← 辛普里丘

亚里士多德《物理学》注释

§186.18-187.27

出于对立者与缺乏的生成及实体的受纳

辛普里丘通过作用与受作用的本性适宜性论证对立者何以相互生成,阐明生成首要地出于缺乏、兼而出于对立者。他还辨析了组合与秩序的区别,并评述了亚历山大关于个别实体缺乏相反者却能接受对立者的补充说明。

显示 ▾
显示
译文
字体
AI ↗
← 上一节下一节 →
§1.41#3

ἐκεῖ μὲν γὰρ ἐλέγετο μὴ γίνεσθαι ἐξ ἀλλήλων τὰ ἐναντία ὡς ἐξ ὕλης (οὐ γὰρ ὡς ἐξ ὑπάρχοντος τοῦ λευκοῦ γίνεται τὸ μέλαν, ὡς ἐκ τοῦ ξύλου ἡ κλίνη) ἢ μᾶλλον ὅτι οὐ γίνεται ἐξ ἀλλήλων ὡς ἀπὸ ποιητικῶν αἰτίων (οὐ γὰρ ποιητικὰ ἀλλήλων τὰ ἐναντία)· ἐνταῦθα δὲ ὅτι τοῦ ἐναντίου ἐκστάντος εἴδους ἐκ τοῦ ὑποκειμένου ἐπιγίνεται τὸ ἐναντίον ἐκείνῳ εἶδος ἀπὸ τοῦ ποιοῦντος. ἀλλ’ ὅτι μὲν οὐδὲν πέφυκε ποιεῖν εἰς τὸ τυχὸν οὐδὲ πάσχειν ὑπὸ τοῦ τυχόντος, ἔστω δῆλον· πόθεν δὲ δῆλον ὅτι τὰ ἐναντία ἐστὶ τὰ πεφυκότα ποιεῖν εἰς ἄλληλα καὶ πάσχειν ὑπ’ ἀλλήλων; καὶ γὰρ ψυχὴ ὑπὸ θεοῦ ἐλλάμπεσθαι λέγεται, ἀλλ’ οὐκ ἐναντία οὖσα ὑπ’ ἐναντίου· ἢ ὡς ἐνδεὴς ὑπὸ πλήρους πάσχει καὶ αὐτὴ καὶ μεταβάλλει ἀπὸ τοῦ ἀθέου εἰς τὸ ἔνθεον. ὅλως δὲ πᾶν τὸ γινόμενον οὐκ ἔστιν ὅπερ γίνεται· οὐ γὰρ ἂν ἐγίνετο. ὥστε ἐκ μὴ τοιούτου γίνεται οὐ παντός, ἀλλὰ τοῦ πεφυκότος. πέφυκε δὲ τὸ αὐτὸ τῶν ἀντικειμένων εἶναι δεκτικόν. θερμοῦ γὰρ καὶ ψυχροῦ τὸ αὐτὸ σῶμα δεκτικόν ἐστι καὶ λευκοῦ καὶ μέλανος καὶ ἡ αὐτὴ ψυχὴ μουσικῆς καὶ ἀμουσίας. πότε οὖν ἡ ψυχὴ πέφυκεν εἰς τὸ μουσικὸν μεταβάλλειν; ἆρα ὅταν μουσική ἐστιν; οὐδαμῶς. οὐκοῦν ὅταν μὴ μουσική, πέφυκε δὲ μουσικὴ γίνεσθαι. καὶ τὸ σῶμα πότε γίνεται λευκόν; ἆρα ὅταν λευκόν ἐστιν; οὐδαμῶς. ἀλλ’ ὅταν μὴ λευκὸν μέν, πεφυκὸς δὲ λευκὸν γίνεσθαι † ὅτι. εἰ οὖν τὸ πεφυκὸς τοῦτό ἐστι τὸ τῶν ἐναντίων δεκτικόν, μὴ ἔχει δὲ ἐκεῖνο ὃ λέγεται γίνεσθαι, δῆλον ὅτι τὸ ἀντικείμενον αὐτῷ ἔχει ἢ τὸ μεταξύ, καὶ ἀπ’ ἐκείνου μεταβάλλει εἰς ὃ γίνεται. καὶ προηγουμένως μὲν ἐκ τοῦ μὴ τοιούτου πεφυκότος δὲ ἡ γένεσις. διὸ ἀπὸ στερήσεως εἰς ἕξιν ἡ μεταβολή, ἤδη δὲ καὶ ἐκ τοῦ ἐναντίου, καθόσον καὶ τοῦτο μὴ τοιοῦτον καὶ πεφυκός ἐστι, καὶ ὅλως ἐκ τοῦ ἀντικειμένου καθ’ ὁποιανοῦν ἀντίθεσιν. οὐ γὰρ ἀνάγκη τὸ λευκὸν ἐκ μέλανος καθὸ μέλαν γίνεσθαι, ἀλλ’ ἐκ μὴ λευκοῦ, πεφυκότος δὲ λευκοῦ γίνεσθαι. τὸ δὲ πρὸς τὸ λευκὸν πεφυκὸς καὶ πρὸς τὸ μέλαν πέφυκεν, ὥστε ὅταν μὴ ᾖ λευκόν, ἢ μέλαν ἢ τὸ μεταξύ ἐστι καὶ διὰ τοῦτο ἐκ μέλανος ἢ τοῦ μεταξύ. ἐξ οὗ δὲ γίνεται τι, εἰς ἐκεῖνο καὶ φθείρεται. Ἐπιστῆσαι δὲ χρὴ ὅτι ἄλλο μέν ἐστι σύνθεσις ἄλλο δὲ τάξις· καὶ ἡ μὲν σύνθεσις ἐπὶ τῶν σύνθεσιν ἐχόντων λέγεται μετ’ ἀλλήλων, πλησιασμός τις οὖσα τῶν κειμένων εὐάρμοστος, κἂν μηδεμία τάξις ὑπάρχῃ, ὡς1 ἐπὶ ξύλων ὅταν μὴ μέλῃ τῷ συντιθέντι, τί πρῶτον ἢ τί δεύτερον, εἰ μόνον συναρμόζοιντο. ἡ δὲ τάξις λέγεται μὲν καὶ ἐπὶ τῶν θέσιν ἐχόντων (ἐν τάξει γὰρ δεῖ κεῖσθαι τὰ τοῦ ἀνδριάντος μέρη, ὥστε τὰ μὲν πρῶτα τὰ δὲ δεύτερα εἶναι τὰ δὲ ἐφεξῆς), λέγεται δὲ καὶ ἐπὶ τῶν μὴ ἐχόντων θέσιν ὡς ἐπὶ τῶν ἀριθμῶν. πρώτη γὰρ τέτακται ἡ μονὰς τῆς δυάδος. οὐδεμία δὲ ἢ τεχνικὴ ἢ φυσικὴ σύνθεσις ἄνευ τάξεώς ἐστι. κἂν λέγῃ οὖν καὶ ἕκαστον τούτων τὰ μὲν τάξις, τὰ δὲ σύνθεσίς τίς ἐστιν, οὕτως λέγει ὡς καὶ τῆς οἰκίας καὶ τοῦ ἀνδριάντος κατὰ μέν τι τάξεως κατὰ δέ τι συνθέσεως μετεχόντων, ἀλλ’ οὐχὶ τῆς μὲν οἰκίας κατὰ μόνην σύνθεσιν ὑφισταμένης, τοῦ δὲ ἀνδριάντος κατὰ μόνην τάξιν. καλῶς δὲ ὁ Ἀλέξανδρος ἐπέστησεν, ὅτι “ᾧ μηδέν ἐστιν ἐναντίον ἢ μὴ ἔστι τῶν ἐναντίων δεκτικόν,2 τοῦτο ἀγένητον ἂν εἴη” καλῶς προσθεὶς τὸ δεύτερον διὰ τὴν ἄτομον οἶμαι οὐσίαν. ταύτῃ γὰρ ἐναντίον μὲν οὐδέν ἐστι, τῶν δὲ ἐναντίων ἐστὶ δεκτική. καὶ διὰ τοῦτο οὐ μόνον τὸ εἶδος, ἀλλὰ καὶ τὴν στέρησιν τοῦ εἴδους δέχεται.

因为在先前的段落中所说的是对立者并不作为质料而相互生成(因为黑并不是从作为现存者的白中生成的,如同床从木料中生成那样),或者更确切地说是指并不作为动因而相互生成(因为对立者并非互为动因);而在这里则是指,当相反的形式从基质中退出时,与其相反的形式便由作用者生起。但是,没有任何事物本性适宜于对偶然之物起作用,也没有任何事物本性适宜于受偶然之物的作用,这一点就当是明了的吧;然而,何以见得相互起作用和相互受作用的适宜者乃是对立者呢?因为人们确实也说灵魂由神所照亮,但灵魂并非作为对立者而受对立者的作用;抑或灵魂自身也是作为欠缺者受充满者的作用,从而由无神的状态转变为有神灵的状态?但总之,凡生成之物皆非其现正生成者,否则它就不会生成了。因此,它生成于并非如此之物,不是出于任何偶然之物,而是出于本性适宜者。而同一事物本性适宜于接受相对立的事物。因为同一物体适宜于接受热与冷、白与黑,同一灵魂适宜于接受音乐教养与无音乐教养。那么,灵魂在何时适宜于转变为有音乐教养的呢?难道是在它有音乐教养之时吗?绝非如此。因此是在它无音乐教养但本性适宜于变得有音乐教养之时。而物体在何时变白呢?难道是在它为白之时吗?绝非如此。而是在它非白但本性适宜于变白之时。那么,如果本性适宜者就是这个接受对立者的主体,且并不具有它被说成生成的那个事物,那么很显然,它具有与其相对立者或中间者,并且从那一事物转变为它所生成者。而首要地,生成是出于并非如此但本性适宜者。因此转变是从缺乏走向具有,但同时也已出于对立者,因为这同样是并非如此且本性适宜者,并且总之是出于依任何对立方式相对立者。因为白并非必然从作为黑的黑生成,而是从非白但适宜于变白者生成。然而适宜于白者亦适宜于黑,因此当它不是白时,它或者是黑或者是中间者,正因如此它才出于黑或中间者而生成。而事物从何生成,它也正是消亡走向何者。 但是应当注意,组合是一回事,秩序是另一回事。组合是在彼此具有结合的事物上被述说的,是放置在一起的事物的一种和谐的切近,即使没有任何秩序存在,正如在木材的情形中,只要它们紧密吻合,组装者并不在乎哪个在先或哪个在后。而秩序不仅在具有位置的事物上被述说(因为雕像的部分必须有序地放置,以便有些在先,有些在后,有些相承),也在不具有位置的事物上被述说,如在数字中;因为一被排在二之前作为首位。然而,无论技术性的还是自然性的组合,没有任何组合是没有秩序的。因此,纵使他就这些事物中的每一者说有些是秩序而有些是某种组合,他也是在这个意义上说的:房屋与雕像都在某种程度上分有秩序,在某种程度上分有组合,而绝非房屋仅凭组合而成立,雕像仅凭秩序而成立。亚历山大很好地指出:“没有任何对立者,或者不能接受对立者之物,当是不生成的”,我认为他很好地补充了第二种情况,是由于个别实体的缘故。因为对这一实体而言没有任何相反者,但它能接受对立者;并且正因如此,它不仅接受形式,也接受形式的缺乏。

语法注2 条
  1. 1.41κἂν λέγῃ οὖν καὶ ἕκαστον τούτων τὰ μὲν τάξις, τὰ δὲ σύνθεσίς τίς ἐστιν, οὕτως λέγει ὡς...

    由 κἂν(καὶ ἐάν)引导的让步状语从句以亚里士多德为主语,与主句的 οὕτως λέγει ὡς... 相呼应,构成“纵使他说……,他也是在……的意义上说的”这一限定性解释句式。从 καὶ ἕκαστον τούτων 到 ἐστιν 是作 λέγῃ 宾语的直接引语,其中主格 ἕκαστον τούτων 作主语,其后的 τὰ μὲν... τὰ δὲ... 构成部分同位语(或副词性宾格)以具体展开其内容。

  2. 1.41ᾧ μηδέν ἐστιν ἐναντίον ἢ μὴ ἔστι τῶν ἐναντίων δεκτικόν

    在第一肢中关系代词 ᾧ 作与 ἐναντίον 搭配的与格(“对它而言没有任何对立者”),而在并列的第二肢(ἢ μὴ ἔστι τῶν ἐναντίων δεκτικόν)中,因格不同而按惯例省略了作主语的主格关系代词 ὅ(“或者它不能接受对立者”)。此析取结构准确地呼应了范畴论中关于第一实体的特征(自身无相反者,但能接受相反者)。

翻译:Gemini 3.8 Flash・中文译文与原文无修订urn:cts:greekLit:tlg4013.tlg004.humanitext-grc1:186.18-187.27