← 辛普里丘

亚里士多德《物理学》注释

§190.21-192.10

本原的有限性与实体中的单一对立

在讨论《物理学》第一卷第六章开头关于本原数量(既非单一亦非无限,而是有限的)的问题时,辛普里丘梳理了亚里士多德的论证脉络,并探讨了亚历山大将实体视作拥有单一对立的“一个属”的解释以及由此引发的难题。

显示 ▾
显示
译文
字体
AI ↗
← 上一节下一节 →
§1.44#1

" Ἐχόμενον δὲ ἂν εἴη λέγειν πότερον δύο ἢ τρεῖς ἢ πλείους εἰσίν ἕως τοῦ τὰς δὲ ἀρχὰς ἀεὶ δεῖ μένειν." Προθέμενος τὰς ἀρχὰς τῶν φυσικῶν εὑρεῖν, πόσαι τε καὶ τίνες εἰσί, καὶ προβαλόμενος τὰς περὶ τούτου δόξας διαφόρους οὔσας, ἐνεῖδεν ἐν αὐταῖς μίαν κοινότητα τὸ τὰ ἐναντία ἐν ταῖς ἀρχαῖς τίθεσθαι.1 καὶ διὰ τοῦτο τὸ κοινὸν ὁμολόγημα εἰς πίστιν λαβών, πρῶτον τίνες αἱ ἀρχαί, ὅτι τὰ ἐναντία, δείκνυσι προσκατασκευάζων αὐτὸ καὶ αὐτὸς ἀποδεικτικῶς. τούτῳ δὲ καὶ τὸ πόσαι αἱ ἀρχαὶ συναποδείκνυται, ὅτι δύο μὲν αἱ ἐναντίαι, ἓν δὲ τὸ τοῖς ἐναντίοις ὑποκείμενον· ὅπερ ὕστερον προσθήσει. καὶ διὰ τοῦτο οὖν πρῶτον ἔδειξε τίνες αἱ ἀρχαί, καὶ τότε τὸ πόσαι προστίθησι. τέως δὲ καὶ ἐκ τοῦ δειχθῆναι, ὅτι τὰ ἐναντία ἀρχαί, συνάγει πάλιν ὅτι οὔτε μίαν οἷόν τε εἶναι τὴν ἀρχὴν οὔτε ἀπείρους· ὅτι μὲν οὐ μία, οὕτως συλλογιζόμενος· εἰ μία, οὐκ ἐναντία· αἱ ἀρχαὶ ἐναντίαι· εἰ μία ἄρα, οὐκ ἀρχή. καὶ ὅτι μὲν αἱ ἀρχαὶ ἐναντίαι, δέδεικται· ὅτι δὲ τὸ ἓν οὐκ ἐναντία, δείκνυσι νῦν ἐκ τοῦ ἀντιστρόφου. εἰ γὰρ τὰ ἐναντία οὐχ ἕν, τὸ ἓν οὐκ ἐναντία· εἰ γὰρ τὸ ἐναντίον ἐναντίῳ ἐναντίον ἐστίν, οὐκ ἂν εἴη ἐν ἑνὶ τὸ ἐναντίον. ὅτι δὲ οὔτε ἄπειροι αἱ ἀρχαί, δείκνυσι τῷ αὐτῷ χρησάμενος ἐπιχειρήματι, ᾧπερ καὶ πρότερον. εἰ γὰρ ἄπειροι αἱ ἀρχαί, καὶ αὐταὶ ἄγνωστοι ἔσονται διὰ τὸ ἄπειροι εἶναι καὶ τὰ ἀπ’ αὐτῶν ἄγνωστα ἔσται, διότι “τότε οἰόμεθα γινώσκειν ἕκαστον, ὅταν τὰ αἴτια γνωρίσωμεν τὰ πρῶτα καὶ τὰς ἀρχὰς τὰς πρώτας καὶ μέχρι τῶν στοιχείων”. δευτέρῳ δὲ χρῆται ἐπιχειρήματι πρὸς τὸ μὴ εἶναι ἀπείρους τὰς ἀρχὰς τοιούτῳ· ἡ οὐσία ἕν τι γένος· ἐν παντὶ γένει ἑνὶ μία ἐναντίωσις· ἐν τῇ οὐσίᾳ ἄρα μία ἐναντίωσις· ἡ ἐναντίωσις δυοῖν ἐστι μεταξὺ τῶν ἐναντίων· ἡ ἄρα οὐσία δύο περὶ αὑτὴν ἀρχὰς ἔχει τὰ ἐναντία· οὐκ ἄρα ἄπειροι αἱ ἀρχαί, εἴπερ ἐναντίαι. Ἐν δὴ τούτοις χρὴ ζητῆσαι πρῶτον μέν, τίς ἡ μία οὐσία καὶ τί σημαίνει νῦν τὸ τοῦ γένους ὄνομα, καὶ τίς ἡ μία ἐναντίωσις ἡ περὶ τὸ γένος τῆς οὐσίας θεωρουμένη, καὶ διὰ τίνα αἰτίαν πάντων κοινῶς τῶν φυσικῶν προθέμενος τὰς ἀρχὰς εὑρεῖν τὴν οὐσίαν μόνην καὶ τὴν κατ’ αὐτὴν ἐναντίωσιν παρέλαβε. πῶς γὰρ ταῖς κατὰ τὰς ἄλλας κατηγορίας γενέσεσιν ἐφαρμόσει ἡ κατὰ τὴν οὐσίαν ἐναντίωσις; ὁ μὲν οὖν Ἀλέξανδρος οὐσίαν μὲν ἀκούει τὸ ἔνυλον εἶδος, μᾶλλον δὲ τὸ σύνθετον ἐξ ὕλης καὶ εἴδους, ὅπερ ἐστὶν ἓν γένος τῆς οὐσίας τριῶν ὄντων αὐτῶν τῆς τε ὕλης καὶ τοῦ εἴδους καὶ τοῦ συνθέτου. καὶ γὰρ ἐν τούτῳ μόνῳ κατὰ τὴν οὐσίαν ἡ ἐναντίωσις θεωρεῖται. οὐδὲ γὰρ ἐν πάσῃ τῇ οὐσίᾳ καὶ ἐν 〈πάσαις〉 ταῖς ἄλλαις κατηγορίαις ταῖς ἐχούσαις ἐναντίωσιν πολλαὶ αἱ ἐναντιώσεις· καὶ γὰρ καθ’ ἕκαστον τῶν ὑπὸ τὴν ποιότητα γενῶν μία ἐστὶν ἐναντίωσις, οἷον ἐν χρώματι ἑνὶ γένει ὄντι λευκὸν μέλαν, ἐν ἕξει ἀρετὴ κακία, ἐν χυμῷ γλυκὺ πικρόν, καὶ ἐπὶ τῶν ἄλλων ὡσαύτως. οὕτως δὲ καὶ ἐν τῷ ἑνὶ γένει τῆς οὐσίας τῷ κατὰ τὸ ἔνυλον καὶ γενητὸν εἶδος μία ἐναντίωσις ἡ τοῦ εἴδους καὶ τῆς στερήσεως. ἓν δὲ γένος ἐκεῖνό ἐστί φησιν,2 οὗ ἡ τομὴ εἰς εἴδη καὶ οὐκέτι εἰς γένη. καὶ τὸ ἔνυλον δὲ εἶδος διαιρεῖται εἰς τὰς τῶν εἰδῶν διαφορὰς ὡς εἴδη πάσας. καὶ ᾗ γενητόν ἐστι, μίαν ἐναντίωσιν ἔχει τὴν κατὰ τὸ εἶδος καὶ τὴν στέρησιν. εἰ δὲ ἐν παντὶ γένει ἑνὶ μία ἐναντίωσις, ἓν δὲ γένος καὶ ἡ ἐν γενέσει τε καὶ φθορᾷ οὐσία φυσική, μία ἂν καὶ ἐναντίωσις ἐν αὐτῇ εἴη φυσική, ἥτις ἂν ἀρχὴ εἴη τῶν γενητῶν οὐσιῶν· οὐ δὲ μία ἐναντίωσις,3 αὕτη δὲ αὐτὴ καὶ ἀρχή, οὐκ ἂν ἄπειροι εἶεν αἱ τῶν φυσικῶν τε καὶ ἐν γενέσει ἀρχαί. ἀλλ’ εἰ ἓν γένος τὴν οὐσίαν λέγει τὴν ἔνυλον, πρῶτον μὲν αὐτὸς ἀπεφήνατο μὴ εἶναι ἐν τῇ οὐσίᾳ ἐναντίωσιν, δεύτερον δέ, εἰ μὲν τῆς κατ’ οὐσίαν μόνης μεταβολῆς τὰς ἀρχὰς ἐζητοῦμεν, ἔδει μόνην τὴν ἐν τῇ οὐσίᾳ ἐναντίωσιν ἀρχὴν τίθεσθαι, εἰ δὲ καὶ τῆς κατὰ τὸ ποιὸν καὶ τῆς κατὰ τὰς ἄλλας κατηγορίας, ἄλλην ληπτέον ἐναντίωσιν κοινήν. ἢ πρὸς μὲν τὸ μὴ εἶναί τι τῇ οὐσίᾳ ἐναντίον, χρὴ λέγειν ὅτι ἄλλην ἐναντίωσιν ἀνεῖλεν ἐκεῖ τὴν ὡς εἰδῶν ἀμφοῖν, ἄλλην δὲ ἐνταῦθα τίθησι τὴν ὡς εἴδους καὶ στερήσεως.

“接下来要说的应当是,[本原]是两个、三个还是更多”直至“但本原必须始终持存”。 [亚里士多德]既已提出要找出自然事物的本原究竟有多少个以及是怎样的,并陈述了关于此事的各种不同意见,他便在这些意见中看到了一个共同点,即把对立者设为本原。因此,他把这一共同的共识作为依据,首先表明本原是怎样的,即它们是对立者,并且他自己也通过证明确立了这一点。随之,本原有多少个也一同得到了证明,即对立者是两个,而作为对立者的基底是一(这是他随后将要补充的)。因此,他首先表明了本原是怎样的,然后才补充它们有多少个。与此同时,根据对立者是本原这一证明,他又推论出本原既不可能是一个,也不可能是无限的。关于本原不是一个,他是这样推论的:若是一个,便不是对立者;本原是对立者;因此若是一个,便不是本原。本原是对立者这一点已经表明;而一不是对立者,他现在通过换位来表明。因为如果对立者不是一,那么一便不是对立者;因为如果对立者是对立于对立者的,那么对立者就不可能存在于单一之中。至于本原也不是无限的,他使用了与先前相同的论据来表明。因为如果本原是无限的,它们自身将因无限而不可知,源自它们的事物也将是不可知的,因为“只有当我们认识了最初的原因和最初的本原,直到元素时,我们才认为认识了每一事物”。为了证明本原不是无限的,他又使用了如下的第二个论据:实体是一个属;在每一个单一的属中存在一个对立;因此在实体中存在一个对立;对立存在于两个对立者之间;因此实体围绕自身拥有作为本原的两个对立者;因此,如果本原确实是对立者,它们便不是无限的。 在这些论述中,首先应当探究的是:这单一的实体是什么,在此“属”这一名称意味着什么,在实体的属中被观照的“一个对立”是什么,以及为何他明明提出要共同寻找一切自然事物的本原,却唯独引入了实体及其特有的对立?因为依实体的对立又如何适用于依其他范畴的生成呢?亚历山大将实体理解为内质形式,更确切地说是质料与形式的复合体,这是实体的三种(即质料、形式与复合体)之中的一个属。因为唯独在其中,依实体的对立才被观照。因为也并非在全部实体中〔观照到对立〕,而在具有对立的其他全部范畴中对立是多样的;因为在属于性质之下的各属中,每一个都只有一个对立,例如在作为一个属的颜色中有白与黑,在状态中有德性与恶德,在味道中有甜与苦,其他情况亦然。同样,在实体的依内质和生成的形式的一个属中,也有一个对立,即形式与匮乏的对立。他说,所谓一个属,是指其划分是分为种而不再分为属的那种属。内质形式也分割为全部作为种的诸种的差异。并且就其是生成的而言,它具有一个依形式与匮乏的对立。如果在每一个单一的属中存在一个对立,而处于生成与消灭之中的自然实体也是一个属,那么在其中也应当有一个自然的对立,它将是生成实体的本原;而在只有一个对立、且此对立本身即是本原之处,自然事物以及处于生成之中的事物的本原就不会是无限的。然而,如果他称内质实体为一个属,首先,他自己曾断言实体中没有对立;其次,如果我们仅仅探求依实体的变化的本原,那就应当仅把实体中的对立设为本原,但如果我们还要探求依性质以及依其他范畴之变化的本原,就应当选取另一种共通的对立。抑或针对“实体没有任何对立者”这一点,应当说他在那里否定的是另一种作为两者皆为形式的对立,而在这里设立的是另一种作为形式与匮乏的对立?

语法注3 条
  1. 1.44τὸ τὰ ἐναντία ἐν ταῖς ἀρχαῖς τίθεσθαι

    由中性单数定冠词 τό 引导的不定词短语,用作同位语,具体解释前面 μίαν κοινότητα(一个共同点)的内容。

  2. 1.44ἓν δὲ γένος ἐκεῖνό ἐστί φησιν

    插入词 φησιν 的主语是上下文正在引述其观点的亚历山大(ὁ μὲν οὖν Ἀλέξανδρος),用于引出亚历山大对“一个属”的定义(即划分仅分为种而不再分为属者)。

  3. 1.44οὐ δὲ μία ἐναντίωσις

    关于手稿与校订本中 οὐ δὲ 或 οὗ δὲ 的解读。将其理解为关系副词 οὗ(“在……之处”)时句法最为顺畅,即“而在只有一个对立、且此对立本身即是本原之处(οὗ δὲ μία ἐναντίωσις...)”,进而引出结论主句 οὐκ ἂν ἄπειροι εἶεν……。

翻译:Gemini 3.8 Flash・中文译文与原文无修订urn:cts:greekLit:tlg4013.tlg004.humanitext-grc1:190.21-192.10