他范畴中它是通过数量而存在的。但如果他是按照较优与较劣来接受它,他为何还要怀疑是否每个范畴都容纳这一点呢?因为每个范畴无论如何都存在差异,而在这些差异中,一者较优,另一者较劣。另一方面,针对援引亚历山大作证的我们导师的说法,首先应当指出:既然每一范畴都应当拥有其特有的对立,就像拥有其特有的属一样,实体的对立又如何能属于其他范畴呢?因为如果对其他范畴而言,存在、属和对立都来自实体,那么实体就将是一个最初的属,最初的属就不再是十个了;因为即使是存在也不是从实体归属于其他范畴的,而是首先临在于实体,在其后才临在于其他范畴,正如秩序并非由第一者赋予第二者,而是由共同的秩序赋予一切。此外,在尚未证明必须有某种承载对立者的第三本原(这是他稍后要做的)时,他现在又怎能称基底与质料为“一个属”呢?但是,他想要采取依形式与匮乏的对立,这通过接下来的论述是显而易见的;而这种对立并非仅仅围绕实体而成立,而是围绕一切容受变化的范畴而成立。

语法注3 条
  1. 1.44κατὰ τὰ ὡς ἀφ’ ἑνὸς καὶ πρὸς ἕν

    这是表达亚里士多德焦点意义(依一且向一的歧义性)的固定术语结构,意为“按照由一出发且归向于一之事物的方式”,冠词 τά 将整个介词短语名词化。

  2. 1.44μήποτε, φησί, γένος μὲν τὴν κατηγορίαν λέγει

    μήποτε 在此引导谨慎的推测或委婉的断言,意为“也许他是在说……”。在直接引语中,它引出了叙利亚努斯的推测性解释。

  3. 1.44πρὸς δὲ τὰ τοῦ ἡμετέρου καθηγεμόνος μαρτυρουμένου καὶ τὸν Ἀλέξανδρον πρῶτον μέν, πῶς

    在句法上,承接前文的 πρὸς μὲν τὰ τοῦ... ῥητέον 而省略了非人称动词 ῥητέον。宾格 τὸν Ἀλέξανδρον 是中动分词 μαρτυρουμένου(“援引亚历山大为证”)的直接宾语,该分词修饰 καθηγεμόνος。πρῶτον μέν 之后由间接疑问句 πῶς... 引出反驳的具体内容。

翻译:Gemini 3.8 Flash・中文译文与原文无修订urn:cts:greekLit:tlg4013.tlg004.humanitext-grc1:192.10-193.35