← 辛普里丘

亚里士多德《物理学》注释

§189.17-190.20

对立系列的对应一致与本原的普遍性

阐明古代哲学家关于对立本原的分歧如何通过优劣平行系列中的比例对应而化解为一致,并探讨大与小何以比稀与密更为普遍且更依理性可知。

显示 ▾
显示
译文
字体
AI ↗
← 上一节下一节 →
§1.43#2

καὶ γὰρ τὸ θερμὸν ἐν τῇ Περὶ γενέσεως ὡς τῶν ὁμοίων συγκριτικὸν κατὰ τὸ συγκριτικὸν χαρακτηρίζει. οὐ μέντοι ὑπ’ ἐκείνων μετέχεται.1 ὁ δὲ Ἀλέξανδρος τὰ μὲν εἰδικώτερα τούτων περιέχειν φησί, τὰ δὲ ὑλικώτερα περιέχεσθαι, εἰδικώτερα μὲν ἐν ταῖς προειρημέναις ἐναντιώσεσι λέγων θερμὸν ξηρὸν περιττὸν φιλίαν, ὑλικώτερα δὲ τὰ τούτοις ἀντικείμενα. καίτοι τοὺς μὲν τὰ πρότερα καὶ περιέχοντα λαμβάνειν φησί, τοὺς δὲ τὰ ὕστερα καὶ περιεχόμενα, οὐδενὸς θερμὸν καὶ ξηρὸν εἰπόντος, οὐδὲ ἄλλου πάλιν ψυχρὸν καὶ ὑγρόν, ἀλλὰ τὰ ἀντικείμενα ἅμα.2 οὕτως γὰρ ἂν τὰ ἐναντία λέγοιεν ἀρχάς, ἀλλ’ οὐκ ἐκείνως, κοινῶς μὲν ἔχοντα πάντα τὴν ἀντίθετον φύσιν, διαφέροντα δὲ τῷ τὰ μὲν πρότερα, τὰ δὲ ὕστερα εἶναι. Διὸ καὶ οἱ τῶν δοξῶν τούτων προεστῶτες ταὐτὰ καὶ ἕτερα λέγουσιν, ἕτερα μὲν κατὰ τὸ προφαινόμενον, ὅτι ὁ μὲν νεῖκος καὶ φιλίαν ὁ δὲ θερμὸν καὶ ψυχρὸν καὶ ἄλλος ἄλλην τινὰ λέγει τῶν ἀντιθέσεων, καίτοι δὲ διάφορα δοκοῦντες λέγειν τὰ αὐτὰ λέγουσι, καθόσον τὰ ἀνάλογον λαμβάνουσι. δυοῖν γὰρ οὐσῶν συστοιχιῶν ἀντικειμένων τῆς μὲν κρείττονος, ἐν ᾗ ἡ φιλία καὶ περιττὸν καὶ ὑπεροχὴ καὶ μέγα καὶ μανὸν καὶ θερμόν, τῆς δὲ χείρονος, ἐν ᾗ τὰ ἐναντία τούτων, ἐκ τῆς αὐτῆς συστοιχίας, τῆς κρείττονος τὰ κρείττονα, πάντες τῆς οἰκείας ἀντιθέσεως λαμβάνουσι, καὶ ἐκ τῆς χείρονος τὰ χείρονα,3 εἰ καὶ οἱ μὲν ὁλικωτέρας καὶ περιεχούσας ἀντιθέσεις λαμβάνουσιν, οἱ δὲ μερικωτέρας καὶ περιεχομένας. ὑπεροχὴ γὰρ καὶ ἔλλειψις περιεκτικὰ μεγάλου καὶ μικροῦ καὶ ταῦτα μανοῦ καὶ πυκνοῦ καὶ ταῦτα θερμοῦ καὶ ψυχροῦ. ἀνάλογον δὲ ἔχει πρὸς ἄλληλα· ὡς γὰρ ὑπεροχὴ πρὸς ἔλλειψιν, οὕτως μέγα πρὸς μικρὸν καὶ μανὸν πρὸς πυκνὸν καὶ θερμὸν πρὸς ψυχρόν. καὶ δῆλον ὅτι βέλτιον μὲν λέγουσιν οἱ τὰ πρότερα καὶ περιεκτικώτερα τιθέντες ἀρχάς, χεῖρον δὲ οἱ τὰ περιεχόμενα καὶ προσεχέστερα· κἂν γὰρ ἄλλων ὦσιν ἀρχαὶ ταῦτα, ἀλλὰ καὶ ἀπ’ ἀρχῶν εἰσι. γνωριμώτερα δὲ κατὰ μὲν τὸν λόγον λέγουσιν οἱ τὰ νοητὰ καὶ ὁλικώτερα καὶ περιεκτικώτερα τιθέντες, γνωριμώτερα δὲ κατὰ τὴν αἴσθησιν οἱ τὰ αἰσθητὰ καὶ μερικώτερα καὶ περιεχόμενα, διότι τὸ μὲν καθόλου λόγῳ ληπτόν ἐστι, τὸ δὲ καθέκαστα αἰσθήσει. πῶς δὲ τὸ μὲν μέγα καὶ τὸ μικρὸν καθόλου καὶ κατὰ λόγον ἀρχὰς εἶναί φησι, τὸ δὲ μανὸν καὶ τὸ πυκνὸν τῶν καθέκαστον καὶ κατὰ τὴν αἴσθησιν; καὶ γὰρ ἑκάτερον τούτων καὶ καθόλου ἐστὶ καὶ καθέκαστον. ἢ ὅτι τὸ μὲν μανὸν καὶ πυκνὸν φυσικώτερα καὶ ὑλικώτερα ὄντα ὥσπερ καὶ τὸ θερμὸν καὶ ψυχρὸν αἰσθητὰ μᾶλλόν ἐστι καὶ διὰ τοῦτο καὶ καθέκαστα, τὸ δὲ μέγα καὶ μικρὸν ἀυλότερα μᾶλλον ὡς καὶ ἐπὶ ἀσωμάτων θεωρούμενα καὶ διὰ τοῦτο καθολικώτερά τε καὶ λόγῳ μᾶλλόν ἐστι γνωστά.

事实上,他在《论生成与消灭》中将热依汇聚性来规定,视其为汇聚同类者。然而热并不被那些事物所分有。而亚历山大则称,这些事物中较为形式性的起包容作用,较为质料性的被包容,他在前述对立中称热、干、奇数、友爱为较为形式性的,而将与这些相对立者称为较为质料性的。然而,[亚里士多德]说有些人取在先且包容的事物,另一些人取在后且被包容的事物,而并无人说过热与干,也无另一人再说过冷与湿,而是〔他们〕同时说出相对立的事物。因为只有这样他们才是在将对立者说成本原,而不是按那种方式;所有这些事物共通地具有对立的本性,但由于一些是在先的、一些是在后的而彼此相异。 因此,这些观点的倡导者既说着相同的话,又说着不同的话:就表象而言是不同的话,因为有人说争斗与友爱,有人说热与冷,另有人说各种对立中的另一种;然而,尽管看似说着不同的话,只要他们所取的是成比例的事物,他们说的就是相同的话。因为既然存在两个相对立的平行系列,一个是较优的系列,其中有友爱、奇数、过度、大、稀、热,另一个是较劣的系列,其中有与这些相对立者,所以所有人都在其各自特定的对立中,从同一系列中、从较优系列中取较优者,从较劣系列中取较劣者,即使有些人取的是更为普遍和包容的对立,而另一些人取的是更为个别和被包容的对立。因为过度与不及包容着大与小,而后者又包容着稀与密,后者又包容着热与冷。并且它们彼此之间具有比例关系:因为正如过度相对于不及,大也相对于小,稀也相对于密,热也相对于冷。显然,将先在且更具包容性的事物设为本原的人说得更好,而将受包容且更为切近的事物设为本原的人说得较逊色;因为即使这些是其他事物的本原,它们自身也是出自诸本原的。而将理知的、更为普遍和包容的事物设为本原的人,所说的是依理性更为可知者;将感觉的、更为个别和受包容的事物设为本原的人,所说的是依感觉更为可知者,因为普遍者是依理性可把握的,而个别事物是依感觉可把握的。 然而,他怎么会说大与小是普遍且依理性的本原,而稀与密属于个别事物且依感觉呢?因为这每一组事物既是普遍的,又是个别的。抑或这是因为,稀与密作为更属自然学和更为质料性的事物,正如热与冷一样,更具感觉性,因此也是个别事物;而大与小因在非物体之物上也被观照,因而更为非质料性,正因如此也更为普遍,且更易依理性被认知?

语法注3 条
  1. 1.43οὐ μέντοι ὑπ’ ἐκείνων μετέχεται.

    省略的主语是前句的宾语 τὸ θερμόν,而 ἐκείνων 指的是前一语段末尾提及的理知本原(争斗、友爱、奇数、偶数)。这是一个被动结构,承接上文指出不是热被那些理知事物分有,而是热分有它们。

  2. 1.43καίτοι τοὺς μὲν τὰ πρότερα καὶ περιέχοντα λαμβάνειν φησί, τοὺς δὲ τὰ ὕστερα καὶ περιεχόμενα, οὐδενὸς θερμὸν καὶ ξηρὸν εἰπόντος, οὐδὲ ἄλλου πάλιν ψυχρὸν καὶ ὑγρόν, ἀλλὰ τὰ ἀντικείμενα ἅμα.

    句子的核心骨架是 καίτοι ... φησί 引出带不定式的宾格从句 τοὺς μὲν ... λαμβάνειν,后接表示情况说明的属格独立结构 οὐδενὸς ... εἰπόντος ... ἀλλὰ τὰ ἀντικείμενα ἅμα。辛普里丘在此反驳亚历山大:哲学家们并未把热与干(形式者)或冷与湿(质料者)组合,而是同时提出相互对立的两项作为本原。

  3. 1.43δυοῖν γὰρ οὐσῶν συστοιχιῶν ἀντικειμένων τῆς μὲν κρείττονος ... τῆς δὲ χείρονος ... ἐκ τῆς αὐτῆς συστοιχίας, τῆς κρείττονος τὰ κρείττονα, πάντες τῆς οἰκείας ἀντιθέσεως λαμβάνουσι, καὶ ἐκ τῆς χείρονος τὰ χείρονα

    结构由属格独立结构 δυοῖν ... οὐσῶν συστοιχιῶν ἀντικειμένων 开始,其内部由同格属格 τῆς μὲν κρείττονος ... τῆς δὲ χείρονος 细分。主句是 πάντες ... λαμβάνουσι,其宾语为受部分属格 τῆς οἰκείας ἀντιθέσεως(属于各自特有对立中的)修饰的宾格 τὰ κρείττονα 与 τὰ χείρονα。

翻译:Gemini 3.8 Flash・中文译文与原文无修订urn:cts:greekLit:tlg4013.tlg004.humanitext-grc1:189.17-190.20