← 辛普里丘

亚里士多德《物理学》注释

§187.28-189.17

早期自然哲学家确立对立本原的差异

针对《物理学》第1卷第5章(188b26–188b30)中亚里士多德论述早期自然哲学家虽一致将对立者作为本原但在采用本性上在先/理性可知者或在后/感觉可知者上存在差异的段落,辛普里丘解释了相关语句的语法结构,考订了具体对立范例的学派归属,并探讨了理知对立者与感觉对立者之间的包容关系。

显示 ▾
显示
译文
字体
AI ↗
← 上一节下一节 →
§1.42

" Μέχρι μὲν οὖν ἐπὶ τοσοῦτον σχεδὸν συνηκολουθήκασι καὶ τῶν ἄλλων οἱ πλεῖστοι ἕως τοῦ ὥσπερ ὑπ’ αὐτῆς τῆς ἀληθείας ἀναγκασθέντες." Μέχρι τοῦ ἐν ταῖς ἀρχαῖς τὰ ἐναντία τιθέναι σχεδὸν συνηκολουθήκασι καὶ τῶν ἄλλων φυσικῶν οἱ πλεῖστοι. τὸ δὲ σχεδὸν ἢ πρὸς τὸ οἱ πλεῖστοι δι’ εὐλάβειαν φιλόσοφον πρόσκειται ἢ πρὸς τὸ συνηκολουθήκασιν,1 ὅτι οὐχ ἁπλῶς οὐδὲ ἐκεῖνοι τὰ ἐναντία ὡς ἐναντία ἔλεγον ἀρχάς, ἀλλ’ ἅπερ ἔλεγον, ταῦτα ἐναντία ἦν, ὡς φῶς καὶ σκότος καὶ νεῖκος καὶ φιλία καὶ σύγκρισις καὶ διάκρισις καὶ τὰ τοιαῦτα. δηλοῖ δὲ μάλιστα τὴν αὐτοφυῆ τοῦ δόγματος ἀλήθειαν καὶ τὴν κατὰ τὰς κοινὰς ἐννοίας προειλημμένην πεποίθησιν τὸ καὶ ἄνευ λόγου, τουτέστιν ἄνευ ἀποδεικτικῆς αἰτίας, λέγοντας αὐτοὺς ὅμως οὕτως λέγειν2 ὥσπερ ὑπ’ αὐτῆς τῆς ἀληθείας ἐναγομένους. ἡμεῖς μὲν γὰρ καὶ τὴν αἰτίαν προστεθείκαμεν ὑποδείξαντες, ὅτι οὐ τὸ τυχὸν ἐκ τοῦ τυχόντος γίνεται, ἀλλὰ 〈τὸ ἐναντίον〉 ἐκ τοῦ ἐναντίου. καὶ διὰ τοῦτο τὰ φύσει γινόμενα ἢ ἐναντία ἐστὶν ἢ ἐξ ἐναντίων. ἐκεῖνοι δὲ καὶ τὴν αἰτίαν οὐ συννοοῦντες ἢ οὐ προστιθέντες ὅμως τὰ αὐτὰ λέγουσιν.

“因此直到如此程度,其他的大多数人几乎也都追随了”至“宛如被真理自身所迫”。 直到将对立者置于本原之中这一步,其他自然哲学家中的大多数人也几乎都追随了。这个“几乎”一词,要么是出于哲学的谨慎而附加在“大多数人”之上,要么是附加在“追随了”之上,因为那些人也并未简单地将作为对立者的对立者说成本原,而是他们所说的事物本身就是对立的,如光明与黑暗、争斗与友爱、结合与分离以及诸如此类者。而最能表明这一学说的自发真理性以及按照共同观念预先把握之确信的,乃是他们即使在没有论证说明,亦即没有证明性原因的情况下表述,却依然如此表述,宛如被真理自身所驱使。因为我们还补充了原因,指出了并非偶然之物从偶然之物生成,而是相反者从相反者生成。正因如此,本性上生成的事物要么是对立者,要么出于对立者。而那些人即使并未一同领悟原因或并未补充原因,却依然说着相同的话。

§1.43#1

"Διαφέρουσι δὲ ἀλλήλων ἕως τοῦ τὸ δὲ μανὸν καὶ τὸ πυκνὸν τῶν καθέκαστον κατὰ τὴν αἴσθησιν." Δείξας τὴν τῶν παλαιῶν φυσιολόγων περὶ τὰς ἀρχὰς συμφωνίαν κατὰ τὸ ἐναντίας αὐτὰς τίθεσθαι γινομένην, ἐπειδὴ τοῖς πολλοῖς διαφωνεῖν δοκοῦσι πρὸς ἀλλήλους ἄλλος ἄλλο τι λέγων τὴν ἀρχήν, καὶ τὴν διαφορὰν αὐτῶν παραδίδωσι. καὶ ὅπως εἰς συμφωνίαν καὶ αὕτη περιάγεται, καλῶς καὶ σαφῶς ἐπιδείκνυσι. καὶ τὴν μὲν διαφορὰν δηλοῖ τοὺς μὲν πρότερα τῇ φύσει τοὺς δὲ ὕστερα λαμβάνειν εἰπών, καὶ τοὺς μὲν γνωριμώτερα κατὰ τὸν λόγον, τοὺς δὲ κατὰ τὴν αἴσθησιν ἤτοι τὰ αὐτὰ λέγων τά τε πρότερα τῇ φύσει καὶ τὰ γνωριμώτερα κατὰ τὸν λόγον, καὶ αὖ πάλιν τὰ ὕστερα τῇ φύσει καὶ κατὰ τὴν αἴσθησιν γνωριμώτερα. καὶ τῶν παραδειγμάτων τὸ μὲν περιττὸν καὶ ἄρτιον καὶ νεῖκος καὶ φιλίαν ὡς πρότερα τῇ φύσει, καὶ κατὰ τὸν λόγον ἀλλ’ οὐχὶ κατὰ τὴν αἴσθησιν γνωριμώτερα τοῖς προτέροις προσήκοντα παρέθετο (νοητὰ γὰρ ταῦτα· διὸ καὶ Ἐμπεδοκλῆς περὶ φιλίας λέγων ἀλλὰ νόῳ δέρκου, φησί, μηδ’ ὄμμασιν ἧσο τεθηπώς), τὸ δὲ θερμὸν καὶ ψυχρὸν καὶ ὑγρὸν καὶ ξηρὸν ὡς ὕστερα τῇ φύσει καὶ κατὰ τὴν αἴσθησιν γνωριμώτερα τοῖς ὑστέροις ἀπένειμε. καὶ τὸ μὲν θερμὸν καὶ ψυχρὸν Παρμενίδης φησί, τὸ δὲ ὑγρὸν καὶ ξηρὸν Ἀλέξανδρος μὲν ἤτοι αὐτόν φησιν εἰρηκέναι τὸν τὸ θερμὸν καὶ ψυχρὸν εἰπόντα ἢ Ἐμπεδοκλέα πρὸς τῷ νείκει καὶ τῇ φιλίᾳ τὰ τέτταρα στοιχεῖα ἀρχὰς θέμενον. ὁ μέντοι Πορφύριος οἰκειότερον εἰς † Ἀναξιμένην τὴν δόξαν ἀνέπεμψε ταύτην εἰπόντα γῆ καὶ ὕδωρ πάντ’ ἐσθ’ ὅσα γίνοντ’ ἠδὲ φύονται. τὸ δὲ περιττὸν καὶ ἄρτιον ἀρχὰς οἱ Πυθαγόρειοι τίθενται, ὥσπερ τὸ νεῖκος καὶ τὴν φιλίαν μετὰ τῶν τεττάρων στοιχείων Ἐμπεδοκλῆς. μήποτε δὲ τῶν μὲν κατὰ τὸν λόγον γνωριμωτέρων καὶ τῶν πρὸς αἴσθησιν παραδείγματα τὰ εἰρημένα παρέθετο, τῶν δὲ προτέρων καὶ ὑστέρων οὐκέτι.3 πρότερα μὲν γὰρ δεῖ εἶναι τὰ ὁλικώτερα καὶ περιεκτικώτερα, ὕστερα δὲ τὰ μερικώτερα καὶ περιεχόμενα. τὰ δὲ ῥηθέντα οὐκ ἔχει οὕτως πρὸς ἄλληλα, ὥστε οὐκ ἂν ταύτῃ διαφέροι. ἢ ὅτι προείρηκεν ἤδη περὶ τῶν ἐναντίων τῶν κατὰ τὸ πρότερον καὶ ὕστερον διαφερόντων, ὅτε ἔλεγε “τὰ ἄλλα γεννῶσι πυκνότητι καὶ μανότητι πολλὰ ποιοῦντες. ταῦτα δέ ἐστιν ἐναντία, καθόλου δὲ ὑπεροχὴ καὶ ἔλλειψις. ὥσπερ τὸ μέγα φησὶ Πλάτων καὶ τὸ μικρόν”, εἰ μὴ ἄρα καὶ τούτων τὰ μὲν νοητὰ καὶ λόγῳ θεωρητὰ ὡς νεῖκος καὶ φιλία καὶ περιττὸν καὶ ἄρτιον περιέχειν λέγοιντο ἂν ἅτε ἐπὶ πάντα φθάνοντα τὰ ἄλλα, τὰ δὲ αἰσθητὰ καὶ ὑλικὰ ἅτε ὑπ’ ἐκεῖνα τεταγμένα καὶ μετέχοντα αὐτῶν περιεχόμενα. θερμὸν γὰρ καὶ ψυχρὸν καὶ ξηρὸν καὶ ὑγρὸν μετέχει νείκους καὶ φιλίας καὶ ἀρτίου καὶ περιττοῦ κατὰ ἕνωσιν καὶ διάκρισιν καὶ τὸ συγκριτικὸν καὶ διακριτικόν.

“但他们彼此相异”至“而稀与密则属于依感觉的个别事物”。 在指出了古代自然哲学家们关于本原的共识乃在于将本原设定为对立者之后,鉴于在多数人看来他们彼此互有分歧,因为每个人说的是不同的本原,[亚里士多德]也阐明了他们的相异之处。并且他极好且清晰地展示了这种相异之处如何也被引回到共识之中。他通过指出有些人取本性上在先者而另一些人取在后者,有些人取依理性更为可知者而另一些人取依感觉更为可知者,从而表明了这种相异;也就是说,本性上在先者与依理性更为可知者乃是同一的,而本性上在后者与依感觉更为可知者亦然。而在诸多例证中,他将奇数与偶数、争斗与友爱作为本性上在先且依理性而非依感觉更为可知者,归属于在先者提出(因为这些是理知之物;因此恩培多克勒在谈论友爱时也说:“但当用心灵观照,勿以双目呆坐凝视”);而将热与冷、湿与干作为本性上在后且依感觉更为可知者,分配给在后者。其中热与冷是巴门尼德所言,而关于湿与干,亚历山大要么认为就是谈论热与冷的那个人说的,要么认为是除了争斗与友爱之外还将四元素设为本原的恩培多克勒说的。然而波菲利更贴切地将这一观点归于阿那克西美尼,后者曾说“凡生成并生长者皆是土与水”。而毕达哥拉斯派将奇数与偶数设为本原,正如恩培多克勒将争斗与友爱与四元素一同设为本原一样。然而,也许他所提出的上述例证,乃是依理性更为可知者与针对感觉者的例证,而不再是在先者与在后者的例证。因为在先者必须是更为总体、更具包容性的,而在后者则是更为个别、被包容的。但上述事物彼此之间并不具有这样的关系,因此它们在这一方面并无不同。抑或这是因为,当他说“他们以密与稀产生其他事物,使之成为多数;而这些是对立者,总体而言是过度与不及,正如柏拉图所说的大与小”时,他已经谈论过了依在先与在后而区分的对立者?除非说,在这些例证中,那些理知的、依理性可观照者,如争斗与友爱、奇数与偶数,因其通达其他一切事物而可被称为包容者,而那些感觉的、质料的事物因被排列在它们之下并分有它们而被包容。因为热与冷、干与湿依结合与分离,以及依汇聚性与分离性,分有着争斗与友爱、偶数与奇数。

语法注3 条
  1. 1.42τὸ δὲ σχεδὸν ἢ πρὸς τὸ οἱ πλεῖστοι δι’ εὐλάβειαν φιλόσοφον πρόσκειται ἢ πρὸς τὸ συνηκολουθήκασιν

    此处提出了副词 σχεδόν(几乎)修饰指向的两种句法解读。短语 πρόσκειται πρός 搭配宾格是注疏文献中表示语词修饰或附加关系的惯用表达。此处既可以解释为:(1) 修饰 οἱ πλεῖστοι,出于哲学上的审慎表示“大多数人(并非所有人)”;也可以解释为:(2) 修饰动词 συνηκολουθήκασιν,表示他们只是“几乎跟从了”(即并非直截了当地将对立者本身作为对立者而言说,而是他们所说的恰好是对立者)。

  2. 1.42δηλοῖ δὲ μάλιστα τὴν αὐτοφυῆ τοῦ δόγματος ἀλήθειαν ... τὸ καὶ ἄνευ λόγου, τουτέστιν ἄνευ ἀποδεικτικῆς αἰτίας, λέγοντας αὐτοὺς ὅμως οὕτως λέγειν

    该句为一个谓宾倒置的长句,其基本句法结构为:谓语动词 δηλοῖ 及其并列宾语(τὴν ... ἀλήθειαν 与 τὴν ... πεποίθησιν)在先,而真正的主语是位于后面的带冠词不定式短语 τὸ ... λέγειν。该不定式的主格意义由带分词的宾格结构 λέγοντας αὐτούς 承担,意为“他们即使在没有论证说明的情况下表述,却依然如此表述这一事实表明了……”。

  3. 1.43μήποτε δὲ τῶν μὲν κατὰ τὸν λόγον γνωριμωτέρων καὶ τῶν πρὸς αἴσθησιν παραδείγματα τὰ εἰρημένα παρέθετο, τῶν δὲ προτέρων καὶ ὑστέρων οὐκέτι.

    μήποτε 与陈述式过去时动词 παρέθετο 连用,引导注疏者审慎的推测或反诘(“或许……并不是”)。在后半句 τῶν δὲ προτέρων καὶ ὑστέρων οὐκέτι 中,承前省略了动词及其宾语 παραδείγματα παρέθετο,整句意为“或许他提出的那些例证只是理性与感觉可知者的例证,而不再是[在先者与在后者的例证]”。

翻译:Gemini 3.8 Flash・中文译文与原文无修订urn:cts:greekLit:tlg4013.tlg004.humanitext-grc1:187.28-189.17