← 辛普里丘

亚里士多德《物理学》注释

§18.5-19.25

普遍认识的三重层次与自然学论证的性质

辛普里丘将对普遍与共同之物的认识划分为大众的抽象、哲学家的理智统摄以及中间性的定义认知三个层次,并援引亚历山大的见解,探讨了自然学论证基于征象而非严格演绎的性质,以及为何本性上次序在先的普遍在亚里斯多德笔下会被视作不清晰且在后的难问。

显示 ▾
显示
译文
字体
AI ↗
← 上一节下一节 →
§1.2#3

καὶ γὰρ τὸ καθόλου οἱ μὲν πολλοὶ κατὰ τὸ κοινὸν νοοῦσι τὸ ἐν τοῖς κατὰ μέρος ἐξ ἀφαιρέσεως αὐτοῦ ψιλὴν τὴν ἰδιότητα λαμβάνοντες προλάμπουσαν μᾶλλον διὰ τὸ ἐπικρατεῖν τῶν διαφορῶν τὴν κοινότητα, οἱ δὲ τὴν ὅλην αὐτοῦ τῶν κατὰ μέρος περίληψιν καὶ τὴν διὰ πάντων δίιξιν καὶ τὴν τὰς διαφορὰς συνῃρηκυῖαν κοινότητα νοερῶς συναιροῦσι· καὶ τὸ ὄνομα δὲ ἀκούσας τὸ τοῦ ἀνθρώπου εἰ τύχοι ὁ μὲν πολὺς εἰς τὴν ὁλοσχερῆ φαντασίαν ἀποφέρεται, ὁ δὲ φιλόσοφος τὸν ὁρισμὸν ἐν ἁπλότητι μιᾷ συναιρεῖ, ὥστε ἡνωμένον τὸ τοῦ ὁρισμοῦ πλῆθος νοῆσαι καὶ ἅμα τὸ πλῆθος καὶ τὸ ἓν λαβεῖν· ὅπερ ἴδιον ἐπιστήμης, ὃ καὶ ὁ ἐν Θεαιτήτῳ Σωκράτης ᾐνίξατο· * * * [ἡ δὲ κατὰ τὸν ὁρισμὸν καὶ ἡ διὰ τῶν στοιχείων] γνῶσις μέση τίς ἐστιν ἀμφοῖν διανοητικὴ μᾶλλον οὖσα ἢ καὶ δοξαστική, καὶ τῆς μὲν χείρονος κατὰ τὸ ἀκριβὲς ὑπερέχουσα, τῆς δὲ κρείττονος ἀπολειπομένη κατὰ τὸ διῃρημένον καὶ ἢ μᾶλλον ἢ ἧττον κεχηνός. οὕτω δὲ καὶ τῶν κοινῶν ἡ γνῶσις ἡ μὲν ὁλοσχερὴς προτρέχει τῆς κατὰ τὰς διαφορὰς διαρθρώσεως, ἡ δὲ ἀκριβὴς ἐπιγίνεται συναιροῦσα ἐν τῇ κοινότητι τὰς διαφοράς. ὅταν οὖν ὁ Ἀριστοτέλης τὴν τῶν κοινῶν γνῶσιν πρώτην μὲν ὡς πρὸς ἡμᾶς, ὑστέραν δὲ τῇ φύσει λέγῃ, τὴν ὁλοσχερῆ ταύτην φησὶ τὴν ἐξ ἀφαιρέσεως τῆς κοινότητος ψιλῆς γινομένην, ἥτις οὐδὲ ὑφέστηκε καθ’ ἑαυτήν. Τρίτον δ’ ἐφιστάνειν ἄξιον, ὁποία τίς ἐστιν ἡ περὶ τῶν φυσικῶν πραγμάτων ἀπόδειξις. εἰ γὰρ τὸ μὲν εἰδέναι τι περὶ τῶν φυσικῶν πραγμάτων ὑπάρχει τοῖς τὰς ἀρχὰς καὶ τὰ αἴτια τῶν φυσικῶν ἐγνωκόσι, ταύτας δὲ ἐκ τῶν συνθέτων ἤδη καὶ συγκεχυμένων εὑρίσκομεν, ἅπερ οὐκ ἔστιν ἀκριβῶς γνῶναι μὴ τῶν αἰτίων ἐγνωσμένων ἀκριβῶς, δῆλον ὅτι τεκμηριώδης ἐστὶν ἡ γνῶσις ἡ περὶ τῶν ἀρχῶν ἀλλ’ οὐκ ἀποδεικτική. καὶ καλῶς ὁ Πλάτων τὴν φυσιολογίαν εἰκοτολογίαν ἔλεγεν εἶναι, ᾧ καὶ Ἀριστοτέλης συμμαρτυρεῖ τὴν κυρίως ἀπόδειξιν ἐξ ἀμέσων καὶ αὐτοπίστων ἀρχῶν καὶ ἐκ τῶν κυρίως αἰτίων καὶ τῇ φύσει προτέρων εἶναι βουλόμενος. ἀλλ’ οὐκ ἀτιμαστέον διὰ τοῦτο φυσιολογίαν, ἀλλ’ ἀρκεῖσθαι χρὴ τῷ κατὰ τὴν ἡμετέραν φύσιν καὶ δύναμιν, ὡς καὶ Θεοφράστῳ δοκεῖ. Τέταρτον δὲ πρὸς τοῖς εἰρημένοις ἄξιον ζητεῖν, πῶς τὰ κοινὰ σαφέστερα μὲν ὡς πρὸς ἡμᾶς, ἀσαφέστερα δὲ τῇ φύσει λέγει ὁ Ἀριστοτέλης. εἰ γὰρ ἀσαφέστερα τῇ φύσει, δῆλον ὅτι καὶ πορρώτερα καὶ ὕστερα ἔσται τῇ φύσει. καίτοι συναναιρεῖ μὲν τὰ κοινά, οὐ συναναιρεῖται δὲ ὅπερ χαρακτηρίζειν τὰ φύσει πρότερά φαμεν. καὶ ὅ γε Ἀφροδισιεὺς Ἀλέξανδρος ὁμολογεῖ τὸ κοινὸν καὶ καθόλου τῇ φύσει πρότερον εἶναι τῶν ὑπ’ αὐτὸ ὡς τὸ ζῷον τοῦ ἀνθρώπου τῷ συναναιρεῖν μέν, μὴ συναναιρεῖσθαι δέ.1 καὶ τοῦτο μὲν μετρίως ὁ Ἀλέξανδρός φησιν· εἰπὼν δὲ ὅτι “τὸ καθόλου τῇ φύσει πρῶτόν ἐστιν” ἐπάγει “οὐ μὴν καὶ κυρίως πρῶτον, ὅτι μηδὲ οὐσία· καὶ διὰ τοῦτο ἡ τῶν κοινῶν γνῶσίς τινος ὑστέρα τῆς διὰ τῶν οἰκείων, εἴ γε πρῶτα ἐν ἑκάστῳ τὰ τὴν οἰκείαν φύσιν δηλοῦντα”. καίτοι θαυμάσειεν ἄν τις, πῶς τὸ τῇ φύσει πρῶτον οὐ κυρίως πρῶτόν ἐστι. μήποτε οὖν ὥσπερ τοῦ ὅλου καὶ συνθέτου τὰ στοιχεῖα καὶ τὰ μέρη πρότερα τῇ φύσει φησὶν ὁ Ἀριστοτέλης πρῶτα πρὸς ἡμᾶς τὰ σύνθετα λέγων ὡς συγκεχυμένα καὶ αἰσθήσει ληπτά, οὕτω καὶ κοινὰ τὰ ὑστερογενῆ καὶ ἐξ ἀφαιρέσεως λαμβάνει,2 ἅπερ οὐ συναναιρεῖ κυρίως τὰ κατὰ μέρος,3 ὡς ἰδιότητες ψιλαὶ λαμβανόμεναι, ἀλλ’ οὐχ ὡς περιοχαὶ τῶν κατὰ μέρος. τοῦτο μὲν οὖν εἴ τις δύναιτο καὶ πιθανώτερον ἀπολογιζέσθω. ἐπειδὴ δὲ ἀπὸ τῶν κοινῶν καὶ συνθέτων καὶ ἡμῖν σαφεστέρων ἐπὶ τὰς ἀρχὰς τῶν φυσικῶν φησι δεῖν ἀνατρέχειν ὁ Ἀριστοτέλης, ἄξιον ζητεῖν τίνα μέν ἐστι τὰ κοινά, τίνα δὲ τὰ τῇ φύσει πρότερα, ἅπερ καὶ ἀρχαὶ τῶν φυσικῶν εἰσιν. ὁ μὲν οὖν Ἀλέξανδρος “πρῶτον μέν, φησί, δείξει ὅτι πλείους αἱ ἀρχαὶ καὶ οὔτε μία οὔτε ἄπειροι, εἶτα ὅτι δεῖ καὶ ἐναντίωσιν ἐν αὐταῖς εἶναι καὶ τῇ ἐναντιώσει τι ὑποκεῖσθαι, ἀφ’ ὧν κοινῶν ὄντων μετελθὼν δείξει καὶ τίνες εἰσὶν αὗται· ὁ γὰρ ἐκεῖνα εἰδὼς οὐδέπω τὰς ἀρχὰς τίνες εἰσὶν οἶδεν”. ἀλλ’ ἐπιστῆσαι ἄξιον.

因为关于普遍,大众也是依照具体个别之物中的共同特征来理解它的,他们通过抽象获取其单纯的特有性质,这一性质由于共同性盖过差异性而显得更为鲜明;而[哲学家们]则在理智上统摄它对具体个别之物的全部包容、它对一切事物的贯通,以及统摄了诸差异的共同性;例如当听到“人”这个名称时,常人会偏向粗略的表象,而哲学家则在单一的单纯性中统摄其定义,从而将定义的多数性理解为统一之物,并同时把握其多数性与单一性——这正是科学知识所特有的,也是《泰阿泰德》中的苏格拉底所暗示的;[……依定义的认识以及通过要素的认识]是介于两者之间的某种认识,更多是推论性的乃至意见性的,它在精确性上胜过较劣的一方,却在被分割以及或多或少有所松弛涣散这一层面上逊于较优的一方。同样,关于共同之物的认识,粗略的一类先行于依差异的分节,而精确的一类则随后产生,并在共同性中统摄诸差异。因此,当亚里斯多德说关于共同之物的认识对我们而言在先、在本性上在后时,他所指的是通过抽象出单纯共同性而产生的这一粗略认识,而这种共同性自身甚至并不独立实存。第三,值得注意的是,关于自然事物的论证究竟属于何种性质。因为即使对自然事物有所认知属于那些已经认识了自然事物的本原和原因的人,但我们却是从已经复合且混杂的事物中发现这些[本原]的,而倘若没有精确认识原因,便不可能精确认识这些[复合且混杂的事物],由此显而易见,关于本原的认识乃是基于征象的,而非论证性的。柏拉图称自然学为盖然的言辞是恰当的,亚里斯多德对此亦表赞同,因为他主张本义上的论证应当出自直接且自明的本原,出自本义上的、本性上次序在先的原因。然而不可因此贬低自然学,而应当满足于符合我们本性与能力之物,正如泰奥弗拉斯托斯也认为的那样。第四,在上述内容之外值得探究的是,亚里斯多德何以说共同之物对我们而言更为清晰、在本性上却更为不清晰。因为如果它们在本性上更为不清晰,显然它们在本性上也将更为疏远且次序在后。然而,共同之物连带毁灭〔他物〕却不被连带毁灭,而这正是我们所说表征本性上次序在先之物的特征。阿芙洛狄西亚的亚历山大至少承认,共同之物与普遍因其连带毁灭〔他物〕却不被连带毁灭,在本性上次序先于其下的事物,正如动物之于人一样。亚历山大这一说法尚属持平;但他在说“普遍在本性上是第一的”之后,又补充道:“然而并非本义上的第一,因为它甚至不是实体;因此通过共同之物对某物的认识,次序在后于通过固有特征的认识,只要在每个事物中,揭示其固有本性的特征才是第一的。”然而人们可能会奇怪,本性上第一之物何以不是本义上的第一。难道不是正如亚里斯多德对于整体和复合体说其要素和部分在本性上次序在先、并称复合体因混杂且可通过感觉把握而对我们而言次序在先一样,他也将共同之物理解为后生的且由抽象产生之物吗?这些事物作为被把握的单纯特有性质、而非作为具体个别之物的包容范围,并不严格地连带毁灭具体个别之物。关于这一点,若有人能提出更有说服力的辩护,便由他去辩护吧。既然亚里斯多德说应当从共同的、复合的、对我们而言更为清晰的事物回溯到自然事物的本原,那么便值得探究何为共同之物,何为本性上次序在先之物(即自然事物的本原)。亚历山大于是说:“首先,他将表明本原是多数的,既非单一亦非无限;其次,表明在它们之中必须存在相反对立,且在相反对立之下必须有某种承载者;从这些作为共同之物的前提出发,他进而将表明这些本原究竟是什么;因为知晓前述内容的人尚未知晓本原究竟是什么。”然而,这是值得注意的。

语法注3 条
  1. 1.2τῷ συναναιρεῖν μέν, μὴ συναναιρεῖσθαι δέ

    带冠词的与格不定词,表示原因或方面,为主句中的 τῇ φύσει πρότερον εἶναι τῶν ὑπ’ αὐτό(“在本性上次序先于其下的事物”)提供判断标准与根据。它指代“本性上次序在先”的标准逻辑判定准则:某一事物(普遍/共相)若被毁灭,则下位事物亦随之同归于尽,但个别事物被毁灭时,普遍自身却并不同时归于尽。

  2. 1.2μήποτε οὖν ὥσπερ τοῦ ὅλου καὶ συνθέτου τὰ στοιχεῖα καὶ τὰ μέρη πρότερα τῇ φύσει φησὶν ὁ Ἀριστοτέλης πρῶτα πρὸς ἡμᾶς τὰ σύνθετα λέγων ὡς συγκεχυμένα καὶ αἰσθήσει ληπτά, οὕτω καὶ κοινὰ τὰ ὑστερογενῆ καὶ ἐξ ἀφαιρέσεως λαμβάνει

    小词 μήποτε 搭配直说语气动词 λαμβάνει,引出委婉的推测或尝试性的论断(“难道不是……”)。由 ὥσπερ 引导的分句(关于要素与复合体的关系)与 οὕτω 引导的分句(关于共同概念的理解)相互呼应,正如紧随其后的 τοῦτο μὲν οὖν εἴ τις δύναιτο καὶ πιθανώτερον ἀπολογιζέσθω 所表明的,这构成了注释家自身对前述疑难给出的暂定解决方案。

  3. 1.2ὡς ἰδιότητες ψιλαὶ λαμβανόμεναι, ἀλλ’ οὐχ ὡς περιοχαὶ τῶν κατὰ μέρος

    分词 λαμβανόμεναι 为主格阴性复数,受其前面的表语名词 ἰδιότητες 吸引而发生性数一致,但在意义上的真正主语是前面的中性关系代词 ἅπερ(其先行词为 κοινὰ τὰ ὑστερογενῆ)。此处表达了通过抽象所把握的共同特征的存在方式:它不是作为包容各个个别之物的范围,而是作为脱离个别之物的单纯特有属性被理解的。

翻译:Gemini 3.8 Flash・中文译文与原文无修订urn:cts:greekLit:tlg4013.tlg004.humanitext-grc1:18.5-19.25